ΕΚ ΤΗΣ ΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ
1ἐπισκόπων, πέμπουσι πρὸς τοὺς ἀμφὶ τὸν Εὐνόμιον, τὴν κοινωνίαν αὐτῶν ἐπιξητοῦτες. οἱ δὲ ἀντεπιστέλλουσι μὴ ἄλλως αὐτοὺς παραδέξασθαι, εἰ μὴ τὴν ἐπ’ Ἀετίῳ καὶ τοῖς αὐτοῦ συγγράμμασι καταχειροτονίαν ἀποψηφίσονται· ε ἔτι δὲ καὶ διακάθαρσιν ε ἀπῄτουν συνεφύροντο γὰρ καί τισιν οὐ καθαροῖς διαιτήμασιν. οἱ δὲ τότε μὲν
τὴν πρόκλησιν ε οὐ προσήκαντο· χρόνῳ δ’ ὅστερον καὶ εἰς τὸ ἐπ᾿ ε ἐκκλησίας τόν τε Εὐνόμιον καὶ τοὺς σὺν αὐτῷ μετεωρολέσχας αὐτοὺς καλοῦντες καὶ πλήρεις ἀπονοίας καὶ σκαιότητος, ἀνθ᾿ ε ὧν αὐτοῖς τοιαῦτα προτείνειν ἔγνωσαν.
διαβάλλει, ὡς πολυμερῆ καὶ πολυσύνθετον λέγοντα τὸν θεὸν τῶν ὅλων· οὐ γὰρ ὅσον ἐστὶ ὁ θεὸς καταλαμβάνεσθαι κηρύσσειν, ἀλλ’ ὅσον ἡ ἐκάστου δύναμις πρὸς κατάληψιν ἔρρωται. καὶ μήτε δὲ οὐσίαν αὐτὸν εἶναι δογματίζειν μήτε ὑπόστασιν μήτε ἄλλο μηδὲν ὡν ὀνομάζεται. καὶ τὴν ἐν Ἀριμήνῳ δὲ σύνοδον καὶ τὴν έν Κωνσταντινουπόλει
τὰ αὐτὰ δοξάζειν, ἥτις τὴν τοῦ μονογενοῦς γέννησιν ἀγνωστο-
προγινώσκειν ἑκάτερον ε ἔξασαν, οἱ δὲ κατὰ τὴν φύσιν, θεόν· ἄλλοι διότι ἐκ μὴ ὄντων ἑκάτερος ε αὐτῶν πέφυκε δημιουργεῖν. ἀλλὰ φησί, κἂν διαφέρειν δοκῇ, εἰς ὲν καταλήγει τὸ δοξάζειν ε τὸν υἱὸν τῷ πατρί. τούτους δέ φησι μετὰ τὸ κατατμηθῆναι ταῖς δόξαις καὶ εἰς πολλὴν ἄλλην ἀσχημοσύνην ἐκδιαιτηθῆναί φησι χρημάτων
τε τὰς ἱερωσύνας καὶ διδόντας καὶ λαμβάνοντας, καὶ τὰς ὑπευθύνους καὶ σωματικὰς ἡδονὰς μεταδιώκοντας.
μίαν, εἰς τὸν θάνατον, ὡς ἔφασκον, τοῦ κυρίου βαπτίξοντες, ov ἅπαξ μὲν ἀλλ’ οὐχὶ δὶς ἢ τρὶς ὑπὲρ ἡμῶν ἀνεδδέξατο.
Μαξίμου συσευῇ ἀναιρεῖται. πολλὰς δὲ καὶ διαβολὰς ὁ συγγραφεὺς κατὰ Γρατειανοῦ ἀναπλάττει, ὡς καὶ τῷ Νέρωνι παρεικάζειν αὐτόν· οὐ γὰρ ἤρκεσεν αὐτῷ, ὡς ἔοικεν, ε τῆς ἐκείνου πίστεως τὸ ὀρθόδοξον.
ἀλλ’ ἡ μὲν Ἁλμυρίς, κρυσταλλωθέντος τοῦ Ἴστρου, ὑπὸ τῶν διαβάντων αὐτὸν βαρβάρων ἁλίσκεται· ὁ δὲ Εὐνόμιος Εὐνόμιος εἰς Καισάρειαν τῆς Καππαδοκίας ὑπερορίζεται, ε μισητὸς ὢν ε τοῖς λόγους κατὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνετάξατο. ἐκεῖθεν δὲ εἰς τοὺς ἑαυτοῦ ε διάγειν ἀγροὺς ἀφείθη· Δακοροηνοὶ δὲ τοῖς
τὸ ὄνομα. ἐνταῦθα δὲ αὐτόν φησι καὶ Φιλοστόργιος, εἰκοστὸν ἔτος ἄγων ἐν Κωνσταντινουπόλει παραγεγονώς, θεάσασθαι. ὑπερθειάζει τὸν Εὐνόμιον τήν τε σύνεσιν λέγων αὐτὸν εἶναι καὶ τὴν ἀρετὴν ἀπαράβλητον. ἀλλὰ καὶ τοῦ προσώπου τὸ σχῆμα καὶ τὰ μέρη εἰς τὸ εὐπρεπέστατον τοῖς λόγοις ἐξωραΐξει καὶ τοὺς ἐκ τοῦ στόματος
λόγους μαργαρίσιν ἐοικέναι· καίτοι προϊὼν τραυλὴν αὐτοῦ τὴν γλῶτταν καὶ μὴ θέλων συνομολογεῖ, οὐδὲ τὴν τραυλότητα ἐπαισχυνθεὶς εἰς πολλὴν ἀποσεμνύνειν ε γλαφυρότητα. ἀλλὰ καὶ τοὺς ἀλφούς, οἲ πρόσωπον αὐτοῦ κατεμάστιζόν τε καὶ κατέστιζον, κόσμον ἐμποιεῖν τῷ σώματι διατείνεται. τοὺς δὲ λόγους αὐτοῦ πάντας ἀποθειάζων,
διαφέρειν τῶν ἄλλων ἐπὶ μᾶλλον λέγει τὰς ἐπιστολάς.
καὶ ἡ θυγάτηρ Πλακιδία τίκτεται.
βασιλείας ἐπισήμων ἀποδύουσι καὶ τοῖς βασιλεῦσι κατὰ ἰδιώτην προσάγουσι· κἀνταῦθα μάξιμος τῆς κεφαλῆς ἀποτέμνεται, τυραννήσας πέντε τὰ σύμπαντα ἔπη.
οὐρανὸν ὤφθη παράδοξος κοὶ ἀήθης· μεγάλων δ’ ἄρα κακῶν ἄγγελος τῇ οἰκουμένῃ γενήσεσθαι ἔμελλεν. ἐξέλαμψεν δὲ πρῶτον κατὰ μέσας νύκτας πλησίον τοῦ Ἑωσφόρου κατ’ αὐτὸν δὴ τὸν καλούμενον ζῳδιακὸν κύκλον, μέγας δὲ καὶ ἐκφεγγὴς ταῖς μαρμαρυγαῖς οὐ πολλῷ τοῦ Ἑωσφόρου λειπόμενος.
τέλεσεν εἶδος πληκτικῶς ἐξαυγαζομέης, τῶν μὲν ἄλλων ἁπάντων ἀστέρων εἰς τοῦτο μεταπεσόντων τῆς θέας, θέας, ἐνὸς καὶ μόνου τοῦ πρώτου θεωρηθέντος ἐν τάξει ῥίζης τινὸς ἢ λαβῆς τῷ παντὶ σχήματι ὑποφαινομένου καὶ οἶον τὸ πᾶν τοῦ δειχθέντος ἀστέρος ἀποτίκτοντος σέλας, ὡς ἂν ἐκ λύχνου τινὸς θρυαλλίδος τῆς φλογὸς πρὸς ὕψος
ἐξαιρομένης. τὸ μὲν φανὲν οὕτω παράδοξον παρεῖχεν τὴν θέαν.
εἰπεῖν τὴν πορείαν πορείαν ποιούμενος. τὴν μέντοι γε κοινὴν περίοδον τὴν αὐτὴν εἶχεν τοῖς ἄλλοις καθ’ οὓς ε ἂν γίνοιτο πορευόμενος. τεσσαράκοντα δὲ ἡμέρας τῆς ἰδίας αὐτοῦ πορείας ἐπιτελουμένης, εἰς μέσην τὴν μεγάλην ἄρκτον ἐνέβαλεν, κἀν τῷ μεσαιτάτῳ αὐτῆς τὰ τελευταῖα φανεὶς αὐτοῦ που ἀπέσβη. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ
ἄλλα πολλὰ παράδοξα περὶ τοῦ ξιφοειδοῦς τούτου δίεισιν ἀστέρος.
φύσιν εἰς μἐγεθος ἐκβαῖνον θάτερον θάτερον δὲ ἐν Αἰγύπτῳ εἰς ἄπιστον βραχύτητα καταλῆγον. ὁ μὲν οὖν Σύρος πενταπήχης ἠν τὸ μέγεθος καὶ σπιθαμὴν ἔφερεν προσθήκην, καίτοι τῶν ποδῶν αὐτοῦ πρὸς τὸ ἄλλο τοῦ σώματος μὴ συνομολογούντων τὸ ὕψος, ἀλλ’ εἴσω ε καὶ τὸ βλαισὸν ὑποκαμπτομένων· Ἀντώνιος ἦν τῷ ἀνθρώπῳ τὸ ὄνομα.
ὁ δὲ Αἰγύπτιος οὕτω κατεβραχύνετο, ὥστε μηδ’ ἀχαρίστως τοὺς ἐν τοῖς κλουβοῖς πέρδικας ἐκμιμεῖσθαι, καὶ συναθύρειν αὐτῷ πρὸς ἔριν ἐκείνους. τὸ δὲ παραδοξότερον ὅτι καὶ φρόνησις ἐνῆν τῷ ἀνθρώπῳ, οὐδὲν ὑπὸ τῆς βραχύτητος καταβλαπτομένη· καὶ γὰρ καὶ τὸ φθέγμα οὐκ ἄμουσος ἦν, καὶ οἱ λόγοι τοῦ νοῦ παρεῖχον ὁρᾶσθαι τὴν γενναιότητα.
ἐκάτερος δὲ τῶν εἰρημένων τοῖς τοῦ συγγραφ·έως χρόνοις ἐνήκμασαν, καὶ οὐ θᾶττον μετῆλθον τὸν βίον. ὁ μὲν γὰρ μέγιστος τὰ εἰκοσιπέντε διεξιὼν ἔτη ἀπεβίω, ὁ δ’ ἐλάχιστος οὐκ ὀλίγῳ καὶ τούτων λειπόμενος.
τὰ δὲ καὶ προγεγενημένα, ταῖς ἱστορίαις αὐτοῦ καταστρώννυσιν.
τὴν τάξιν, ἐψιλωμένου ε δὲ τῶν δι’ ὧν ἡ διαδοχὴ τοῦ γένους, τοιάδε·
Historia ecclesiastica (fragmenta ap. Photium). Philostorgius. ed. Joseph Bidez. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.