τῆς τροφῆς ἦς δεῖ τοσούτοις. τῷ δὲ τὴν μὲν ἀκούοντι, τὸ δὲ οὐκ εἰδότι θαῦμα ἂν παρασταίη, τῇ ἀναλοῦται τροφῇ. οὕτω τῇ τε γῇ πρέπων ὁ ὄχλος ὁ παρ’ ἡμῖν τῷ τε ὄχλῳ τῆς γῆς ἡ φύσις, δι’ ἣν οὐδεπώποτε τὸν Ξένιον ἠναγκάσθημεν ἀδικῆσαι Δία
διὰ τῆς περὶ τοὺς ξένους ὠμότητος, καίτοι τὸ δειγμα τῆς Ῥώμης ἔχοντες, ἣ τὴν τῶν ἀναγκαίων σπάνιν, ἡνίκα ἂν τοῦτο συμπέσῃ, τῇ τῶν ξένων ἐλάσει πρὸς ἀφθονίαν μεθίστησιν.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.