τρον, ἀλλὰ τῶν μὲν στρατιωτῶν οἱ τὰς τάξεις τὰς αὑτῶν λελοιπότες, τῶν δὲ δούλων οἱ δουλεύειν οὐκ ἀξιοῦντες, τὸ δὲ λοιπόν, ὄχλος ἐν τῇ σκηνῇ τοῦ βίου τὰς ἐλπίδας ἔχων. εἰ δέ τι καὶ ἐπιεικὲς ἐν μέσῳ των, ὑπὸ τῶν ἐκείνοις δοκούντων ὠθεῖται πρὸς τὰ
αὐτὰ καὶ ἐπαινεῖν τε τὸν ἄρχοντα ἐθέλον διεκωλύθη καὶ φεύγειν βουλόμενον κατηναγκάσθη μένειν. τὸ δὲ ἀναγκάζον τοῦτο λέγειν τε ἃ μὴ δεῖ καὶ μὴ λέγειν ἃ 2 3 δεῖ παρὰ τῶν ὀλίγων ἐκείνων ὧν ἔφην ἐπιτάττεται. οὕτως ἀκριβεῖ λόγῳ κομιδῆ μικρὸν τὸ τὴν ἐναντίαν σοι τεταγμένον.
σοι βλάβην ἐᾶν ἐχρῆν, νῦν δ’ ὑπὲρ αὐτοῦ τοῦ ταῖς πόλεσι τὴν σωφροσύνην λυσιτελεῖν προσήκει τι καὶ ἐπανορθῶσαι, κἂν δέῃ τινὸς ἐνταῦθα δίκης. οὐ γὰρ 4 ἀπολεῖταί σοι τὸ δοκεῖν εἶναι | πρᾴῳ διὰ τὴν τι- μωρίαν· οὐδὲ γὰρ τῷ Διὶ τὸ δοκεῖν εἶναι μειλιχίῳ
διὰ τὰς τιμωρίας. ποιεῖ γὰρ ἀμφότερα. καὶ σὺ τοί- νυν τὸ μὲν ἱκανῶς ἐπιδέδειξαι, τὸ δὲ ἐκείνῳ πρόσθες, ὅπως ἀμφοτέρωθεν παιδεύῃς τὸ ὑπήκοον, τῷ μὲν πεί- θων, τῷ δὲ ἀναγκάζων. οὐδὲ γὰρ φιλανθρωπίαν ἔτι τοῦτο καλοῦσιν οἱ κακοήθεις. ἀλλ’ ἐγὼ μὲν οὐκ ἄν
εἴποιμι, τοῖς δ’ οὐδὲν ἄρρητον.
Oratio 26. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.