EK ΤΗΣ ΕΚΤΗΣ ΙΣΤΟΡΙΑΣ
1μετασκευάζοντες· καὶ τὰ παλαιὰ δὲ μετακινεῖν ἔθη, καὶ τοὺς μὴ συνασεβεῖν ἐθέλοντας διασκευάζειν. ἐπὶ τούτοις θόρυβος τὴν Κωνσταντινουπολιτῶν ἐκκλησίαν εἶχεν, ἀνακινοῦντος αὐτὴν ἐπίτηδές τινος τῶν έν αὐτῇ πρεσβυτέρου, Ἡσυχίου τοὔνομα. διὸ μετάπεμπτον ὁ Εὐδόξιος τὸν Εὐνόμιον ποιεῖται. παραγεγονὼς δὲ ὁ μὲν τῆς βραδυτῆτος
καὶ ὀλιγωρίας τῶν ὑπεσχημένων τὸν Εὐδόξιον ᾐτιᾶτο· ὁ δὲ περὶ τούτων μὲν ὑπεκρίνατο μὴ ἂν ἀμελῆσαι, δεῖν δὲ πρὶν τὴν περὶ αὐτοῦ γεγενημένην διαλῦσαι στάσιν. ἐντεῦθεν εἰς ἀπολογίαν ὁ Εὐνόμιος τῷ Κωνσταντινουπόλεως κλήρῳ καταστάς, οὕτω τοὺς πρὶν θορυβοῦντας εἷλεν, ὡς μὴ μόνον εἰς τὴν ἐναντίαν μεταστῆσαι δίξαν,
ἀλλὰ καὶ μάρτυρας αὐτοῦ θερμοὺς τῆς εὐσεβείας γενέσθαι. καὶ γὰρ ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν οὐ μόνον οὐδαμῶς ἐν οἷς ἐδημηγόρησε δογματίζειν ἐφωράθη, ἀλλά γε καὶ ὅμοιον κατὰ τὰς γραφας ἀνακηρύττειν ἐπαρρησιάζετο. τὸ μέντοι ὅμοιον κατὰ τὴν οὐσίαν οὐ προσίετο, ἴσον εἰς βλασφημίαν λέγων εἶναι ὄμοιον κατ’ οὐσίαν
τῷ πατρὶ τὸν υἱὸν καὶ μὴ ὁμοιότατον φρονεῖν κατὰ τοὺς μονογενεῖ θεῷ πρὸς τὸν ἀπαθῶς γεγεννηκότα πατέρα προσήκοντας λόγους. οὐ μόνον δὲ τὸν κλῆρον οὕτως διέθηκεν, ἀλλὰ καὶ πάδημον ὅλην ἐκκλησίαν, τὰ αὐτὰ διαλεχθείς, εἰς μέγα καὶ γλυκὺ θαῦμα καὶ σοφίας καὶ εὐσεβείας εἱλκύσατο. ἐξ οὗ καὶ τὸν Εὐδόξιον ὐπεραγασθέντα
ἀναβοῆσαι· »ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη 2 3 ἐστίν‘, καὶ κρότον ἀγεῖραι τῷ πλήθει, ὡς εὖ καὶ κατὰ καιρὸν τὴν Phot. ἱερὰν ἀνειπόντος χρῆσιν.
ἐνισταμένης, ἐν ᾑ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι μετὰ τὴν ἄφραστον κυοφορίαν συνάπτειν οὐ πεφρίκασι τῇ παρθένῳ καὶ τὸν υἱὸν ἀναιδέστερον τοῦ πατρὸς δοῦλον καὶ ὑπηρέτην, καὶ δὴ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ φοβερὸν οὐδὲν ἡγοῦντο λέγειν.
οὐδέτερον μὲν ὑπέστη· προσαπολιμπάνει δ᾿ αὐτοῖς καὶ τὴν Κύζικον πρῶτα μὲν λόγοις, εἶτα δὲ καὶ γράμμασι, καὶ πρὸς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφικνεῖται.
γνώμης τὸν μαθητὴν Ἀετίου κεχειροτονηκότας ἐπίσκοπον, ἄνδρα τὸν οἰκεῖον διδάσκαλον τῷ πρὸς τὴν αἵρεσιν ὀξυρρεπεστάτῳ ζήλῳ ὑπερβαλέσθαι φιλονεικήσαντα· καὶ πείθει ταῖς διαβολαῖς τὸν Κωνστάντιον μετάπεμπτον ἐν Ἀντιοχείᾳ ποιήσασθαι τὸν Εὐνόμιον. καὶ παραγεγονότα εἰς ἀπολογίαν κελεύει καταστῆναι συνοδικῇ διαίτῃ λογοθετούμενον.
ἐπεὶ δὲ ἡ σύνοδος τὸν κατήγορον ἐζήτει, ὁ δὲ ἠν οὐδαμοῦ· ὁ γὰρ Ἀκάκιος ἀποδειλιάσας (καὶ γὰρ ἐνόμιζεν ἐκ μόνης τῆς 4 5 6 πρὸς βασιλέα διαβολῆς τὸν ἐχθρὸν αἱρήσειν κατὰ κράτος) εἷς ἠν τῶν εἰς τὸ βαθύτατον σιγώντων· διὸ καὶ ὁ Κωνστάντιος ταῦτα μαθὼν δι᾿ ὑπονοίας τε τὸν Ἀκάκιον ἔσχεν, ὡς ἀπεχθημοσύνῃ μᾶλλον ἢ τρόπων εὐθύτητι τὴν κατηγορίαν ἐνστησάμενον, καὶ θᾶττον αὐτὸν εἰς
τὴν ἰδίαν ἐπαναδραμεῖν ἐκέλευεν παροικίαν, μείζονι συνόδῳ ταμιευόμενος τὴν τῶν προκειμένων διάγνωσιν.
τὴν τοῦ Ιουλιανοῦ ἐπανάστασιν. ὁ γὰρ Ἰουλιανός, ὡς δεδήλωταί μοι καὶ πρόσθεν, ἡνίκα τὸν περὶ τούτων ἐποιούμην λόγον, ἐπὶ φυλακῇ τῶν Ἑσπερίων εἰς τὰς Γαλλίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀναδειχθείς, αὐτὸς ἐπὶ πλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι εἶναι μὴ ἀνασχόμενος, τό τε διάδημα περιτίθεται καὶ τῆς μείζονος
ἀνθάπτεται βασιλείας. ἐπεὶ δὲ ἀντελάβετο τῶν πραγμάτων, οὐκέτι μικρὸν οὐδὲν ἐνενόει οὐδὲ διαμέλλειν ἐγίγνωσκε ἀλλὰ ἀλλὰ τὴν Εὐρώπην τέως ὑφ’ ἑαυτῷ ποιήσασθαι πᾶσαν Μέλων ὁπόση Ῥωμαίοις ὑπακούει,
9
στάντιος . . . τὸν ἐμὸν ἀδελφὸν Γάλλον πεφόνευκε . . . ἡμᾶς τε αὐτούς, εἰ μὴ θεῶν προνοίᾳ περιεσώθημεν, τὸ αὐτὸ ἠβούλετο δρᾶσαι. ἀλλ’ οἱ θεοὶ διεκώλυσαν, αὐτοψεί μοι τὴν σωτηρίαν μηνύσαντες· εἰς οὓς ἐγὼ τεθαρρηκὼς τὸν Χριστιανισμὸν ἐξωμοσάμην καὶ πρὸς τὸν Ἕλληνα βίον ἀπέκλινα, εὖ εἰδὼς ὡς ὁ τῶν Ἑλλήνων καὶ
Ῥωμαίων ἀρχαιότατος βίος, καλοῖς ἔθεσι καὶ νόμοις χρησάμενος, θεοὺς προσαγορεύει τοὺς τὸ πιστὸν ἐκ τῶν πραγμάτων ἔχοντας.
καλούμενον καὶ τὸν τῶν Ἰλλυριῶν Φλορέτιον. ἐπεὶ δὲ κατὰ Παίονας ἐγένετο, διαβὰς ἐπὶ θάτερα τὸν ποταμόν, αὐτίκα τήν τε Ἰλλυρίδα πᾶσαν ὑφ᾿ ἑαυτῷ γῆν εἶχε καὶ τὰς Ἰταλίας καὶ τὰ μέχρι τοῦ ἑσπερίου Ὠκεανοῦ σύμπαντα ἔθνη ὁπόσα τῆς Ῥωμαίων ἐπικρατήσεως ἦν. [§ 20] ὁ δὲ Κωνστάντιος ταῦτα διὰ τῶν γραμμάτων μαθὼν
τε ὥσπερ καὶ εἰκὸς ἦν καὶ περὶ τῇ Κωνσταντινουπόλει μάλιστα δείσας μή, ὅπερ κἀκεῖνος διενοεῖτο, φθάσειεν αὐτὴν ὑφ᾿ ἑαυτὸν ποιησόμενος, ἠπείγετο οὐν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδασμένος καὶ ἔμελλεν ἐξαρτύεσθαι ὡς πρὸς τοσαύτην ὁδόν, σημαίνει τοῖς ἐπισκόποις εἰς
τὴν Νίκαιαν αὐτὸν ὡς ὅτι τάχιστα φθῆναι προαφικομένους· ἐμελέτα γὰρ δευτέραν ἐν αὐτῇ συγκροτῆσαι σύνοδον, παρὰ τῶν δυσσεβῶν Ἀρειανῶν κατὰ τοῦ ὁμοουσίου παροτρυνόμενος. ἐπεὶ δὲ τὴν Κιλικίαν διεξελθὼν εἰς τὰς Μόψου καλουμένας κρήνας ἀφίκετο, ἀσθένειά τις ἐξαπιναίως αὐτῷ προσέπεσε καὶ οὐχ οἱός τε ἠν ἔτι τὸ πρόσω χωρεῖν.
ὡς δὲ ᾔσθετο φαύλως ἔχων ἤδη καὶ οὐκ ἂν βιώσόμεος, τὴν ταχίστην τὸν Ἀντιοχείας ἐπίσκοπον μεταπέμπεται Εὐζώϊον καὶ αὐτῷ Βαπτίσαι αὐτὸν ἐπιτρέπει. βαπτισάμενος δὲ καὶ μικρὸν ἐπιβιούς, αὐτόθι
διάδημα καὶ τιμῶν τὸν νεκρὸν οὑ τὴν ζωὴν ἀφελεῖν ἐπεστράτευεν.
ἡγεμόσι τεταγμένοι ἐτύγχανον. [§ 21] οὑτοι μὲν δὴ τὴν εἶχον ἄγοντες τὸν νεκρόν· καὶ ὁ Ἰουλιανὸς συνωμάρτησεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος καὶ ᾔδη βεβαίως ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αὐτῷ μετὰ τὸν Κωνσταντίου θάνατον ἐναντιωθῆναι τολ- μήσαντος. κοιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τὸν ωεὼν τῶν ἀποστόλων,
ἵναπερ αὐτὸν καταθήσειν πλησίον τοῦ πατρὸς ἔμελλον, αὐτὸς ἡγεῖτο τῆς κλίνης, τὸ διάδημα τῆς κεφαλῆς περιελών. ἐπεὶ δὲ ἔθαψαν
26
ἀλλὰ τούς τε ἐπισκόπους, ὅσοι κατὰ τοὺς Κωνσταντίου καιροὺς καὶ χρόνους τῶν ἐκκλησιῶν διὰ τὴν πίστιν ἐξεδιώχθησαν, τῆς ἐξορίας ἀνακαλεῖται κα ἐκκλησίας αὐτοῖς ἀποδίδωσι
Ῥωμαίων βασιλείαν ὑποζωσάμενος. ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπολειπομένους καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρασχομένους τῆς ἀναιρέσεως Γάλλου ἀνέψυχε τὸ ζέον τῆς ὀργῆς. καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσιτον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ
Γάλλῳ φόνον συγκερασάμενος· Παῦλον δὲ τὸν Σπανὸν εἰς τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παραδίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμενον. τούτους μὲν οὖν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον· ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς καὶ ἄλλους τινάς,
ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήδεσαν. § 22] ἀλλὰ τούτους μὲν γραμμάτων ἐκόλασεν.
29
näml. ὁ φιλοστόργιος, ἱστορεῖ) καὶ φιλοφρόνως ἐδεξιώθη. καὶ ἱστορία αὐτοῦ (näml. τοῦ Φιλοστοργίου) δι᾿ συμπληρουμένη μέχρι τοῦδε πρόεισι τοῦ χρόνου.
Historia ecclesiastica (fragmenta ap. Photium). Philostorgius. ed. Joseph Bidez. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.