ΕΚ ΤΗΣ ΕΝΝΑΤΗΣ ΙΣΤΟΠΙΑΣ
1τοῦ Ἰδοῦ, καί τινων ἄλλων οὓς ὴ οὐτὴ τῆς ἀσεβείας λύσσα θερμο- τέρους ἐπεδείκνυ. καὶ ταῦτα κατὰ τὸ ἀπιθανώτατον άναπλάττοντι οὐδεμία παρῆν αἴσθησις τῆς ἀτοπίας ἀνακουφίζουσα.
πέμψατο.
καιρὸς ἄδειαν διδοὺς πράττειν ἅπερ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῶν αὐτῶν συνοδικῶς διεπράξατο. τοσοῦτον δὲ αὐτῶν ἑκάτερος ἐδέησεν μνήμην ἔχειν ἐκείνων, ὥστε ὁ μὲν Εὐζώϊος εἰς τὸ κακολογεῖν τοὺς ἄνδρας ὧν ὑπερήσπιζεν ἀπετρέπετο. οὐρανοβάτας ἐπ' ἐκκλησίας εἰρωνευόμενος τοὺς ἀμφὶ τὸν Ἀέτιον, Αἰθιόπιόν τε τὸν Θεόφι,λον ἐξυβρίζων,
ὥσπερ οὐκ εὐσεβείας καὶ πίστεως τῶν ἀγώνων ὄντων, ἀλλὰ χρωμάτων ἐκλογῆς καὶ γένους. ὁ δὲ Εὐδόξιος ἄλλα τε κατ’ αὐτῶν ἀπερρίπτει καὶ ἐπ' ἐκκλησίας· »ἀσεβεῖς μὲν αὐτούς, φησίν, οὐ λέγων, ὅπερ θέλουσιν ἀκούειν, ἵνα μὴ δόξῃ εὐπρόσωπος αὐτῶν ἡ ἀπόστασις εἶναι, λοιμοὺς μέντοι αὐτοὺς λέγω.«
λόγοις δεξιούμενος· δῶρον δ’ ἦν ὁ ἀγρὸς Ἰουλιανοῦ τοῦ βασιλέως τῆς πρὸς αὐτὸν διαθέσεως σύμβολον. ὁ δὲ Εὐνόμιος ἐπὶ τὴν Καλχηδόνα διάρας, ἐν αὐτῇ κατά τινα κῆπον, οἰκεῖον κτῆμα πλησιάζον τοῖς ἐπιθαλαττίοις τείχεσιν, ἐποιεῖτο τὴν δίαιταν, οὐδ’ αὐτὸς τῶν προσιόντων ἐλάττω συνεισάγων τὴν πρόνοιαν. οὐδέτερος δ᾿ αὐτῶν
ἐκκλησίας ἦρχεν ἀποτεταγμένως, ἀλλὰ κοινοὺς αὐτοὺς οἱ ὁμόδοξοι πατέρας ἦγον καὶ ἡγεμόνας. ὁ δέ γε Εὐνόμιος οὐδὲ ἱερουργίας ἐξ οὗ τῆς Κυζίκου μετέστη οὔμενουν εἰς ὅσον ἐνεβίω χρόνον ἥψατο· καίτοι τῶν ὁμοδόξων ἐπισκόπων οὐδεὶς ἦν ὃς τῆς ἐκείνου γνώμης χωρὶς οὐδὲν τῶν ἐκκλησιαστικῶν διεπράττετο.
διὰ τοῦτο, Ἰωβιανοῦ βασιλεύσαντος, τῆς Μεσοποταμίας οὑτος ἀποδρὰς καὶ πολλοὺς ἐν ταλαιπωρίᾳ τόπους ἀμείψας, φεύγων τε μετὰ τῆς γυναικὸς καὶ κρυπτόμενος, ὡς ἀπείρηκε πλανώμενος, τὸν ἔσχατον, φησί, ἀναρρίπτει κύβον. καὶ τὴν Καλχηδόνα καταλαβών, ἐν τῷ τοῦ Εὐνομίου ἀγρῷ, τῆς πόλεως ἔξωθεν διακειμένῳ, οὐδ᾿ ἐπιδημοῦντος
τοῦ δεσπότου, ἑαυτὸν κατακρύπτει· ἐκεῖθεν δὲ εἰς τὴν πόλιν διάρας, ἐγκρατὴς ἀναιμωτὶ τῆς βασιλείας γίνεται. εἶτα μετ᾿ οὐ πολὺν χρόνον πολέμῳ συρραγεὶς Οὐάλεντι, προδοσίᾳ τῶν αὐτοῦ στρατηγῶν Γομαρίου καὶ Ἀγελίου ἡττᾶται· καὶ φεύγων καταλαμβάνει τὴν Νίκαιαν. τῇ δὲ ἐπαύριον διανοηθεὶς ἐκεῖθεν ἀπαίρειν, ὑπὸ Φλωρεντίου, ὅς
στρατὸς κατ’ ὀργὴν παλαιάν, διότι φρουρῶν ἐκεῖνος ὑπὸ Προκοπίου τὴν Νίκαιαν πολλοὺς αὐτῶν ἐκάκωσεν αἱρουμένους τὰ Οὐάλεντος.
ὅτιπερ ἔστεργον τὰ Οὐάλεντος, καὶ οἱ τῶν δεσμίων συγγενεῖς ἐξεβιάσαντο τὸν Εὐνόμιον τὴν πρεσβείαν ὑπελθεῖν. ὁ δὲ ὑπελθὼν καὶ τοὺς ἄνδρας λύσας, θᾶττον ἐπανῆκεν.
τὰ Οὐάλεντος αἱρεῖσθαι, εἰς κρίσιν εἶλκεν· καὶ θάνατος ἂν βίαιος διεδέξατο τὴν διαβολήν, εἰ μή τις ἀφικόμενος κατ’ ἐκεῖνο καιροῦ τῶν παραδυναστευόντων Προκοπίῳ, τὸν Ἀέτιον τοῦ ξίφους ἁρπάζει. καὶ γὰρ πρὸς γένους ὢν ὁ καταπεμφθεὶς ἐκ Προκοπίου Ἐρρενιανοῦ καὶ Γερρεσιανοῦ ἀδελφοὶ δὲ ἤστην οἧτοι, κοὶ τῷ Εὐνομίῳ συνῆσάν τε καὶ
συνδιεβέβληντο), οὕτως δὲ οὗτος κατὰ πολλὴν ἐξουσίαν καὶ τὸν καταδικασάμενον αὐτοὺς ἀπειλήσας καὶ τὴν ἐπ᾿ αὐτοὺς θανατηφόρον ἀνασωσάμενος ψῆφον, καθαροὺς ἀπολύει τῶν ἐπικληθέντων.
μετ’ οὐ πολὺν χρόνον τελευτᾷ, Εὐνομίου τό τε στόμα συνελόντος καὶ τοὺς ὀφθαλμοὺς τοῖς δακτύλοις περιστείλαντος, καί γε καὶ τὴν ἄλλην κηδείαν μετὰ τῶν ὁμοφρόνων τελεσαμένου πρὸς τὸ λαμπρόρατον.
Οὐάλεντι, ὁ ἐν Κωνσταντινουπόλει κλῆρος ψηφίζονται ταύτης ἀπελαύνεσθαι τὸν Ἀέτιον. ὁ δὲ τὴν Καλχηδόνα καταλαβών, γράφει τὸ συνε-
τὰς διαβολὰς καὶ τὸν ἐκεῖθεν διεκρούσατο θάνατον. ὑπερόριος δ οὐν εἰς τὴν Μαυρουσίδα γῆν ἐκπέμπεται, Αὐξονίου τοῦ τῶν πραιτωρίων ἐπάρχου τὴν φυγὴν αὐτῷ ἐπιβαλόντος. ἀλλ᾿ ὁ μὲν χειμῶνος ὄντος ἐπήγετο· κατὰ Μοῦρσαν δὲ τῆς Ἰλλυρίδος φθάσας, ἧς ἐπίσκοπος ἐτύγχανέ τις Οὐάλης, δεξιώσεώς τε πολλῆς ἀπολαύει καὶ τῆς ὑπερορίας
ἀνακομίζεται, πρὸς τὸν βασιλέα παραγεγονότος τοῦ Οὐἄλεντος σὺν Δομνίνῳ (τῆς Μαρκιανουπόλεως δὲ ἐπίσκοπος οὑτος ἠν) καὶ τὰ κατ’ αὐτὸν δεινοπαθῶς ἀναδιδαξάντων.
Νίκαιαν ἀφικόμενος ἐπίσκοπον αὐτῇ καθιδρῦσαι ἐτεθνήκει γὰρ Εὐγένιος ὁ ταύτην ἐφορεύων). πρὶν ἢ πέρας ἐπιθεῖναι τῇ βουλῇ τὸν βίον ἐκλείπει. καὶ μετάγεται Δημόφιλος ἀπὸ Βερροίας έν Κωνσταντινουπόλει, Οὐάλεντος τοῦ βασιλέως συνοδικὴν ὑποκριναμένου ψῆφον.
τὸ χωρίον) πρεσβύτερος Ἀνύσιος ᾤκει, υἱοὺς μὲν τέσσαρας ἔχων, θυγατέρα δὲ μίαν, ἧς Εὐλάμπιος μὲν ἡ ὀνομασία, Φιλοστόργιον δὲ ἐγείνατο τὸν ταῦτα γεγραφότα. ὁ δὲ ταύτης ἀνήρ, Καρτέριος ὄνομα, τὴν Εὐνομίου δόξαν ἐτίμα. καὶ πείθει τὴν γυναῖκα πρὸς τὴν αὐτοῦ μετατάξασθαι γνώμην καὶ γὰρ ἐκ πατρὸς καὶ μητρὸς αὕτη τὸ
ὁμοούσιον ἔστεργεν. ἡ δὲ πεισθεῖσα τοὺς ἀδελφοὺς συνεφέλκεται εἶτα κατὰ μέρος καὶ τὸν πατέρα καὶ τοὺς ἄλλους οἰκείους.
φησίν, ἔχων πρὸς Εὐνόμιον, ἐρήμην αὐτοῦ κατεδικάσατο, ὡς τὰς ἐκκλησίας καὶ τὰς πόλεις ἐκταράσσοντος· καὶ εἰς Ναοξίαν αὐτὸν φυγαδεύει τὴν νῆσον.
πορευομένου κατὰ παρέγκλισιν ἤδη Μάζακα προσωνόμασται
κρατύνοντας πρεσβεύειν εἰς τὸ ἀμετάθετον. Δημοφίλου δὲ καὶ τῶν σὺν αὐτῷ τὴν τῶν Κυζικηνῶν ἀναδεξαμένων πρόκλησιν καὶ τὸν Ἀέτιον καὶ Εὐνόμιον ἀναθεματισάντων (τοῦτο γὰρ ἦν ἡ πρόκλησις) Ἀνόμοιόν τε τὸν Εὐνόμιον δημοσῖοις καὶ λόγοις καὶ γράμμασιν ἀνακηρυξάντων, καὶ τὴν πίστιν αὐτῶν καὶ δὴ καὶ τοὺς παραδεχομέμους
αὐτῶν τὰ μαθήματα ὑπὸ τὴν αὐτὴν ἀρὰν ποιησαμένων, ὑφίστανται τὴν χειροτονίαν, οὐχ ἕτερόν τινα ταύτην <ὑπ>ελθεῖν ἀνασχόμενοι, ἀλλ’ ὃν αὐτῶν αἱ ψῆφοι προσέταττον. ὁ δέ γε χειροτονηθεὶς εὐθὺς λαμπρῶς ἐκήρυττε τὸ ὁμοούσιον.
Ἡρακλείας τῆς Θρᾴκης πρὸς τὸν ἐκείνου μεθίσταται θρόνον. διασύρει δὲ τόν τε Δημόφιλον καὶ Δωρόθεον ὁ συγγραφεύς, τὸν μὲν ἀλαζονέ-
καὶ γάλακτος ξέστης τῷ παντὶ τῆς θαλάσσης ἐπιβληθεὶς συστήματι.
ἄνθρωπος ἠν οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρρειν ἀκόσμῳ φορᾷ καθάπερ ἄτακτος χειμάρρους, πολὺν έν τοῖς λόγοις τὸν συρφετὸν ἄγων. ὡς εἴσεταί τις ἐκ γοῦν τῆς ἐν τοῖς ἔτι σωζομένοις ὑπομνήμασιν αὐτοῦ γεγονυίας δημηγορίας· ἔνθα καὶ μᾶλλον εἰκὸς ἠν ἀσφαλείας αὐτὸν φροντίδα θέσθαι τινά ὡς ἐγγράφοις μνήμαις ἀναλαμβανομένων
τῶν λεγομένων. ἐν τούτοις γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖς Περὶ πατρὸς καὶ υἱοῦ λόλοις, φησὶ γάρ·
πατρός. ἐπειδὴ γὰρ ὁ προγινώσκων θεὸς ἃ ἔμελλε πράττειν ἀδύνατα ἠν τῆς ἀκρατήτου τάξεως τοῦ μέλλοντος αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέσθαι μέλλοντα (ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺς γενέσθαι πρὸς ἀξίαν τοῦ ποιοῦντος, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεσθαι ὥσπερ κηρὸν πυρὶ θερμῷ προσαγόμενον)
γέγονε μὲν οὖν μεσίτης τῶν τε ἐσομένων καὶ τοῦ γεγεννηκότος αὐτὸν
Ὅτι κατὰ τοὺς Οὐάλεντος χρόνους τῶν Ἑλληνικῶν χρηστηρίων
τοῖς προσιοῦσιν ἀνεδίδοντο ψῆφοι κατάστικτοι γράμμασιν, ἂ συντιθέμενα τοῖς μὲν τὸν Θεοδόσιον ἐδόκει δηλοῦν, τοῖς δὲ τὸν Θεόδουλον, ἢ τὸν Θεόδωρον, ἤ τινα ἄλλον παραπλήσιον, μέχρι γὰρ τοῦ δέλτα τῶν γραμμάτων οἱ τύποι προήγοντο, λοξὰς τῶν διαμόνων, ὡς εἰώθασιν, ἐπ’ ὀλέθρῳ τῶν πειθομένων καὶ ἀναχωρήσει τῆς ἀποτυχίας
τὰς ἀναρρήσεις ποιουμένων. διὸ καὶ Θεόδωρὸς τις, παρασυρεὶς τῇ ἀπάτῃ καὶ τυραννίδος ἐπιβαίνειν ἀρξάμενος, θᾶττον σὺν τοῖς ἑπομένοις ἀπώλετο· μεθ᾿ ὧν καὶ τῶν ἀναιτίων οὐκ ὀλίγους δίκας Οὐάλης ἀπῄτησεν, ὅτιπερ αὐτοῖς ἡ ἀρχὴ τοῦ ὀνόματος δι᾿ ἐκείνων τῶν γραμμάτων ἀνεγινώσκετο.
4–14 vgl. Ammian. Marcellin. XXIX 1 f. Zosira. IV 13 ff. Eunap. Fragm. 38 Socrat. IV 19. Sozomen. VI 35. Zonar. XIII 16, 37 ff. Cedren. I 548, 13. Suldas s. v. Ἰάκωβος 924, 19. Ps. Aurel. Victor Epit. 48, 3 f 5–9 s. ähnliche ücke bei Zonar. XIII 16, 40ff [zu Z. 5 f], Sozoraen. VI [zu Z. 7] u. Socrat, IV 19,2 [zu Ζ. Bf, vgl. besonders συνήθως λοξά] Suid. 20 θεοῦ ὁ υἱός, ἴνα συντάξας ἐαυτὸν καὶ συγκαταβαίνων τοῖς γινομένοις, ἀποτελέσεις τὸ βούλημα τοῦ πατρός· καὶ μεσίτης δὴ γεγένηται τοῦ >θεοῦ καὶ ἡμῶν τῶν δι᾿ αὐτοῦ γενομένων.‘ Ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀσθένειαν καὶ βασκανίαν καταψευδόμενος καὶ τὸν υἱὸν πάντων τῶν κτισμάτων
ἀποφαίνων καταδεέστερον. ὁ μὲν γὰρ ἀσθενὴς ἂν ἦν, κατὰ Δημόφιλον, εἰ βουληθεὶς ἔπειτα ἀπόρως εἶχε τοῖς πᾶσι τὸ εἶναι δωρήσασθαι· φθόνου δ᾿ οὐκ ἀπήλλακτο ἄν. εἰ ἐξὸν αὐτῷ θεοὺς τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενος ὅπως μὴ ταύτης αὐτῷ τύχῃ τὰ γενησόμενα τῆς ἀξίας. τοῦ δέ γ᾿ αὐ παιδὸς οὐκ ἠν τῶν κτισμάτων οὐδὲν
ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ δι᾿ ἑαυτὸν ἔτυχε γεγονώς, ἀλλὰ διὰ σκοπὸν καὶ χρείαν τῆς τούτων γενέσεως. ἅπαν γάρ τοι τὸ δι᾿ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, δι᾿ ἃ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρῴδει πολλά
κατὰ Παιονίαν στρατὸς βασιλέα ποιεῖ. Γρατιανὸς μέντοι γε τὴν ἀναγόρευσιν μαθών, ὅτι μὴ διὰ γνώμης αὐτοῦ γέγονεν, οὐκ ἐπῃνεσεν· ἀλλὰ καί τινας τῶν αὐτοῦ νεωτερισάντων ἐκολάσατο. ὅμως ἔστερξε τὸν ἀδελφὸν ἔχειν βασιλεύοντα, καὶ πατρὸς αὐτῷ τάξιν ἀποπληροῦν.
ἐκδίδωσιν.
αὐτοῦ, ὡς ἐτῶν δ᾿ ἀνηγόρευσαν Αὔγουστον, συμπαρούσης καὶ Ἰουστίνης, τῆς μητρὸς αὐτοῦ, ἐν τῇ Πανονίᾳ. τοῦτο μαθὼν Γρατιανὸς τὸν μὲν ἀδελφὸν αὐτοῦ εἶχε συμβασιλεύοντα μεθ’ ἑαυτοῦ, τοὺς δὲ ἀναγορεύσαντας διαφόροις τρόποις ἐτιμωρήσατο διὰ τὸ παρὰ γυώμην αὐτοῦ τοῦτο γενέσθαι.
ὁ Γρατιανὸς) ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν βασιλέα ἀνεῖπε τετραετῆ τότε τυγχάνοντα. ἐπανελθὼν δ’ ἐκ τῆς ἀποδημίας Γρατιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καὶ τινας αὐτῶν καὶ ἐκάκωσε, κολάσας τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως, ὠς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο,
ἀλλὰ κοινωνὸν τῆς βασιλείας προσείλετο.
καὶ μάχῃ συμπλακεὶς τοῖς βαρβάροις καὶ πολλοὺς ἀποβαλὼν ἀνὰ κράτος φεύγει. καὶ πάσῃ συχεθεὶς ἀμηχανίᾳ καὶ ἀπορίᾳ, ἔν τινι τῶν κατὰ ἀγροὺς οἰκημάτων χόρτον φέροντι σὺν ὀλίγοις τοῖς ἑπομένοις κατακρύπτει ἑαυτόν. οἱ δὲ βάρβαροι καταδιώκοντες, ὥσπερ τὰ ἄλλα τῶν έν ποσίν, οὕτω καὶ τὸ οἴκημα πυρὸς δαπάνην ἐτίθεντο.
οὐδεμίαν περὶ τοῦ βασιλέως λαβόντες ὑπόνοιαν.
Θεοδόσιον δὲ βασιλέα χειροτονήσας εἰς τὴν τοῦ θείου βασιλείαν αναπεμπει.
μετὰ τὴν ἧτταν τοῦ βασιλέως τὴν χώραν ἐκείνην ληϊζομένων καὶ ἐμπιπρώντων καὶ τὰς οἰκίας, κἀκεῖνο τὸ οἴκημα καταπέπρηστο, καὶ ὁ Οὐάλης διέφθαρτο ἐν αὐτῷ.
πῦρ ἐμβαλόντων ἀγνοίᾳ τῶν κεκρυμμένων, πάντες οἱ ἐν τῷ οἰκήματι προσπεφευγότες ἀπετεφρώθησαν, γεγονότες πυρίκαυστοι.
τὸν Ἰνδὸν ἐν τῇ Ἀντιοχείᾳ καταληψόμενι καὶ τὰ τῆς ἄλλης ἐᾠας καταστησμενοι.
Κωνσταντιούπολιν ἄνεισιν. καὶ τοῖς μὲν τὸ ὁμοούσιον φρονοῦσι τῶν ἐκκλησιῶν ἐπιτρέτει τὴν ἐπιμέλειαν, Ἀρειανοὺς δὲ καὶ Εὐνομιανοὺς ἀπελαύνει τῆς πόλεως. ὡν εἶς ἠν καὶ ὁ Δημόφιλος· απελαθεὶς δὲ τὴν ἑαυτοῦ πόλιν καταλαμβάνει τὴν Βέρροιαν. καὶ Ὑπάτιος δὲ τῆς Νικαίας ἀποδιωχθεὶς πρὸς τὴν γεννησαμένην Κύρον τὴν ἐν
Συρίᾳ παραγίνεται. ἀλλὰ καὶ Δωρόθεος τῆς Ἀντιοχείας ἀπελαθεὶς τὴν Θρᾲκην ὅθεν ἐγεγόνει κατέλαβεν. καὶ ἄλλοι δὲ ἀλλαχόθι διεσπάρησαν.
Historia ecclesiastica (fragmenta ap. Photium). Philostorgius. ed. Joseph Bidez. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.