ἑαυτοῦ δεῦρό τε ἀφῖκται πάλιν τροπὰς μέν τινας τρε- πόμενον, οὐ μὴν τοῦ γε ἐλαύνειν παυόμενον, ἐπεὶ καὶ ὁπότε δοκεῖ χαλᾶν, οὐ παντάπασι λήγει λήγει — ἀλλ’ ὅπερ 1 2 ἔφην, πλὴν τοῦδε τηνικαῦτα τἄλλα ἦν ἄνοσος, καὶ οὐδὲ τοῦτο εἶργε μὴ ἀπολαύειν τῶν παιδικῶν.
δρῶν ὁρμῆς τε με ἐπὶ τοῦτον εἰσελθούσης τὸν βίον — ἦν γάρ τις ἑταῖρος ἐμοὶ Καππαδόκης, Ἰασίων ὄνομα 3 αὐτῷ, βραδέως | μὲν ἥκων ἐπὶ λόγους, φιλοπονίᾳ δέ, εἴπερ τις ἄλλος, ἡδόμενος — οὗτος ὁ Ἰασίων, ἃ παρ’ ἀνδρῶν πρεσβυτέρων Ἀθηνῶν τε πέρι καὶ τῶν αὐτόθι
δρωμένων ἐδέδεκτο, καθ’ ἡμέραν ὡς εἰπεῖν πρὸς ἐμὲ ἐμυθολόγει Καλλινίκους τέ τινας καὶ Τληπολέμους ἑτέρων τε οὐκ ὀλίγων σοφιστῶν διηγούμενος σθέ- νος λόγους τε οἷς ἀλλήλων ἐκράτησάν τε καὶ ἐκρα- τήθησαν, ὑφ’ ὧν τις ἐπιθυμία τοῦ χωρίου κατελάμ-
βανέ μοι τὴν ψυχήν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.