2 3 4 πῖα δὲ τοῦ νεωτέρου ποιήσαντος τῷ Διὶ καὶ ἐμοῦ τῆς ἀνάγκης ἡττημένου ζημιοῖ μὲν ὁ δαίμων τὴν πόλιν, μᾶλλον δὲ πᾶσαν τὴν γῆν τῇ Πανολβίου τελευτῇ, τουτὶ γὰρ ὄνομα τῷ πρεσβυτέρῳ τῶν θείων, τῆς μη-
τρὸς δὲ πρὸς τὸν ἕτερον οὐκέτι τὰ αὐτὰ τοῖς δάκρυσι δυναμένης, ἦν γὰρ δὴ ὁ Φασγάνιος οἷος οἴκτῳ βλα- βερῷ μὴ ἐνδιδόναι, τὴν μὲν πείθει λύπην οὐ μακρὰν καρποὺς μεγάλους ὑπισχνουμένην ἐνεγκεῖν, ἐμοὶ δὲ ἀνοίγει τὰς πύλας.
νῶν δάκρυα, ἐντεῦθεν δὲ σὺν πυρετῷ δάκρυα. δυοῖν δὲ ἐπιθυμίαιν μαχομέναιν ὁ τῆς αἰσχύνης φόβος θα- τέρᾳ προσγενόμενος ἐκεῖσε ἐποίησε τὴν ῥοπήν, ὥστε ἔδει νοσοῦντα ὁδοιπορεῖν. τοῦ νοσήματος δὲ ὑπὸ τῆς πορείας αὐξανομένου διαπλέω μὲν τὸν Βόσπορον μικρόν 5 τι νεκροῦ διαφέρων, καὶ οἱ ὀρεῖς δὲ | ταὐτὸν ἐπεπόν- 6 θεσαν, ἐν ᾧ δὲ εἶχον ἐλπίδας ὡς βασιλείοις με πέμ- ψοντι παρὰ τὴν Ἀθηνᾶν ζεύγεσιν, οὗτος μὲν ἐξεπε- πτώκει τῆς πολλῆς ἐκείνης ῥώμης καὶ τἄλλα δὴ προ- θυμότατα ξενίζων ἒν τοῦτο ἔφη μὴ δύνασθαι.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.