ὑστεραίας ἐν ἑτέρων αὖ χερσὶν ὧν οὐδὲ τούτων ἐβου- λόμην· οὗ δὲ ἦλθον μετασχήσων, τοῦτον οὐδ’ ὁρᾶν εἶχον ἐν πίθῳ μικροῦ καθειργμένος, οἷα τὰ ’κείνων εἰς τοὺς ἀφικνουμένους τῶν νέων. ἐβοῶμεν δὴ διεστηκότες, 1 ὁ σοφιστὴς μὲν | ἐμοῦ, ’κείνου δὲ ἐγὼ στερόμενος· 2 τοῖς ἔχουσι δὲ λόγος οὐδεὶς τῆς βοῆς, ἀλλ’ Ἀριστό- 3 4 5 δῆμος μέχρι τῶν ὅρκων ἐτηρούμην ὁ Σύρος. ὀμωμο- κότι δὲ ἤδη τοῖς παροῦσιν ἀγαπήσειν ἀνοίγει τις τὴν θύραν, καὶ ἠκροώμην τοῦ μὲν εὐθὺς ἐν τάξει μαθη- τοῦ, τοῖν δυοῖν δὲ κατὰ νόμον δὴ τὸν τῶν ἐπιδείξεων.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.