EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ
1αὐτῷ περιῆν καὶ μετ' αὐτὸν Κωνστάντιος, ὁ δὲ οὐδὲν παραγυμνοῦν ἐθάρρει διὰ τὸ ἐξ ἐκείνων δέος· ἐπεὶ δὲ οὑτοι ἐξ ἀνθρώπων ἠσαν, αὐτὸς δἐ τῶν πραγμάτων ἤδη κύριος ἠν, τότε δὴ εἰς τὸ φανερὸν ἀπαμφιασάμενος πάσαις ἀθρόον εἰς τὸν Ἑλληνισμὸν ἐξερράγη ταῖς προθυμίαις.
4 5
ἐξωμόσατο μὲν γὰρ πρότερον ὡς εἴρηται, τὰ Χριστιανῶν, οὐ μὴν εἰς τοὺμφανὲς ἐκρῆξαι τὴν dibiva τῆς ἀσεβείας ἐτόλμησε.
καὶ τῷ κατὰ Ἀετίου τόμῳ ὑποσημήνασθαι τοὺς ὁμοδόξους βιαζόμενον, εἰσπηδήσαντες τὸ Ἑλληνικὸν καὶ συλλαβόντες αὐτὸν πολλά τε εἰς τὸ σῶμα ἐνυβρίσαντες, εἶτα πυρὶ παρέδοσαν: φησὶ δ’ ὁ δυσσεβὴς συγγραφεὺς οὗτος καὶ τὴν Ἀθανασίου γνώμην στρατηγῆσαι τῆς πράξεως. ἀλλὰ γάρ, Γεωργίου διαφθαρέντος, τὸν οἰκεῖον
θρόνον ὁ Ἀθανάσιος τῶν Ἀλεξανδρέων αὐτὸν ἀσμένως ὑποδεξαμένων, ἀναλαμβάνεται.
9
δύναμις· πάντως δὲ καὶ αὐτὸς τοῦτο πεπληροφόρησαι ἐξ ὡν σοι χρησμῶν Ὀριβάσιος ὁ ἰατρὸς καὶ κοιαίστωρ παρὰ τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος ἄρτι κεκόμικεν. ἐγὼ δέ σοι καὶ τὸν χρησμόν, κἂν μὴ βούλῃ, ἐπαναγνώσομαι. ἔχει γὰρ οὕτως·
βούλει T Symeon | 21 ὁριβάσιοσ Τ ὀρειβάσιοσ ὁρ. Μ) PRM ὀρηβάσιοσ V, wie im Text | κυαίσιωρ P | 22 ἄρτι T Symeon > PRMV | V | 24 βασιλεῖ HSS u. Cedren., das Metrum verlangt βασιλῆι· | 26 ἔχοι M | δάφνη P | 26 ἀπέσβεστο PMT Symeon Cod. B (Cod. A wie im Text)
ἀναιδῶς ἑλλήνιζεν, αἵματι θυσιῶν τὸ ἅγιον βάπτισμα ἀποπλυνάμενος καὶ πάντα ποιῶν οἷς οἱ δαίμονες θεραπεύονται [bis hier = Exe. Tripart. bei Theophan. 46, —20]. πέμπει οὖν Ὀριβάσιον τὸν ἰατρὸν καὶ κοιαίστωρα ἐν Δελφοῖς τὸν ναὸν τοῦ Ἀπόλλωνος. ἀπελθὼν οὖν αὐτὸς καὶ τοῦ ἔργου ἁψάμενος λαμβάνει χρησμὸν παρὰ τοῦ δαίμονος·
τῆς δὲ τοῦ σωτῆρος εἰκόνος βοτάνης κατὰ τοὺς πόδας ἀναφυείσης, νοσημάτων μὲν ἁπάντων, μάλιστα δὲ τῆς φθινάδος ἴαμα, καὶ ζητούν- των τὴν αἰτίαν ἐλελήθει γὰρ τῷ χρόνῳ καὶ οὺτινος ἔφερε μορφὴν καὶ ἡ πρᾶξις δἰ ἣν ἀνεστήλωτο· ἐν ὑπαίθρῳ γὰρ καὶ γυμνὸς ἐστώς, ἐπ’ οὐκ ὀλίγον συνεχώσθη τοῦ σώματος, γῆς ἐπ αυτον ἐκ τῶν
ὑψηλοτέρων ἀεὶ τόπων έν τοῖς τῶν ὄμβρων μάλιστα καιροῖς ἐπιφερο- μένης, ὐφ' ἦς ἡ τῶν γραμμάτων τῶν ἕκαστα δηλούντων ἠφάνιστο γνῶσις)· τῆς οὖν ζητήσεως ταύτης ἐπιστάσης, ἀνωρύχθη μὲν τιὸ συγκεχωσμένον, εὑρέθη δὲ γράμματα τὴν ἱστορίαν πᾶσαν ἀναδιδάσκοντα. καὶ ἡ πόα μὲν οὐκ ἕτι μετ’ ἐκεῖνον ὤφθη τὸν χρόνον οὔτε
ἐκεῖ οὔτε ἀλλαχόθι· τὸν δὲ ἀνδριάνιτα μεταστησάμενοι ἐν τῷ τῆς ἐκκλησίας SittKoviKcp τὰ πρέποντα ἐθεράπευον, σέβοντες μὲν ἢ προσκυ- νοῦντες οὐδαμῶς (οὐ γὰρ ἦν θέμις χαλκὸν ἢ ἄλλην ὕλην προσκυνεῖν), αὐτῶ δὲ τούτῳ, στάσει τε σεμνοτέρᾳ καὶ τῷ μεθ’ ἡδονῆς ἐπιφοιτᾶν τῷ τόπῳ τὸ εἶδος θεασομένους, τὸν περὶ τὸ ἀρχέτυπον πόθον ἐπι-
δεικνύμενοι.
unt. S. 80, 35]: Τὸν δὲ τοῦ σωτῆρος ἀνδριάντα ἐν πανεάδι τῇ πόλει πρὸς τῆς αἱμορροησάσης γυναικὸς κατασκευασθέντα με- γαλοπρεπῶς, ἣν ὁ Χριστὸς ἰάοατο, καὶ ἱδρυνθέντα ἐν ἐπισήμῳ τόπῳ τῆς πόλεως, ὃν μετὰ χρόνον γνωσθέντα ἐκ τῆς αὐτόθι φυομένης βοτάνης τοῦ θαύματος οἱ Χριστιανοὶ ἀράμενοι ἐν τῷ
τῆς ἐκκλησίας διακονικῷ ἔπτησαν, τοῦτον οἱ Ἕλληνες κατασπά-
κεφαλήν, ἐν τῷ σύρεσθαι τοῦ αὐχένος διαζυγεῖσαν, τινὲς λαθόντες τῶν ἐπαλγούντων τοῖς δρωμένοις ἀνελάβοντό τε καὶ ὡς ἠδύναντο διεσώσαντο. καί φησι ταύτην καὶ αὐτὸς θεάσασθαι.
τῶν ταύτην οἰκούντων τότε· εἶτα δὲ Καισάρεια ἡ Φιλίππου ἐκεκέκλητο.
καταλειφθείσης καὶ ἁρπαγείσης ὑπό τινος ἐν τῷ θορυβεῖσθαι τοὺς Ἐλληνας, λαλούντων αὐτῶν βλάσφημα καὶ ἀπηχέστατα ῥήματα εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἃ μή τις ἀνθρώπων ἤκουσε πωποτε.
φυλῆς, ὁπηνίκα χρόνον ἐπ᾿ οὐκ ὀλίγον οὑτοι δὴ ἔθνους πλανώμενοι, τελευταῖον τὰ ταύτῃ κατασχόντες χωρία, μόγις ἱδρύθησαν καὶ πόλιν ἐπὶ τοῖς ἄκροις αὐτῶν ὄρεσι δειμάμενοι τὴν τοῦ φυλάρχου σφῶν ἐπέθηκαν κλῆσιν. καὶ τοῦτο ἦν τῆς Ἰουδαίας ὁ ἔσχατος πρὸς Φοινίκην ὅρος. ταύτην χρόνῳ ὕστερον Ἡρώδης ὁ
μέηας οἰκοδομήσας Καισάρειαν Φιλίππου μετωνόμασε· νῦν δὲ Πανεάς
δεδραματούργηται. τὰ τοῦ προφήτου Ἐλισσαίου ὀστᾶ καὶ τοῦ βαπτιστοῦ Ἰωάννου (ἐκεῖ γὰρ ἄμφω ἐτέθαπτο) τῶν θηκῶν ἐξελόμενοι καὶ ζῴων ὀστοῖς ἀλόγων συγκαταμίξαντες ὁμοῦ πρὸς κόνιν κατέκαυσαν καὶ εἰς τὸν ἀέρα διεσπείραντο. καὶ τοὺς Χριστιανίζοντας δὲ 22 23 24 25 ἐστι καλουμένη. τὸ γὰρ Πανὸς ἐν ταύτῃ βρέτας στησάμενοι, εἰς τοῦτο τὴν τῆς πόλεως ἔτρεψαν προσηγορίαν. ἐν ταύτῃ τῇ Πανεάδι
τῶν τοῦ Ἰορδάνου πηγῶν ἡ ἑτέρα τίκτεται, δυοῖν οὐσῶν, Δὰν ἐκ τοῦ παλαιοῦ ὀνόματος ἔτι καὶ νῦν ὀνομαζομένη· τὴν γὰρ ἑτέραν, ἥτις Ἰὸρ ἐπικαλεῖται, πόρρωθεν ταύτης ὡς ἀπὸ σταόίων ρ΄ καὶ ξ΄ κολωνός τις τοῦ αὐτοῦ προΐησιν ὄρους. ὧν ἐξ ἑκατέρας προχεῖται ποταμός, ὁ μὲν Ἰοράτης, ὁ δὲ Δανίτης ἐπικαλούμενος· οἳ διὰ τοῦ
ὄρους ἐνεχθέντες ἐπειδὴ καταβαῖεν εἰς τὸ πεδίον, ἐνταῦθα ἤδη ξυνίασι καὶ ἕνα μέγιστον ἀποῖελοῦσι ποταμὸν τὸν Ἰορδάνην, ἐν ταὐτῷ ἤδη τό τε ῥεῦμα καὶ τὴν προσηγορίαν κιρνάμενοι. ὃς τήν τε τῆς Τιβεριάδος διέξεισι λίμνην, μέσην τέμνων αὐτὴν καὶ δι᾿ ὅλης αὑτῆς ἐν τῷ οἰκείῳ ὁλκῷ ῥεόμενος μέχρις ἂν ἐπὶ τὴν κατέναντι ἐκπεράσειε γῆν ἴσος αὐτὸς
αὑτῷ καὶ παραπλήσιος ὤν, κἀντεῦθεν ἤδη διὰ τῆς Παλαιστίνης ἐνεχθεὶς ἅπας εἰς τὴν Νεκρὰν καλουμένην εἰσπεοὼν ἀφανίζεται θάλασσαν.
ἐλίκμησαν. [Hier 3a=ob. S. 78,30—79,18 eingeschoben; folgt § 58] Αὐτὸς δὲ ὁ παρανομώτατος καὶ πάντων ἀσεβῶν ἀσεβέστατος Ἰουλιανὸς 28 συλλαμβάνοντες, ἔστιν ὅτε τοῖς βωμοῖς ἀναπτομένοις ὡς ἱερεῖα ἐπετίθεσαν, 29 καὶ εἰς πολλὴν ἄλλην ἀρρητουργίαν ἐξεβακχεύθησαν. ἅπερ Ἰουλιανὸς ἐπιστάμενος οὐχ ὅπως ἤχθετο, ἀλλὰ καὶ διαφερόντως ὡς τῆς μὲν ἐπὶ τοῖς δρωμένοις δυσκλείας εἰς ἑτέρους ἀνιούσης,
τῆς δ’ αὐτοῦ γνώμης τοῖς ἐκείνων ἔργοις περαιουμένης.
δὴ πάσης ἐξουσίας ἑκατέρᾳ μοίρᾳ μετεδίδου πράττειν ὅσα καὶ δυνατὰ αὐτοῖς εἴη εἰς τὴν οἰκείαν σύστασίν τε καὶ ὠφἐλειαν. ἐξ ὡν πρὸς ἀλλήλους συρρηγνύμενοι πολλὴν ἀσχημοσύνην καὶ μέμφιν, ὅπερ ἠν τῷ ἀποστάτῃ σπούδασμα, προσετρίβοντο τῇ εὐσεβείᾳ.
30 31
λευσε usw. [= unt. S. 95, 14 14 ff]
μαθημάτων κατὰ τῆς ἡμετέρας θρησκείας ἐσχεδίασεν ὕθλον; μὰ τὸν ἐμοὶ προσφιλέστατον Ἥλιον, τὸν χρυσαυγῆ καὶ παγκόσμιον, οὐκέτι ἀνέξομαι τοῖς Ἑλλήνων μαθήμασι τὸ Χριστιανῶν ἀθεώτατον ἐκπαιδεύεσθαι γένος. ἰδοὺ γὰρ τῆς ἱερᾶς τῶν λόγων παιδείας καὶ οὗτος ὁ κύων μεταλαβών, κἂν οὐκ ἐπ’ εὐθείας καὶ ὁμαλοῦ ἀλλ' ὅμως
πολλήν τινα καὶ ἀτερπῆ περὶ τὴν ἱστορίαν μωρολογίαν κατέχεεν τῶν ἱερῶν ἐκείνων καὶ φιλοσόφων ἀνδρῶν.
καὶ δι’ αὐτῶν ὁπλίζεσθαι κατ’ αὐτῶν.
καὶ ῥάντας καὶ θύτας καὶ κανηφόρους καὶ ὅσας ὁ Ἑλληνικὸς ὕθλος ἐπιφημίζει Προσωνυμίας· ταῦτα μὲν οὐν καὶ ἕτερα ὁ δυσσεβὴς Ἰουλιανὸς κατὰ τὴν Κωνσταντινούπολιν.
ἐκείνου χάριν καὶ πολλὴν ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύμενον, ἄρχοντα τῆς Ἐῴας ὅν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνισμὸν αὔξειν τε καὶ ἐπαίρειν. ὁ δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ ἐπειρᾶτο μείζων τῶν ἐντεταλμένων
τοῖς ἔργοις φαίνεσθαι. καὶ δὴ προσαφαιρεῖται μὲν πασῶν τῶν ἐκκλησιῶν ἅπαντα τὰ κειμήλια ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῶ̣ καὶ σηρικοῖς ὑφάσμασι διετίλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας τοῦ μή τινα εἰσφοιτᾶν ἐν αὐταῖς εὐχῆς ἕνεκα, κλεῖθρα καὶ μοχλοὺς τοῖς πυλῶσιν ἐπιβαλών· καὶ ταῦτα μὲν κατὰ τὴν Ἀντιόχου πόλιν ὁ τῆς Ἀνατολῆς
ἄρχων εἰργάζετο.
πρὸς Εὐνόμιον ἀνεδέξατο, σύνοδον ἐπιστέλλει τῷ Ἀντιοχείας Εὐζωΐῳ συναθροῖσαι, δι' ἡς ἔδει τὸν Ἀέτιον τῆς καταδικαζούσης ψήφου άπολυθῆναι. ὁ δὲ Εὐζώϊος οὐδὲν πρὸς τὴν ἀξίωσιν ἐπεστράφη, αἰτιασάμενος μάλιστα τὸν Εὐδόξιον, ὅτι μὴ αὐτὸς προκατήρξατο πράττειν ἅπερ ὑποτίθησιν ἑτέροις. ἐπιμένοντος δὲ τοῦ Εύδοξίου τῇ άξιώσει,
ὑπισχνεῖται καὶ ὸ Εύζώϊος τὴν πρᾶξιν.
τῆς Κωνσταντινουπόλεως σὺν παντὶ τῷ στρατῷ τὴν ἐπὶ Συρίας ἐποιεῖτο ὸδόν. διελθὼν τοίνυν ἅπασαν τὴν Φρυγίαν καὶ πρὸς τὴν ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον καταντήσας, ἐξέκλινε τὴν Ἰσαυρίαν καταλιπών· καὶ τὸν λεγόμενον Ταῦρον ὑπεραναβὰς ἠλθεν ἐπὶ τὰς πόλεις τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας τῷ
ἐν Ἰσσῷ, αὐτοῦ κατασκηνοῖ, τὸν ἐκ Μακεδονίας Ἀλέξανδρον μιμησά- μενος· αὐτόθι γὰρ κἀκεῖνος ἐν Ἰσσῷ τὸν πρὸς Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα συνεκρότησε πόλεμον καὶ τοῦτον νικήσας ἐπίσημον τὸν τόπον εἰργάσατο. ἐκεῖθεν τὸν Ἰσσικὸν κόλπον διαπεράνας ἦλθεν ἐν Ταρσῷ τῇ πόλει, κἀκεῖθεν εἰς Ἀντιόχειαν θυμομαχῶν κατὰ τῶν χριστιανῶν καὶ
ἐπαπειλούμενος τὸ τούτων εἰς ἅπαν ἐξαλείφεν ὄνομα.
δόξα, οἳ μήτε τῇ τοῦ Ἀετίου καταδίκῃ μήτε τῷ τόμῳ τῶν Ἐσπερίων ὑπογράψαι ἠνέσχοντο. καὶ συναθροισθέντες χειροτονοῦσι
ἀγχεμάχους Ὅμηρος καλεῖ. τὸν τοιοῦτον Λεόντιον προσεταιρίζεται ὁ κακόφρων Φιλοστόργιος έν τῇ βίβλῳ αὐτοῦ ὡς ὁμόφρονα Ἀρειανικῆς αὐτοῦ κακοφροσύνης. ὃς παῖδα ἕνα ἐσχηκώς, ἐπειδὴ μὴ χρηστὰς ἐλπίδας αὐτὸν ὑποφαίνοντα πρὸς ἀρετὴν εἶδεν, εὐξάμενος, ὥς φασιν, ἔτι μειράκιον ὄντα ἐποίησεν ἀποθανεῖν· κάλλιστον ἡγησάμενος
τὸ Πρὸ αἰσχροῦ τινος καταλύσασθαι τὸν βίον, τῶν σφαλερῶν κατὰ τὸν βίον ὀλίσθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆς ἐκκλησίας. ἠν δὲ ἐλεύθερος τὴν γνώμην ἐπίσης εἰς πάντας καὶ παρρησιαστικός. καί ποτε συνόδου γενομένης, Εὐσεβίας τῆς Κωνσταντίου γυναικὸς εἰς οἴδημα ἀρθείσης φρονήματος καὶ παρὰ τῶν
ἐπισκόπων προσκυνουμένης, μόνος οὑτος παρὰ φαῦλον αὐτὴν τιθέμενος οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα, πέμπει πρὸς αὐτὸν αἰτιωμένη καὶ ὑποσχέσεσι κολακεύουσα, ὡς »ἐκκλησίαν σοι μεγίστην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύσομαι, εἰ ἀφίκοιο πρός με.« ὁ δὲ ἀντεδήλωσε· »τούτων μὲν
εἴ τι βουληθείης τελέσασθαι, ὠ βασίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ σαυτοῦ ψυχῇ ἴσθι χαριουμένη. εἰ δὲ θελήσειας ὡς ἀφικέσθαι πρός σε ὡς τῆς ἐπισκόποις πρεπούσης αἰδοῦς φυλαχθησομένης, ἵν᾿ μὲν ἐγώ, σὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑφηλοῦ καταβᾶσα μετ᾿ ὑπαντήσειας ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόσχοις ταῖς ἐμαῖς χερσὶν εὐλογιῶν
εἰς ἐννέα τὸν ἀριθμὸν ἀθροισάμενος σύνοδον, τὰς κατὰ Ἀετίου γεγενημένας πάλαι πράξεις διελύσατο. ἔλυσε δὲ καὶ τὴν τοῦ ἑξαμήνου προθεσμίαν μεθ’ ἣν τοῖς περὶ Σέρραν, εἰ μὴ τῇ τοῦ Ἀετίου καθαιρέσει
ἱερωσήνης θεσμον.«
ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεσε τὴν ἐλευθερίαν τῆς γνώμης, καὶ τὴν γυναῖκα παρήνεγκε τῆς ὀργῆς καὶ ἀποπέμπει εἰς τὴν γυναικωνῖτιν.
ὁ δὲ ἐσιώπα. ὡς δὲ ἤρετο αὐτὸν ὁ βασιλεύς, τί σιωπᾷ μόνος ἁπάντων· »θαυμάζω«, ἔφη, »ὅπως ἕτερα διέπειν ταχθείς, ἑτέροις ἐπιχειρεῖς, στρατιωτικῶν μὲν καὶ πολιτικῶν πραγμάτων προεστηκώς, ἐπισκόποις δὲ περὶ τῶν εἰς μόνους ἐπισκόπους ἡκόντων τὸν δὲ βασιλέα καταιδεσθέντα παύσασθαι τῆς ἐν τοῖς
τοιούτοις ἤδη διακελεύσεως. τοιοῦτος ἠν ὁ Λεόντιος ἐλευθέριος.
σιλεντιαρίων πυρὸς φλόγα τοῦ στόματος ἀφιέντα· ἰδεῖν δὲ κατὰ τὸ δειλινόν, ἡνίκα μετὰ τροφὴν τὸν ὕπνον αἱρούμεθα, καὶ ταῦτα σημῆναι Κωνσταντίῳ. καὶ γὰρ ἐκείνου πέμψαντος αὐτὸν διά τινα χρείαν μετακαλέσασθαι τὸν Οὐαλεντινιανόν, περιτυχεῖν τῷ θεάματι. ὁ δὲ Κωνστάντιος τῇ ἀγγελίᾳ εἰς ὑπόνοιαν μὲν καὶ δέος κατέστη, οὐ μήν
γέ τι παρελύπησε τὸν ἄνδρα· παραμυθούμενος δὲ τὸ οἰκεῖον δέος, περὶ τὰ φρούρια τῆς Μεσοποταμίας ἐκπέμπει φύλακα τῶν ἐκεῖσε τόπων ἐσόμενον καὶ τὰς τῶν Περσῶν ἐπιδρομὰς άναστέλλοντα.
παρ’ αὐτοῦ δέξασθαι προσδοκῶν. ἡ δὲ Δάφνη προάστειόν
ὑδάτων, μεγίστων αὐτόθι πηγῶν ἀναδιδομένων, ἀφ᾿ ὡν καὶ ἡ πόλις ὀλίγαις δὴ πόλεων εὐυδροτάτη τυγχάνειν δοκεῖ. καὶ μὴν καὶ οἰκοδομαῖς λαμπραῖς καταλύσεων καὶ λουτρῶν καὶ τῶν ἄλλων κατασκευῶν εἴς τε χρείαν καὶ κόσμον εὖ μάλα πολυτελῶς ἐξήσκηται τὸ χωρίον. ἐνταῦθα καὶ ἄλλων μὲν δαιμόνων ναοί τε καὶ ἀγάλματα ἠν, διαφερόντως
γε μὴν τὸ τοῦ Ἀπόλλωνος ἐξ ἀρχαίων τῶν χρόνων ἐνυπῆρχε θεραπευόμενον. αὐτόθι γὰρ καὶ τὸ περὶ τὴν Δάφνην τὴν παρθένον συμβῆναι πάθος ὁ Ἑλληνικός ἔπλασε μῦθος ἦς δὴ καὶ μάλιστα φέρειν ἔτι δοκεῖ τὴν ἐπωνυμίαν ὁ τόπος.
ἦν· ἐξ ἀμπέλου μὲν αὐτῷ συνεπεπήγει τὸ σῶμα πανθαυμάστῃ δὴ τέχνῃ πρὸς μιᾶς συμφυίας ἰδέαν συναρμοσθέν, χρυσῷ δὲ πᾶς ὁ περικείμενος πέπλος ἀμφιεννύμενος τοῖς παραγεγυμνωμένοις καὶ ἀχρύσοις τοῦ σώματος εἰς ἄφραστόν τι συνεφθέγγετο κάλλος· ἑστῶτί τε μετὰ χεῖρας ἦν ἡ κιθάρα μουσηγετοῦντά τινα ἐκμιμουμένῳ, αἱ τε κόμαι
κοὶ τῆς δάφνης ὁ στέφανος τὸν χρυσὸν ἀναμὶξ ἐπήνθουν, ὡς ἤμελλε χάρις ἐξαστράψειν πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο
τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν λίθων κάλλος καὶ μέγεθος τὸν μέγιστον προσετέλει τῷ ἀγάλματι κόσμον, ἐνταγέντων περιττῶς πρὸς ἀξιοπρέπειαν αὐτοῦ τῶν ἐργασαμένων, έν ὅτι πλείστοις ἀπατᾶσθαι περὶ αὐτοῦ συμβαίνῃ, τῷ περικαλλεῖ τῆς προφαινομένης μορφῆς εἰς τὸ προσκυνεῖν αὐτῶ̣ δελεαζομένοις. ὅπερ οὐν καὶ αύτὸς ὁ
Ἰουλιανὸς πεπονθὼς ἠν· πλείονα γοῦν ἢ σύμπασι τοῖς ἄλλοις ἀγάλ- μασι προσῆγε τὴν θεραπείαν, χιλιόμβας ὅλας ἐξ ἑκάστου γένους αὐτῷ θυόμενος. [§ 53] ἐπεὶ δὲ αὐτῷ πάντα ποιοῦντι καὶ πραγματευομένῳ ὅπως χρῴη τὸ ἄγαλμα πλέον ἠν οὐδέν, ἀλλὰ τοῦτό τε καὶ τὰ λοιπὰ αὐτόθι σύμπαντα ἀγάλματα βαθεῖα σιωπὴ κατεῖχεν, ἐνταῦθα νομίσας τὰ ἀπο
τῆς γοητείας ἐνδεῖν ἣν ἱερουργίαν καλοῦσιν Ἕλληνες, Εὐσέβιόν τινα μέγιστον ἐπὶ τῷ ταῦτα δύνασθαι κεκτημένον ἐν ἕλλησι κλέος μεταπεμψάμενος, τούτῳ προσέταττεν ἐπίπνουν ὅτι μάλιστα τὸ ἄγαλμα καὶ ἐνεργὸν ἀποφαίνειν, μηδενὸς ὡν εἰς τοῦτο προσδεῖν αὐτῷ νομίζοι φεισάμενον. τῷ δὲ ἐπειδὴ πάσας ἑαυτοῦ κεκινηκότι τὰς μηχανὰς καὶ μηδὲν
ὅ τι πλέον ἂν ἐπινοήσειεν ὑπολειπομένῳ τὸν ὅμοιον ἐσεσιωπήκει καὶ κατὰ φύσιν τρόπον, οὐδέν τι μᾶλλον ἢ καὶ πρόσθεν φθεγγόμενον, ἐνταῦθα ἤδη πρὸς τοῦ Ἰουλιανοῦ ἐρωτώμενος [καὶ] καθότι καθότι μάλιστα σιωπῴη, καὶ ταῦτα πάντων τελεσθέντων ἐπ' αὐτῷ τῶν νομιζομένων παρ' αὐτοῖς, τὸν Βαβύλαν ἔφη τῆς σιωπῆς τούτου τε καὶ τῶν λοιπῶν
ἐν αὐτῇ. τὸν δέ γε τοῦ θεοῦ ἀρχιερέα κατὰ τὰ προπύλαια στάντα
αἰτίαν εἰπεῖν, οὐ παντάπασί γε αὐτῆς ἀνεπαίσθητος γεγονώς, ὅτι κρείττων δύναμις σαφῶς ἦν ἡ τὰς τῶν δαιμόνων ἐνεργείας πεδησαμένη, ἄλλως τε καὶ τοῦ δαίμονος αὐτῷ τοῦ τὸν Ἀπόλλωνα ὑποκρινομένου σαφῶς καὶ διαρρήδην, ὡς λέγεται, εἰρηκότος μὴ δύνασθαι άποκρίνασθαι διὰ Βαβύλαν.
ἐκκλησίᾳ κατὰ δή τινα ἑορτὴν στὰς πρὸ τῶν θυρῶν διεκώλυσεν εἰσελθεῖν
αἰτιᾶσθαι, ἔπειτα δὲ κελεύειν τὸν ὅσιον τοῖς δαίμοσι θύειν, μόνην γὰρ εἰναι τὴν ἐξοσίωσιν ταύτην λύσιν τε τοῦ ἐγκλήματος καὶ τῆς μετὰ ταῦτα τιμῆς τε καὶ δόξης πρόξενον. τὸν δέ, γενναίως πρὸς
λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουσθὴναι τῆς εἰσόδου, εἴτε στάσιν τοῦ ὄχλου ὑπειδόμενον, εἴτε καὶ ἄλλως αὐτῷ μεταβουλευθέν· ἐν χαλεπῷ μέντοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασιλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν καὶ
πρῶτα μὲν τὴν τόλμαν τῆς κωλύσεως ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸς τὴν ἔγκλησιν καὶ τὴν πρόκλησιν διακρούσασθαι· τὴν μέν, φήσαντα ποιμένι ὄντι
ἂν ἑλέσθαι τοῦ ὄντως ὄντος ἀποστάντα θεοῦ ψευδωνύμοις ὀλετῆρσι δαίμοσι θύειν. εἶθ᾿ ὁ μὲν ὡς ἐώρα μὴ πειθόμενον αὐτὸν ἁλύσεσι καὶ πέδαις ἐνδησαμένους τὴν ἐπὶ θανάτῳ ἄγειν κεφαλῆς ἀφαιρήσοντας· ὁ δέ, ἐπειδὴ ἢγετο τεθνγξόμενος, ταúτας ἀναλαβὼν ᾖδε τὰς τοῦ ψαλμοῦ ῥήσεις· »ἐπίστρεψον ψυχή μου
εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε«.
τῶν κεφαλῶν ἀφαιρεῖν· οὕς, ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον ὁ Βαβύλας ἑαυτοῦ προστησάμενος προτέρους προσῆγε τῷ τοῦ μή τινα τρέσαντα αὐτῶν ἀναδῦνται τὸν θάνατον. καὶ ἀποτεμνο ταύτην ἀνειπὼν τὴν φωνήν· »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι
εὐθὺς οὖν ὁ τῆς πόλεως ὄχλος προχυθἐντες ὡς ἐπὶ μεγάλῃ αἰτίᾳ καὶ περιβαλλόμενοι εἷλκον τὴν θήκην· ἡ δέ, ὡς οὐχ ὑπ’ ἀνθρώπων ἑλκομένη μᾶλλον ἢ κρείττονος αὐτὴν κινούσης δυνάμεως, ἔφθανε τὴν τῶν ἀγόντων προθυμίαν ἐφεπομένη. αὐθήμερόν γέ τοι αὐτὴν σταδίους πλέον ἢ πεντήκοντα κομισάμενοι, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ
κατέθεσαν. ἔστι δὲ πρὸ τῆς πόλεις οἶκος σώματα Παλαιῶν ἀνδρῶν καὶ ἐνίων γε ἐπ' εὐσεβείᾳ μαρτυρουμένων πολλὰ δεδεγμένος· τότε μὲν οὐν ἐνταῦθα τὴν θήκην εἰσεκόμισαν.
τῆς προθυμίας ἡ ἐλπὶς ἠν καὶ ὁ τόνος ὡς αὐτῶ̣ τι μᾶλλον ἢ τὸ τοιοῦτον διαφέρον κατά τε τὴν μαντικὴν τέχνην καὶ ὅτιπερ αὐτῷ τὸ χωρίον ἀνεῖτο ἡ Δάφνη, νομίζοντι αὐτὸν ἔν γε τῷ οἰκείῳ εἰκότως <πλέον> ἢ τῶν ἄλλων ἄν τινα δαιμόνων ἰσχύειν. Εὐσέβιος καὶ οἱ λεγόμενοι ἱερεῖς καὶ τῶν νεωκόρων τὸ πλῆθος
προσδεχόμενοι τὸν βασιλέα ἐν ἀγῶνι μεγάλῳ ἦσαν, καὶ διηγρύπνουν περὶ τὸ ἄγαλμα πάντα πραγματευόμενοι ὅπως ἐπειδὰν ἀφίκηται τύχοι αὐτοῦ φθεγξομένου, ὡς ἄλλης γε αὐτῷ ἔτι προφάσεως εἰς ἀναβολὴν μὴ ὑπολειπομένης. ἐπειδὴ δὲ πόρρω τῶν νυκτῶν ἠν, τοῦ οὐρανοῦ πῦρ ἀθρόως κατενεχθὲν ἐνέσκηψε τῷ νεῷ, καὶ ἅμα
πανταχόθεν αὐτοῦ δραξάμενον ἐμπιπρᾷ αὐτῷ ἀγάλματι καὶ αὐτοῖς ἀναθήμασιν. πάντων δὲ ὁμοῦ καταφλεγομένων καὶ τοῦ πυρὸς ἐπὶ μέγα ἐξαιρομένου, βοὴ μὲν αὐτίκα μεγάλη περὶ τὸν νεὼν ἦν καὶ θόρυβος οὐδενὶ ἐοικώς· καὶ δὴ πολλῶν ἐπαμῦναι προθυμουμένων οὐδεὶς ἠν ὁ πρὸς τὸ πῦρ ἀντισχεῖν δυνησόμενος· ἀλλ’ οἱ μὲν ἐπὶ τὴν
πόλιν ἔθεον τῷ ἄρχοντι τῆς Ἑῴας Ἰουλιανῷ μηνύσοντες, ὁ δὲ λοιπὸς
τὸ μὲν ἄγαλμα καὶ πᾶν ὅ τι ἐν ἀναθήμασιν ἠν καθάπαξ ἀφανισθῆναι, βραχέα δὲ λειφθῆναι τῶν οἰκοδομημάτων ἐβάφη μνημεῖα τοῦ πάθους ἃ καὶ νῦν ἔτι δείκνυται σαφέστερον τὸ δεῖγμα τοῦ θεηλάτου πυρός.
μέλλοιεν, αὐτίκα προστάττει τῆς μεγάλης αὐτοὺς ἐξωθεῖν ἐκκλησίας καὶ ταύτην μὲν ἄβατον αὐτοῖς παντελῶς ἀποξαίνειν, ὡς ὅτι ἀσφαλέστατα αὐτὴν ἀποκλεισαμένους, τὰ δὲ κειμήλια πάντα δημοσιοῦν.
οὖν παρὰ τοῦ τυράννου καὶ ἀσεβοῦς Ἰουλιανοῦ κελευσθέντων, τί τῶν μεγίστων κακῶν οὐκ ἐτελέσθη; τί δὲ τῶν ἀπηχεστάτων οὐκ ἐλέχθη, τῶν ἀφέτῳ γλώττῃ λαλούντων τὰ ἄρρητα κατὰ τῆς τῶν Χριστιανῶν πίστεως καὶ βλασφημούντων εἰς τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν ἐν πάσαις ταῖς πόλεσιν; ἐν μὲν γὰρ usw. [= ob. 4a S. 80, 30 ff]
ὁ μὲν γὰρ τοὺς πανταχῆ συναγείρας Ἰουδαίους καὶ οἴκοθεν χρήματα καὶ δύναμιν ἄλλην παρασχών, ἀνακαινίζειν ἐπέτρεπεν τὸ
τοὺς Χριστιανοὺς τῆς πόλεως ἐκβαλὼν τοῖς Ἰουδαίοις ἔδωκε κατοικεῖν, ἀποστείλας Ἀλύπιόν τινα τοῦ μετὰ σπουδῆς τὸν ναὸν ἀνοικοδομήσασθαι. Ebd. 68: Ἐπεὶ δὲ ἀνωτέρω εἰρήκαμεν ὡς ὁ παραβάτης Ἰουλιανὸς ἀπέστειλεν εἰς Ἱεροσόλυμα τοῦ τὸν ναὸν τῶν Ἰουδαίων ἀνοικοδομήσασθαι, ὃν Οὐεσπασιανὸς καὶ Τίτος ὁ τούτου υἱὸς μετὰ τῆς πόλεως
καὶ αὐτὸν καθεῖλον καὶ ἐνεπύρισαν, καθὼς προείρηκεν ὁ δεσπότης Χριστὸς περὶ αὐτοῦ πρὸς τοὺς θεηγόρους αὐτοῦ μαθητάς, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπάνω λίθου, ὃς οὐ μὴ καταλυθῇ‘· θέλων οὐν ὁ παράνομος τὰς τοῦ Χριστοῦ φωνὰς ψευδεῖς ἀποδεῖξαι, ἐσπούδαζε μάλιστα τὸν ναὸν οἰκοδομεῖν, προστάξας ἐκ τῶν δημοσίων πραγμάτων
τε καὶ χρημάτων ποιεῖσθαι πᾶσαν τὴν τῆς οἰκοδομῆς ἔξοδον. συνδραμόντων οὖν τῶν θεοκτόνων Ἰουδαίων καὶ μετὰ πολλῆς τῆς χαρᾶς τοῦ ἔργου
καὶ ἄλλους ἄλλα πάθη κατεμερίζετο, καὶ ἡ καταισχύνειν δεσποτικὰ λόγια μελετήσασα τόλμα τὸ ἐκείνων ἀκαταίσχυντον καὶ σεβασμιώτατον λέληθεν ἑαυτὴν ἀνακηρύττουσα.
ἐπιφανεῖς Ἰουλιανός τε ὁ τῆς Ἑῴας θεῖος ὢν κατὰ τὸ μητρῷον γένος τοῦ ἀποστάτου Ἰουλιανοῦ, καὶ Φίληξ ὁ τοὺς θησαυροὺς καὶ Ἐλπίδιος τῆς βασιλικῆς οἰκίας προεστώς κόμητας πριουάτων
σεισμὸς ἐγγιζούσης λοιπὸν τῆς ἡμέρας ἐγένετο, ὥστε πολλοὺς καὶ ὑπαίθρους μένοντας ἐναποψῦξαι· καὶ πῦρ ἐκ τῶν ὀρυττομένων θεμελίων ἐξενεχθὲν πάντας τοὺς εὑρεθέντας ἐκεῖσε κατέφλεξεν. δὲ καὶ πόλεις συνέβη, τὰς περὶ Νικόπολιν καὶ Νεάπολιν Ἐλευθερόπολίν τε καὶ Γάζαν καὶ ἑτέρας πλείους· στοά τε τῆς
Αἰλίας ἤλγουν Ἱερουσαλήμ, ἡ παρὰ τὴν συναγωγὴν τῶν Ἰουδαίων, πολλοὺς τῶν εἰρημένων κατενεχθεῖσα ἀνεῖλεν, πῦρ τε ἐκραγὲν ἀδήλως πλείστους Ἰουδαίων κατέκαυσεν. ἐγένετο δὲ καὶ σκότος κ·ατὰ τοὺς τόπους ἐκείνους, καὶ σεισμοὶ συνεχεῖς πολλὰς φθορὰς ἐν πολλαῖς ἐργασάμενοι πόλεσιν.
ἐκ τοῦ στόματος καὶ θέαμα τοῖς ὁρῶσι γενόμενος φοβερὸν οὐδὲ δι ὅλης ἡμέρας ἤρκεσεν, ἀλλὰ περὶ δείλην ὀψίαν τοῦ αἵματος ἐπιλείποντος καὶ τὴν ψυχὴν συναπέβαλε.
μήτε τινὰ συναίσθησιν ἔχων· μικρὸν δέ πως ὑπορραΐσας, πολλὰ μὲν κατεγίνωσκεν ἑαυτὸν τῆς ἀθεμίτου τόλμης καὶ τὴν δίκην ἐκεῖθεν αὐτῶ συναίσθησιν ἔλαβεν καταρραγῆναι· καὶ μέχρι τοῦ μάρτυρα αυτον ἑαυτοῦ τῆς ἀνοσιουργίας γενέσθαι ἀνενεγκών, παντοδαποῖς ἕλκεσι τὴν γαστέρα σπασθείς, συνδιερράγη καὶ τὴν ψυχήν.
ταῦτα μέχρι τῶν ἐντέρων διασαπεὶς καὶ σκωλήκων ἀδιήγητον χρῆμα τεκνώσας, οἰκτρῶς ἄγαν καὶ οὐδ’ ἀφηγήσεως ἀξίως καταστρέφει τὸν βίον. καὶ μὲν δὴ καὶ ἕτεροι παραπλήσια τετολμηκότες ἐφαμίλλους τὰς τιμωρίας δεδώκασιν.
τὰ Ἱεροσόλυμα Αἰλίαν ἐξ ἑαθτοῦ μετεκαλέσατο, ὡς ἂν παντάπασι τὸ Ἰουδαίων αὐτῆς ἔθνος ἀποστήσῃ καὶ ἀπορρήξῃ καὶ μηδ’ ἐκ τῆς
τὰ τῶν Ἑλλήνων χρηστήρια, τοῦ κατὰ τὴν Δάφνην ἀρξαμένου, χρησμοὺς ἀνεδίδου καὶ λόγια, τῆς θείας προνοίας φθέγγεσθαι μὲν αὐτοῖς ἐνδιδούσης τρεπούσης δὲ τὴν εἰς τιμὴν αὐτοῖς σπουδὴν εἰς αἰσχύνην ἄφατον. καὶ γὰρ ἐξ ὧν ἐσπούδαζε τὸ Ἑλληνικὸν τὰ δαιμόνια, ἕν ἔχοιεν ἐπὶ μᾶλλον θειάζειν αὐτά, ἐκ τούτων τὸ
αὐτῶν καὶ πεπλανημένον διελέγχειν τῇ θείᾳ προνοίᾳ συνηλαύνοντο· ψευδεῖς γὰρ καὶ ἀτέλεστοι κατά γε τὸ περιφανέστατον οἱ ἐκεῖθεν χρησμοὶ ἐγνωρίζοντο. ὅθεν καὶ προθεσπισάντων ἅμα πάντων καθ ἕκαστον τῶν μαντείων ὡς Ἰουλιανὸς ὁ τοῦ βασιλέως θεῖος νοσῶν οὐ τεθνήξεται, έν αὐταῖς ταῖς τῶν χρησμῶν ἀναγνώσεσιν οἰκτρῶς ἐκεῖνος
καὶ ἐλεεινῶς τὸν βίον ἀπέρρηξεν.
ἐν τοῖς ἀμφόδοις κατέκειτο, μηδ᾿ ὅντινα οὖν μηδαμόθεν ἔλεον, τῶν μὲν Χριστιανῶν παντελῶς αὐτὸν ἐκτρεπομένων, τῶν Ἑλλήνων δὲ μέχρι τοῦ καθυποβαλεῖν αὐτὸν τῇ πλάνῃ μόνον αὐτὸν ἐγνωκότων. ἀλλ’ ὁ μὲν Ἥρων πικρῶς οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν
πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώς, καὶ δὴ καὶ τοὺς ὀφθαλμοὺς ὑπ’ αὐτῶν ἐξορυχθείας, τελευτῶν εἰς
τεταγμένων, κινηθεὶς στόμιον ἄντρου τινὸς παρέδειξεν ἐνειργασμένου τῇ πέτρᾳ. ὡς δ᾿ ἄπορον ἦν διὰ τὸ βάθος ἰδεῖν τὰ ἔνδον, βουλόμενοι γνῶναι τὸ σαφὲς οἱ τοῖς ἔργοις ἐφεστῶτες καθιᾶσί τινα τῶν ἐργατῶν σχοίνου μακρᾶς ἐκδησάμενοι. ὁ δὲ καθιμηθεὶς ὕδωρ μὲν εὑρεν εἰς μέσας κνήμας κατὰ τὸ ἄντρον συνεστηκός· πανταχῆ δὲ περιελθὼν
καὶ τῶν τοίχων ἐφαψάμενος, τετράγωνον μὲν το ἄντρον ἔγνω, ἀναστρέφων δὲ καὶ κατὰ τὸ μέσον γεγονώς, ἐντυγχάνει στήλῃ τινὶ βραχὺ διεχούσῃ τοῦ ὕδατος· ᾗ τὴν χεῖρα ἐπιβαλὼν εὑρίσκει βιβλίον αὐτῇ ἐπικείμενον, λεπτοτάτῳ καὶ καθαρωτάτῳ περιειλημένον ἡμιτυβίῳ. ἀνελόμενος δὲ ὡς εὗρεν τὸ βιβλίον, σημαίνει δεῖν αὐτὸν ἀνακομίζειν
λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἠν ὸ λόγος.‘ καὶ ἁπλῶς ὁλόκληρον ἡ γραφὴ τὸ εὐαγγέλιον ἐδείκνυ, ὅπερ ἡ θεολόγος τοῦ μαθητοῦ καὶ παρθένου εὐηγγελίσατο γλῶσσα. ἐδήλου δὲ ἄρα μετὰ τῶν ἄλλων παραδόξων ἔργων ἃ κατ᾿ ἐκεῖνο καιροῦ οὐρανόθεν ἐπεδείχθη, μὴ ἄν ποτε διαπεσεῖν τὴν δεσποτικὴν
ἀπόφασιν, ἥτις τὴν εἰς τέλος ἐρήμωσιν τοῦ νεὼ προανεῖπεν. καὶ γὰρ θεόν τε ἐθεολόγει τὸ βιβλίον τὸν ταῦτα προτεθεσπικότα καὶ
μίτιδος φυλῆς ταύτην ἐνοικούντων, πρὶ ἢ Δαυΐδ ὁ βασιλεύς, ὑποσχέσει στρατηγίας ἑλὼν αὐτὴν διὰ τοῦ Ἰωάβου, ἐκείνῳ τε τὴν ὑπόσχεσιν ὡς ὑπεδέξατο δίδωσι καὶ αὐτὸς πόλιν ἐν αὐτῇ δειμάμενος μητρόπολιν τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἀπειργάσατο.
ἀναπεισθεὶς ὡς ἄμαχον ἕξει τὸ κράτος, κατὰ Περσῶν γέρων δέ τις τῶν παρὰ Πέρσαις τῆς στρατείας ἀφειμένων ἤδη ἀπέστη· μετέρχεται τὸν παραβάτην ἐν Περσίδι στρατευόμενον καὶ ἐρημίαις ἐκτόποις καὶ ἀμηχάνοις συγκλείσας ἀπορίαις, ἐν οἷς τὸ πλεῖστον τοῦ
ἐπὶ τὴν Περσίδα γῆν ἐπορεύετο· καὶ τὴν Κτησιφῶντα πόλιν καταλαβὼν ἐδόκει τι μέγα διαπραξάμενος ἔργον ἐφ’ ἕτερα μεταβαίνειν κρείττονα. ἔλαθεν δὲ ἑαυτὸν ἐξαπατηθεὶς ὁ παμμίαρος· ἔρωτα γὰρ διαβολικὸν τῆς εἰδωλομανίας ἐγκτησάμενος καὶ ἐλπίσας διὰ μὲν τῶν ἀθέων θεῶν αὐτοῦ πολυχρόνιον τὴν βασιλείαν ἕζειν καὶ νέον γενέσθαι
δόρυ ἐκτείνας πλήττει μὲν αὐτὸν έν ἰσχύϊ κατὰ τὸ περιτόναιον, ἅμα δὲ τῇ αἰχμῇ ἐξελκομένῃ καὶ κόπρος τις ἐπηκολούθησε συνεπισπωμένη τῷ αἵματι. εἶτα τὸν μὲν βαλόντα Σαρακηνὸν εἷς τῶν δορυφόρων ἐπελθὼν τῆς κεφαλῆς ἀποτέμνει. τρωθέντα δὲ καιρίαν τὸν Ἰουλιανὸν οἱ οἰκεῖοι διὰ τάχους ἀναλαβόντες ἐπ᾿ ἀσπίδος, εἰς τὴν σκηνὴν
ἀπεχώρουν. καὶ τοῖς πολλοῖς, διὰ τὸ ἀθρόον καὶ δι᾿ ὀλίγου συμβῆναι τὴν πληγὴν καὶ μηδ᾿ ὅθεν ἰδεῖν ἠνέχθη, παρὰ τῶν οἰκείων ἐνομίσθη τὸ πάθος προελθεῖν.
Crusius, Philologus LI S. 735 ff — 9 f vgl. Zosim. III 29, 1 — 11 f vgl. Gregor. Nazianz. u. Theodoret ebd. Sozomen. VI 1, 14. Socrat. III 21, 13. Rufin H. E. X 37
καὶ βάραθρα καὶ εἰς ἐρήμους καὶ ἀνύδρους πόπους μετὰ παντὸς τοῦ στρατεύματος· καὶ δίψῃ καὶ λιμῷ πιέσας αὐτοὺς καὶ πᾶσαν τὴν ἵππον ἐναποκτείνας, ὡμολόγησεν ὁ Πέρσης ἑκουσίως αὐτοὺς πεπλανηκέναι, ὡς ἂν διαφθαρεῖεν ὑπ᾿ αὐτοῦ καὶ μὴ τὴν ἑαυτοῦ πατρίδα πορθουμένην ὑπὸ τῶν ἐχθίστων θεάσοιτο. τοῦτον μὲν οὖν παραυτίκα μεληδὸν
κατακόψαντες τῷ θανάτῳ παρέπεμψαν· εὐθέως εὐθέως καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας προσπίπτουσιν ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι καὶ συμβολῆς γενομένης, αὐτὸς ὁ Ἰουλιανὸς τῇδε κἀκεῖσε
132 133 134
στρατιώτου· ὡς δὲ ἄλλοι, Σαρακηνοῦ τῶν μετὰ Περσῶν· ὡς δ᾿ Χριστιανῶν λόγος ὁ ἀληθὴς καὶ ἡμέτερος, τοῦ δεσπότου Χριστοῦ ἀντιταξαμένου αὐτῷ. τόξον γὰρ ἀθρόως ἀπὸ τοῦ ἀέρος ἐνταθὲν καὶ βέλος ἐπ’ αὐτὸν ὡς ἐπὶ σκοπὸν ἀφιὲν καὶ διὰ τῶν λαγόνων ὁρμῆσαν διαμπερὲς ἔτρωσεν αὐτὸν εἰς τὰ ὑποχόνδρια.
καὶ τῶν ἀναγκαίων, καὶ πολλὰ ταλαιπωρησάντων τῶν μετ’ αὐτοῦ, ἐπειδὴ καιρὸς τοῦ πολέμου ἀφίκετο = Leo Grammaticus 93, 14 ff] περιερχόμενος ἀνὰ τὸ στρατόπεδον καὶ διατασσόμενος ἐπλήγη δόρατι ἀφανῶς εἰς τὰ ὐποχόνδρια, ὥστε ἀνοιμῶξαι αὐτόν.
ἡμερῶν τὸν Ἰουλιανὸν ἀπαλλάττει τοῦ βίου, ἐν μὲν τῷ τοῦ Καίσαρος σχήματι πέντε ἐνιαυτούς, ἐν δὲ τῷ διαδήματι μετὰ τὸν Κωνσταντίου θάνατον δύο καὶ ἥμισυ διανύσαντα ἔτη.
ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἑκάτερον γράφουσιν ἐναπορρίψαι.
Χριστέ· χορτάσθητι, Γαλιλαῖε«. καὶ οὕτως τὸν δεινὸν καὶ ἔχθιστον θάνατον καταλαβὼν κατέστρεψε τὸν βίον τοὺς αὐτοῦ θεοὺς πολλὰ λοιδορησάμενος.
142
Historia ecclesiastica (fragmenta ap. Photium). Philostorgius. ed. Joseph Bidez. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.