ἤδη τινὰ νύκτα ἐκείνην τὴν ἡμέραν προσειπεῖν. μέγα δὲ κτυπήσαντος τοῦ Δῖός καὶ ἅμα κεραυνὸν ἀφέντος ἐπέπληκτο μὲν τῷ πυρὶ τὰ ὄμματα, ἐπέπληκτο δὲ ἡ κεφαλὴ τῇ βροντῇ. καὶ ᾤμην μὲν οὐδὲν ἐνιδρῦσθαι μοι δεινόν, ἀλλ’ αὐτίκα λήξειν τὴν ταραχήν, ἀπελθὼν
δὲ οἴκαδε καὶ ἐπ’ ἀρίστῳ κατακλιθεὶς | βροντῆς τε ἐκεί- 4 νῆς ἐδόκουν ἀκούειν κεραυνόν τε ἐκεῖνον τὴν οἰκίαν παραθεῖν ἱδρῶτά τ’ ἐκίνει τὸ δέος καὶ ἀναπηδήσας ἐκ τῶν σιτίων ἐπὶ τὴν κλίνην καταφεύγω. σιγᾶν δὲ ᾤμην δεῖν τοῦτο καὶ φυλάττειν ἄρρητον, ἀλλὰ μὴ κοι-
νώσας ἰατροῖς εἰς φάρμακά τε καὶ τὰ ἀπὸ τῆς τέχνης ἐκ τῶν εἰωθότων ἑλκυσθεὶς ἀνιᾶσθαι.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.