οὐχὶ θαυμάζων τοὺς ἄρχοντας. μόλις οὖν τὴν ὀργὴν καταπραύνω σφίσι σιγῇ φήσας θαυμάζειν, κεκωλῦσθαι γὰρ ὑπὸ τῶν νοσημάτων τὴν βοήν, δεικνυμένων δὲ ἤδη τῶν ἐμῶν ἔκ τε γραμματίων καὶ ἄλλως εἰκός τι παθεῖν ἐδόκουν οὐχὶ θαυμάσας.
μῶνι μὲν οὐδὲν χαλεπωτέρῳ θέρους χρήσασθαι πρὸς 2 τὰ πελάγη, γενέσθαι δὲ οὐχ ὥσπερ ἔσπευδον, ἀλλ’ ὡς ἐβεβίαστο, ταυτὶ δὲ δῶρα Τύχης. ἐοίκατε τὸ μὲν τῆς εὐπλοίας δέχεσθαι καὶ κατὰ μέλος εἰρῆσθαι συγχωρεῖν, τὰ δ’ αὖ περὶ τὼ σοφιστὰ ἀλλοκότως εἰρῆσθαι, εἰ δὴ ἅπερ ἠναγκαζόμην, ἐν τούτοις εὐτυχηκέναι φημί. δεῖ
δή με λῦσαι τὸ αἴνιγμα, καὶ ἐπὶ τοῦτο εἶμι.
πάντα τε τολμώμενα τοῖς νέοις, ὅπως τὰ πράγματα τοῖς ἡγεμόσιν αἴροιεν, ἀγαθούς τε αὐτοὺς <ἐν> τοῖς ἡγούμην δικαίους τε οὐχ ἧττον τῶν ὑπὲρ τῶν δων τιθεμένων τὰ ὅπλα εὐχόμην τε τοῖς θεοῖς γενέ- σθαι καὶ ἐμαυτῷ τοιαῦτα ἀριστεῦσαι καὶ δραμεῖν μὲν
εἰς Πειραιᾶ τε καὶ Σούνιον καὶ τοὺς ἄλλους λιμένας νέων ἐφ’ ἁρπαγῇ τῆς ὁλκάδος ἐκβάντων, δραμεῖν δὲ ὑπὲρ τῆς ἀρπαγῆς αὖθις εἰς Κόρινθον κριθησόμενον, δεῖπνα δὲ δείπνοις συνείροντα ταχὺ τῶν ὄντων ἀνη- λωμένων εἰς δανείσοντα βλέπειν.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.