ΕΚ ΤΟΣ ΟΓΔΟΗΣ ΙΣΤΟΠΙΑΣ
1τίθεται πρὸς τὸν Πέρσην σπονδάς, τῆς τε Νισίβεως αὐτῷ ὑπεκστὰς καὶ τῶν φρουρίων ὅσα Ῥωμαίοις ἐπὶ Πέρσας ἄχρι τῆς Ἀρμενίας οἱονεὶ τεῖχος προὐβέβλητο.
τάφου ὃς τὰ Μαξιμίνου συνεῖχεν ὀστᾶ κατέθεντο, λεωφόρου μόνης ἀπ’ ἀλλήλων τὰς θήκας αὐτῶν διατειχιζούσης.
σπονδὰς πρὸς τὸν Πέρσην εἰρηνικὰς ποιησάμενος, τὴν Νίσιβιν παραδοὺς τοῖς Πέρσαις ἄνευ τῶν οἰκητόρων, ἐξῆλθεν ἐκεῖθεν. ὁ γὰρ στρατὸς λιμῷ καὶ λοιμῷ διεφθείρετο.
ὡς αὐτοῖς ἐδόκει πρὸς τὸ ἄριστον τιθέμενοι καὶ δὴ καὶ ἐπισκόπους καθίστασαν. ὧν Κάνδιδος μὲν καὶ Ἀρριανὸς ταῖς κατὰ Λυδίαν καὶ Ἰωνίαν ἐκκληςίαις ἐφίστανται, Παλαιστίνης δὲ ὁ ἀπὸ Χαιρατόπων Θεόδουλος ἐπεσκόπησεν. ἐν δὲ Κωνσταντινοῦπόλει (καὶ γὰρ Εὐδοξίου καί τινων ἄλλων αἱρέσεων ἀπορρυὲν οὐκ ὀλίγον πλῆθος τὴν περὶ
Ἀέτιον καὶ Εὐνόμιον μοῖραν ἐπηύξησεν) χειρτονοῦσι πρῶτον τῆς καθ᾿ ἑαυτοὺς ἐκκληςίας Ποιμένιον ὄνομα. ὃ καὶ τὸ Εὑδόξιον, μέχρι τότε τὰς πρὸς αὐτοὺς τῆς ἑνώσεως ἐλπίδας ὑποτρέφοντα, εἰς τὸ βεβαίως ἀντίπαλον μετεστήσατο. Ποιμενίου δὲ μετ᾿ οὐ πολὺν ἀποβιώσαντος χρόνον, ἀντικαθιστῶσι Φλωρέντιον, εἰς δὲ τὴν Λέσβον, τοῦ
ταύτης ἀποιχομένου ποιμένος, χειροτονοῦσι Θάλλον. τῇ δὲ πρὸς τῷ Πόντῳ Γαλατίᾳ καὶ Καππαδοκίᾳ Εὐφρόνιον προχειρίζονται· τὴν δὲ Κιλικίαν Ἰουλιανὸς ἐγχειρίζεται. πρὸς δὲ τὴν ἐν τῇ κοίλῃ Συρίᾶ Ἀντιόχειαν μετ᾿ οὐ πολὺν χρόνον ἐθελοντὴν ἀφικνεῖται Θεόφιλος ὁ Ἰνδός, ἐφ᾿ ᾧ τὸν Εὐζώϊον μὲν κατὰ τὸ προηγούμενον ἀναστῆσαι εἰς τέλος
ἀγαγεῖν τὰ ὐπὲρ Ἀετίου ἐγνωσμένα· εἰ δὲ μή, αὐτός γε καθηγήσεσθαι τοῦ ἐκεῖσε πλήθους ὅσον τὴν ἐκείνου γνώμην ἠσπάζετο. ἑκατέρας δὲ Λιβύιης καὶ ὅσον ἐν τῇ Αἰγύπτῳ τὸ αὐτῶν διέσωζε φρόνημα, τοῖς ἀμφὶ Σέρραν τε καὶ Στέφανον καὶ Ἡλιόδωρον ἔμελεν.
κόρον διακοσμεῖμ, τήν τε δύναμιν τῶν λόγων ἀνυμνῶν και τὸν βίον ἀποθειάζων.
ὡς ὁ Χριστὸς τρεπτὸς μὲν τῇ γε φύσει τῇ οἰκείᾳ, ἐπιμελείᾳ δὲ τῶν ἀρετῶν ἀνυπερβλήτῳ εἰς τὸ ἄτρεπτον ἀνυψωθῆναι· καὶ ὅτι μηδὲ φθέγγοιτο μηδ᾿ ἀκούοι τὸ θεῖον, ἐπεὶ χεῖρες ἂν αὐτῷ καὶ ἀκοαὶ 7 8 9 συμπλασθήσονται· καὶ ἄλλα δὲ τοιουτότροπά φησιν αὐτὸν δυσσεβῆσαι.
ἀνδρῶν ἐκείνων τὸν βίον ἔλεγχον τοῦ οἰκείου ὑπειδόμενος, δἰ ἔχθρας καθίσταται τῷ Ἀετίῳ, καίτοι γε μὴ ἀνασχόμενος πρὶν εἰς τὸν κατ’ κατ᾿ αὐτοῦ τόμον χειρογραφῆσαι. ἀλλὰ τῷ γε Φόβῳ δὲ καὶ οὑτος ἠν τῶν οὐχ ἑλομένων καταψηφίσασθαι Ἀετίου, φίλον δ᾿ αὐτὸν παλαιά τε συνήθεια ἐποίει καὶ τῆς ἐκθέσμου πολιτείας
ἀπαράλλακτον), οὑτοι δὴ καὶ Αὐξιδιανὸν ἑταιρισάμενοι ἐπίσκοπος δ’ ἦν καὶ οὗτος ὥσπερ κἀκεῖνοι), κατὰ δὴ τοῦ Ἀετίου καὶ τῶν περὶ Κάνδιδον συσκευάζονται. καὶ δὴ καὶ ἑτέρους ἓξ τῶν ἐπισκόπων συναγειράμενοι καὶ συνέδριον καθίσαντες, κοινῇ ψήφῳ γράμμα τοῖς περὶ Εὐδόξιον καὶ Μάριν διαπέμπονται.
κοινὴν νεωτερισθείσας γνώμην, ἀλλὰ γὰρ καὶ τὰς ἄλλας ὃς οἱ περὶ Ἀέτιον ἐτελέσαντο.
ἐλάμβανεν· ἀντιγράφει δὲ πρὸς τοὺς περὶ Θεοδόσιον, αὐτοὺς εἰς τὴν πρᾶξιν, μᾶλλον δ’ ὑποτιθέμενος χωρεῖν κατὰ τῶν παρασχόντων ἢ τῶν δεξαμένων τὰς χειροτονίας.
Εὐνομίῳ.
ἐπικειμένου οὺν τῷ στρατῷ χωρεῖ ἐπὶ τὰ πρόσω. καὶ πολλοὶ
15
οἰκήματι, νοτὶς μὲν τῶν νεοχρίστων τοίχων ἀνεδίδοτο· ἠρέμα δὲ διὰ τῶν ῥινῶν παραδυομένη καὶ τοὺς αναπνευστικους πορους επιφραττουσα καὶ ἀποπωιγουσα διαφθείρει τὸν βασιλέα, διανύσαντα ἐν τῇ βασιλείᾳ μῆνας ἐγγὺς δέκα.
ὁ δὲ στρατὸς κατὰ Νίκαιαν γεγονώς, ἡμερῶν διαγενομένων δώδεκα,
τῆς αὐτοῦ βασιλείας καὶ τεσσαράκοντα <καὶ . . ?> τῆς Ἰοβιανοῦ τελευτῆς; vgl. Chron. Pasch. S. 555, 18: καὶ ἐπήρθη Οὐαλεντινιανὸς Αὔγουστος ἐν Νικαίᾳ Βιθυνίας μηνὶ περιτίῳ πρὸ έ καλανδῶν μαρτίων. τούτῳ τῷ ἔτει ἐπήρθη Οὐάλης Αὔγουστος ὁ ἀδελφὸς Οὐαλεντινιανοῦ εἰς Κωνσταντινούπολιν ἐν τῷ Ἑβδόμῳ ὑπὸ Οὐαλεντινιανοῦ Αὐγούστου μηνὶ δούστρῳ πρὸ δ' καλανδῶν ἀπριλίων [s. Chron. mm. I 240
ed. Mommsen]; vgl. auch Ammian. Marcell. XXVI 4, 3 u. Socrat. III 26 f
πολλή, καὶ δι’ αὐτῆς ἀπεπνίγη κοιμώμενος.
καὶ Γλαΐφου τῶν δομεστίκων οὑτος ἡγεῖτο).
ὑμετέρα ψῆφος τὸ κῦρος ἐπεῖχεν· ἐκεῖθεν δὲ τὸ πρακτέον σκοπεῖν καὶ διευθετεῖν οὐχὶ τῶν βασιλευομένων, τοῦ δὲ βασιλεύοντος ἡ κρίσις ὑπάρχει.«
Σερμίου, ἐπὶ τὴν Ἑσπέραν ἀπαίρει. ἐν δὲ τῷ Σερμίῳ τὰ τῆς βασιλείας πρὸς αὐτὸν διανειμάμενος ὁπόσα εἰς κόσμον καὶ τὴν ἄλλην ἐτέλει θεραπείαν, τὸν μὲν εἰς Κωνσταντινούπολιν ἀποπέμπει, τῆς Ἑῴας
τὸν ἴδιον ἀδελφὸν ἀναγορεύει βασιλέα τῇ πρὸ πέντε καλανδῶν μαρτίων, μετὰ τριάκοντα καὶ δύο ἡμέρας τῆς αὐτοῦ βασιλείας.
δὲ τῶν ἐκκλησιῶν. ἐγὼ τοίνυν εἰς τοῦτο τὸ πρᾶγμα οὐδὲν ἔχω· ὅπου
εἴρηκεν ἔτι ὀρθὸν ἔχων τὸ φρόνημα καὶ μήπω διαφθαρέν. συναχθέντες δὲ οἱ ἐπίσκοποι ἐν Λαμψάκῳ (πόλις δέ ἐστι τοῦ Ἑλλησπόντου) ἀνακεφαλαιοῦνται τὰ τῆς πίστεως ὀρθὰ δόγματα· καὶ παραθέντες τὴν πίοτιν Λουκιανοῦ τοῦ μάρτυρος, ἀνεθεμάτισαν τὸ ἀνόμοιον· καὶ ὑπογράψαντες τῇ πίστει τῇ προεκτεθείσῃ ὑπὸ τῶν ἁγίων πατέρων
τῶν έν Νικαίᾳ, εἰς πάσας τὰς ἐκκλησίας διεπέμψαντο. οὐ μετ οὐ πολὺ δὲ ὑπαχθέντος τοῦ βασιλέως Οὐάλεντος τῇ αἱρέσει τοῦ ἀνομοίου, ἤρξαντο πάλιν οἱ ἐπίσκοποι ἐλαύνεσθαι καὶ ἐξορίζεσθαι, Εὐδοξίου σὺν Ἀετίῳ καὶ Εὐνομίῳ καὶ τῶν λοιπῶν αἱρετικῶν, τῶν τὸ ἀνόμοιον πρεσβευόντων, στρατηγούντων.
τοῦ διδασκάλου, καὶ μάλιστά γε περὶ τὴν ἀστροθεάμονα τέχνην, καὶ καθηγήσασθαι δὲ πολλῶν ἐν τοῖς μαθήμασιν. λέγει δ᾿ ὁ Θεοδοσίου τοῦ νέου βασιλεύοντος διασπασθῆναι τὸ γύναιον ὑπὸ τὸ ὁμοούσιον πρεσβευόντων.
γενέσθαι, ὃς ἄριστος ἰατρῶν ὑπῆρχεν, καὶ παῖδας φῦσαι Φιλάγριόν τε καὶ Ποσειδώνιον. Μάσασθαι δὲ τὸν Ποσειδώνιον ἰατρικῇ διαπρέποντα. λέγειν δ᾿ αὐτὸν ὅμως οὐκ ὀρθῶς οὐχὶ ἐπιθέσει τοὺς ἀνθρώπους ἐκβακχεύεσθαι, ὑγρῶν δέ τινων κακοχυμίαν τὸ πάθος ἐργάζεσθαι. μηδὲ γὰρ εἶναι τὸ παράπαν ἰσχὺν
ἀνθρώπων φύσιν ἐπηρεάζουσαν. εὐδοκιμεῖν δὲ καὶ Μάγνον έν Ἀλεξανδρείᾳ τὴν αὐτὴν τέχνην μεταχειριζόμενον.
35
διεσπάρη. τοῦτο δὲ πέπονθε διὰ φθόνον καὶ τὴν ὑπερβάλλουσαν σοφίαν καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίαν, ὡς μέν τινες, ὑπὸ Κυρίλλου.
Πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παρ’ αὐτοὺς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπὶ πλεῖστον οὑτοι προεληλύθεισαν καὶ τῶν 1 ἰερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Ἀπολινάριος·
οὖτος γὰρ δὴ καὶ τῆς Ἑβραΐδος διαλέκτου ἐπαΐειν οἶός τε ἠν. καὶ
44 45
Γρηγορίῳ καὶ παρ’ ἀμφοτέρους ἐξεταζομένῳ μείζω βάσιν εἰς εἶχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἠθος οὐδὲν ἡττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἶς
ὡρῶντο καὶ οἶς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τοὺς καθ᾿ ὁτιοῦν αὐτῶν ἁλίσκεσθαι δυναμένους.
46
Βασίλειος δὲ πανηγυρίσαι μόνον λαμπρότατος ἦν. τῷ δὲ Γρηγορίῳ ἑκάτερα παρ᾿ ἀμφοτέρους ἐξεταζομένῳ μείζω βάσι εἰς εἶχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, δὲ σταθηρότερος.
Journal du Ministere Russe de l'Instr. Publ., Janvier 1910, Partie class. S. 8: Κἂν Φιλοστόργιος δέ τις ἐν τοῖς κρείττοσι τοῦτον (näml. Gregor v. Nazianz) ἠρίθμησε, μείζονα τῶν ἄλλων τὴν βάσι αὐτῷ τῶν λόγων φάμενος, οὐ πάνυ τῇ μαρτυρίᾳ γέγηθα.
πολλῷ τῆς ἀληθείας τετίμηται.
μέσον καὶ τὴν ἡσυχίαν ἀσπασαμένου, μόνον δέ τινα τῶν Εὐνομίου κεφαλαίων ἐν τῷ Περὶ υἱοῦ λόγῳ ἀνατρέψαντος ὡς ἐν εἴδει τῆς πρὸς Ἀνομοίους ἀντιρρήσεως, ὁ δὲ Εὐνόμιος Ἀπολινάριον μὲν οὐδὲ ἀντιρρήσεως ἠξίωσε (καὶ γὰρ τῷ ὄντι πλαδαρὸς εἰς ταῦτα ἀπήντησε καὶ ἀουστρεφής), Βασιλείῳ δὲ ἀντεῖπεν ἐν πέντε λόγοις.
ὦν τοὺς δύο τοὺς προεκδοθέντας δεξάμενος Βασίλειος ὑπὸ τῆς δυσθυμίας τὸν βίου ἀπέλιπε. κα περὶ μὲν Εὐνομίου τοσαῦτα.
καίτοι κατὰ τῶν ὀρθοδόξων λυσσῶν, Γρηγορίου μὲν τοῦ θεολόγου καθάψασθαι οὐκ ἐτόλμησεν, ἀλλὰ καὶ τὴν παιδείαν καὶ ἄκων συνομολογεῖ. Βασιλείου δὲ τοῦ μεγάλου ἐπεχείρησεν ὑφᾶναι μῶμον, δι’ οὖ λαμπρότερον ἔδειξεν. τὴν μὲν γὰρ ἰσχὺν καὶ τὸ κάλλος τῆς ἐν ταῖς πανηγύρεσιν ὁμιλίας ὑπ' αὐτῆς τῆς τῶν πραγμάτων
ἐναργείας ἐβιάσθη συμφθέγξασθαι, θρασὺν δὲ αὐτὸν ὸ δείλαιος άποκαλεῖ καὶ ἀντιλογικῶν λόγων ἄπειρον, ὅτι, φησίν, άπετόλμησεν Εὐνομίου ταῖς συγγραφαῖς ἀντιτάξασθαι.
κατασύρειν εἰσάγει σπουδήν. λέγει δὲ μετὰ τῶν ἄλλων ὅτι καὶ τὴν τῶν σωμάτων ἀνάστασιν ἀπεκήρυξεν.
πιθανός, καὶ δὴ καὶ Βασίλειος, ἀλλὰ γὰρ καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ ὁ Κυζίκου ἐπίσκοπος Ἐλεύσιος· μεθ' ὡν Μαραθώνιος καὶ Μαξιμῖνος, τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πρεσβύτεροι.
Ἀέτιον, ἀτεχνῶς γάρ φησιν ἐπὶ τῆς γλώττης ἄκρας αὐτοῦ ἅπαντα δοκεῖν ἀθρόα κεῖσθαι· σαφηνείᾳ δὲ διδασκαλίας καὶ συμμετρίᾳ καὶ τῷ πρὸς τοὺς μαθησομένους μάλιστα ἁρμοδιωτάτῳ τὸν Εὐνόμιον.
Historia ecclesiastica (fragmenta ap. Photium). Philostorgius. ed. Joseph Bidez. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.