ταμὼν, πάντων μὲν ὁπλιτῶν, πάντων δὲ τοξοτῶν καὶ 1 2 3 ἱππέων καὶ ἵππων τῶν μὲν πολεμιστηρίων, τῶν δὲ ἀχθοφορούντων καὶ πάσης μὲν καμήλου, πάσης δὲ χειρός, ὡς κεκρύφθαι μὲν τοὔδαφος ἑστώτων τε καὶ ἱζανόντων, κεκαλύφθαι δὲ τοὺς τοίχους κρεμαμέναις ἀσπίσι, δόρυ δὲ καὶ κυνῆν ὁρᾶσθαι πανταχοῦ, κτύπου
δὲ καὶ θορύβου καὶ χρεμετισμοῦ γέμειν πάντα, τοσού- των δὲ τάξεων ἐγκαθημένων, ὅσων καὶ ταξίαρχοι μόνοι πλῆθος ἂν οὐ μικρὸν προσέθηκαν, μᾶλλον δὲ τοσαύ- της στρατιᾶς συνειλεγμένης, ὅση παρ’ ἄλλοις καὶ. τὸ ὕδωρ ἐλέγξαι πινόμενον, οὕτω μὲν ἡμέρως ὑπεδέξατο
στρατιώτην ἕκαστος, ὥσπερ συγγενῆ χρόνιον ἥκοντα θεραπεύων, οὕτω δὲ γῆς εὐπόρησεν ἕκαστος, ὥσπερ καθ’ ἕκαστον οἴκημα τῆς γῆς αὐτομάτως εἰς σπηλαίου τύπον σχηματισθείσης, οὕτω δὲ ἄχρι κόρου τρέφεσθαι παρῆν, ὥσπερ οὐκ ἀνθρωπείας γνώμης ἢ χειρὸς οὔτε
προσκοπούσης οὔτε ὑπηρετούσης, ἀλλ’ ὡς ἂν θεῶν, οἵα θεῶν δύναμις, ἀδήλως ἕκαστα ἑτοιμαζόντων.
Oratio 11. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.