ἀπήλασεν, οὐδ’ ἂν ὁ σφόδρα ἡδονῶν | ἥττων τολμῆσαί 1 μοι δοκεῖ μὴ συγχωρῆσαι παίδων εἶναι εὐτυχῶν, εἰ δὴ καλὸν μὲν τὸ σὺν παρρησίᾳ ζῆν, ποιεῖ δὲ ταύτην οὐ τὰ αὐτῷ τινι βεβιωμένα μόνον, ἀλλὰ καὶ τὰ ’κεί- νοις ἐξ ὧν ἔφυ, ὡς πολλοί γε ἀμέμπτους σφᾶς αὐτοὺς
παρασχόμενοι γονέων ἐπεστομίσθησαν ὀνείδεσι.
μεταδώσοντα θανάτῳ σβεσθέντος τοῦ ῥεύματος, τουτὶ δὲ ἀθλίου. ποθῶν μὲν τοίνυν τὸν οὐκέτ’ ὄντα, χρώ- μενος δὲ τοῖς οὖσιν, εἰδώλοις γέ τισι σοφιστῶν, ὥσπερ οἱ τοῖς ἐκ κριθῶν ἄρτοις ἀπορίᾳ γε τοῦ βελτίονος, ἐπειδὴ ἤνυτον οὐδέν, ἀλλ’ ἦν κίνδυνος ἡγεμόσι τυ-
φλοῖς ἑπόμενον εἰς βάραθρον ἀμαθίας πεσεῖν, τοῖς 5 μὲν χαίρειν | εἶπον, παύσας δὲ τὴν μὲν ψυχὴν τοῦ τίκτειν, τὴν δὲ γλῶτταν τοῦ λέγειν, τὴν δὲ χεῖρα τοῦ γράφειν ἒν ἔδρων μόνον, μνήμῃ τὰ τῶν παλαιῶν ἐκτώμην συνὼν ἀνδρὶ μνημονικωτάτῳ τε καὶ οἵῳ τῶν
παρ’ ἐκείνοις καλῶν ἐμπείρους ἀπεργάζεσθαι νέους. καὶ οὕτω δή τι αὐτῷ προσεκείμην ἀκριβῶς, ὥστ’ οὐδ᾿ ἀπαλλαττομένου τῶν νέων ἀπηλλαττόμην, ἀλλὰ καὶ δι ἀγορᾶς, ἐν χεροῖν τε ἡ βίβλος. καὶ ἔδει τι τὸν ἄνδρα καὶ πρὸς ἀνάγκην λέγειν, ἣν ἐν τῷ παραχρῆμα μὲν
δῆλος ἦν δυσχεραίνων, χρόνοις δὲ ἐν ὑστέροις ἐπῄνει.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.