1 2 θεὸς εἰς τὸν εὐπρεπῆ με τοῦτον ἐκπεσούμενον ὄλεθρον, ᾧ τοὔνομα μάλα εὔφημον; ὁ τοῦ χοροῦ προστάτης, ὑπὲρ ὅτου μὲν ταῦτα ἡγούμην μοι προσήκειν ὑπενεγ- κεῖν σοφιστοῦ, τούτου μέν με σοφώτατα, ὥσπερ εἴωθε
ποιεῖν, ἀπήγαγε, φέρουσα δὲ ἑτέρου ποιεῖ, παρ’ ὅτῳπερ ἔμελλον μόνους εἴσεσθαι τοὺς ὑπὲρ τῶν λόγων μό- χθους. ὅ δὴ καὶ ὧδε ἔσχεν. αὐτός τε γὰρ ὡς ἂν ὑβρι- σμένος ταῖς ὅρκων ἀνάγκαις οὐδὲν ὧν ἔφην ἠξίουν | 3 λειτουργεῖν, ἄλλος τ’ ἂν οὐδεὶς ἐπέταττε διὰ τὸ οὐχ
ἑκόντα δεδεκέναι, καὶ ἅμα δέος ἦν, μὴ δυσχεραίνων τὸ φορτίον ἕτερόν τι βουλεύσω πρὸς τὸν ὅρκον ἀπο- λογησάμενος οἷς προσηναγκαζόμην.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.