πλήθους αὑτὴν ἀπεστέρησεν ἐπὶ τῷ τὸ λειπόμενον σῶσαι, παλαιόν, οἶμαι, νόμον αὑτῆς τηροῦσα ξένων συμφορὰς λύειν, οὐ ποιεῖν, ἐπεὶ καὶ τὸν παῖδα Ἀγα- μέμνονος μετὰ τὸν φόνον τῆς μητρὸς διὰ τῆς ἄλλης 2 3 ἁπάσης λυττῶντα κατὰ κράτος ὑπὸ τῶν θεῶν διωκό- μενον, αἱ τῇ μανίᾳ τὸν νεανίσκον ἐκόλαζον, ἥδε ἡ γῆ πρὸς τὸ σωφρονεῖν ἐπανήγαγεν. ὡς γὰρ ἐπέβη τοὺς ὄρους, ἐλέλυτο ἡ νόσος, καὶ τὸ συμβὰν ὄνομα τῷ τόπῳ
γίνεται.
νῦν ἐπιθήσω σαφέστερον.
δέξασθαι πάντα ὅσα πόλεμος τοσοῦτος ποθεῖ, ἥδ’ ἐστὶν ἡ παρελθοῦσα τὴν χρείαν τῇ περιουσίᾳ καὶ συναγα- γοῦσα τὰς δυνάμεις εἰς τοὺς ἑαυτῆς κόλπους καὶ τὴν στρατιὰν ἀθρόαν, ἡνίκα καιρὸς ἐκάλει, προπέμψασα.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.