δὲ εἰς τὴν θάλασσαν ἔβλεπον ἤδη κεκλεισμένην ὑπὸ τῆς ὥρας ναυτίλοις, ἐντυχὼν δέ τινι λαμπρῷ κυβερνήτῃ 1 μνησθείς τε χρυσίου πείθω ῥᾳδίως καὶ ἐμβὰς χὼν τοῦ Ποσειδῶνος ἐκομιζόμην τερπόμενος, Πέριν- θόν τε παραπλέων Ῥοίτειόν τε καὶ Σίγειον καὶ τὴν τὰ δεινότατα παθοῦσαν, τὴν Πριάμου πόλιν ἀπὸ τῶν κατα- στρωμάτων ὁρῶν τόν τε Αἰγαῖον διέδραμον οὐ χείρονι
πνεύματι χρησάμενος Νέστορος, ὥστε μοι κέρδος γενέ- σθαι τὴν ἀδυναμίαν τοῦ ξένου.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.