ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει
φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης.
αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν
1
εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρῳ,
λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης.
καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ
φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων,
5
ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων
Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου
ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ,
ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην,
χῶρον ὅλον θηεῖτο· καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ
10
λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου
ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ
πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς·
καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας Ἐνυώ,
Κωδώνην δʼ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ
15
κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης·
Χαλκομέδην δʼ ἐλέαιρε θυελλήεντι πεδίλῳ
μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν,
καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης,
μή ποτε νικήσειεν ἐς ἀγλαΐην Ἀφροδίτην.
20
ἀχνυμένη δʼ ἐς Ὄλυμπον ἀνήιε, πενθάδι σιγῇ
ἄλγος ἑοῦ γενετῆρος ὑποκλέπτουσα Λυαίου·
καὶ χλόος εὐκύκλοιο παρηίδος ἄνθος ἀμείψας
μαρμαρυγὴν στίλβουσαν ἀπημάλδυνε προσώπου.
τὴν δὲ κατηφιόωσαν Ἀδωνιὰς ἔννεπε Κύπρις,
25
τοῖον ἔπος βοόωσα παρήγορον, ἐκ δὲ προσώπου
Πασιθέης ἐνόησεν ἄχος κήρυκι σιωπῇ·
νύμφα φίλη, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;
παρθένε, πῶς μετάμειψας ἐρευθαλέην σέο μορφήν;
εἰαρινὴν δʼ ἀκτῖνα τίς ἔσβεσε σεῖο προσώπου;
30
οὐκέτι σῶν μελέων ἀμαρύσσεται ἄργυφος αἴγλη·
οὐκέτι δʼ. ὡς τὸ πρόσθε, τεαὶ γελόωσιν ὀπωπαί.
ἀλλὰ τεὰς ἀγόρευε μεληδόνας· ἦ ῥά σε τείρει
υἱὸς ἐμός, φιλέεις δὲ ποθοβλήτῳ παρὰ πέτρῃ
οἷα Σεληναίη τινὰ βουκόλον; ἦ ῥά που αὐτὴν
35
καὶ σὲ μετʼ Ἠριγένειαν Ἔρως ἐπεμάστιε κεστῷ;
οἶδα, πόθεν χλοάουσι παρηίδες· ὅττί σε κούρην
νυμφίος ἀχλυόεις νυμφεύεται Ὕπνος ἀλήτης·
οὐ μὲν ἀναινομένην σε βιήσομαι, οὐδὲ συνάψω
λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην.
40
ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ·
ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων,
βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου.
οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη,
ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου,
45
πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας· ὑμετέρου δέ,
εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.
ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ
Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἃς κτάνε Μορρεύς,
καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν
50
δαιμονίην μάστιγα τινασσομένου Διονύσου
καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ,
Κωδώνην τʼ ἀγόρευε προώριον· αἰδομένη δὲ
πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.
καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου
55
ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη.
ἀγλαΐην δʼ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ
υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην,
ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.
καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ
60
σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι
ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,
τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.
Εὗρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου
νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις·
65
πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,
εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης
Οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων
σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς·
70
καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων
χρύσεον ὁρμὸν ἔθηκε θαλασσαίης Ἀφροδίτης,
νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ
κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης
75
οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,
στέμμα φέρων παλάμῃσι. φιλακρήτων δὲ βολάων
λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν·
καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ
χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ·
80
ἀμφοτέροις δʼ ἔρις ἦεν ἐπήρατος. ἁβροκόμης δὲ
πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ
νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων
ῥῖψε λέβητος ὕπερθε· καὶ οὐ τότε μητέρι Μούσῃ
εὐχωλὴν ἀνέφηνε· διεσσυμένη δὲ κυπέλλου
85
ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση,
ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ
ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ
ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου·
δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ
90
ἱμερόεν δέπας εἷλε, καὶ εὔξατο Κυπρογενείῃ
λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας
εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων·
νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση
ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης
95
ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ·
ἴαχε δʼ ἁβρὸν ἄγαλμα, καὶ υἱέι Κυπρογενείης
χρυσέῳ ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ·
καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης·
καὶ ταχὺς αἰόλον ὁρμὸν ἑλὼν καὶ σφαῖραν ἀείρων
100
διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος,
σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ
κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ
πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.
Ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ
105
δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ
νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ
ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης·
πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,
σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ
110
ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ,
καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην
πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.
ὣς φαμένην ἐρέεινεν Ἔρως, ἵνα πάντα δαείη·
ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου
115
ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι·
καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω
μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης
νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω,
120
καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν Ἐρώτων
αἰετόν, ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω·
εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν ἀμφιγυήεις
Κεκροπίου λύχνοιο φεραυγέα δαλὸν ἀνάψας,
μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·
125
εἰ δέ μιν ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει,
ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας
Ἄρτεμιν οἰστρήσαιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω
κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης,
οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ·
130
καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἅμμα φαρέτρης
δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω,
δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ·
οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω
Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ·
135
καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω
εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω
σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην,
πάντες ἵνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.
εἶπε, καὶ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων
140
ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ,
ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης.
καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
γούνασι κουφίζουσα φίλον βάρος· ἑζομένου δὲ
145
καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
οἷα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν·
τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης·
οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει·
150
ἠέλιος γελάᾳ με, καὶ Ἀστρίδος αἷμα κορύσσει
παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα,
Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου,
καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα.
τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ
155
Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ,
ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης,
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ,
Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλʼ ἐνὶ χάρμῃ
Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου·
160
ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει
Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς·
δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων.
εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι ἀφρογενείῃ,
Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου.
165
ἀλλὰ μολὼν ἀκίχητος Ἑώιον εἰς κλίμα γαίης
Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου
ἔστί τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἥβης,
οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω
Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς,
170
οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—.
κεῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ,
Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης·
σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω
Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις
175
ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων
δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ·
σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον ὄρνιν Ἐρώτων,
εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.
εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου
180
μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ
ὤμῳ πανδαμάτειραν ἐπῃώρησε φαρέτρην·
καὶ πτερόεις πεπότητο διʼ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ
κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς
ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα
185
δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις,
καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων.
καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου
τόξον ἑὸν στήριζεν ἐπʼ αὐχένι Χαλκομεδείης·
καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς
190
Μορρέος εἰς φρένα πέμψεν, ἐρετμώσας δὲ πορείην
νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ
πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας,
καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ.
αἰεὶ δʼ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ,
195
παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς,
μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων,
καὶ θρασὺν ἱμερόεντι νόον μαστίζετο κεστῷ·
ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων
νεύμασι Κυπριδίοισιν ἀθελγέας εἷλκεν ὀπωπάς.
200
ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν,
οἷά περ ἱμείρουσα, πόθου δʼ ἀπεμάξατο κούρη
ψευδαλέον μίμημα· καὶ αἰθέρος ἥπτετο Μορρεύς,
ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐν κραδίῃ γὰρ
παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον Ἐρώτων,
205
κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν
κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς.
καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη
ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίῳ δὲ
εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης,
210
πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ,
πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο
παρθένιον πόδα πῆξε παρʼ εὐρυρέεθρον Ὀρόντην,
ὁππότε γαῖα χανοῦσα παρʼ εὐύδρου στόμα λίμνης
παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ.
215
τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς,
ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην
καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων·
καὶ βραδὺν ἔννεπε Φοῖβον· ἀεὶ δʼ ὑπεμέμφετο γαίῃ,
παρθένον ὅττι κάλυψεν ἀπειρήτην ὑμεναίων·
220
δείδιε γὰρ τρομέων γλυκερῷ πυρί, μή τι καὶ αὐτὴ
εἴη Χαλκομέδη φιλοπάρθενος, οἷά τε Δάφνη,
μή μιν ἰδὼν φεύγουσαν ἐτώσιον εἰς δρόμον ἔλθῃ,
μοχθίζων ἀτέλεστον ἐς ἵμερον, ὥς περ Ἀπόλλων.
ἀλλʼ ὅτε νὺξ ἀνέτελλε, κατευνήτειρα κυδοιμοῦ,
225
Χαλκομέδη μὲν ἵκανεν ἐρημάδος εἰς ῥάχιν ὕλης,
ἴχνια μαστεύουσα νοοπλανέος Διονύσου·
οὐ τότε ῥόπτρα φέρουσα καὶ Εὔια κύμβαλα Ῥείης
ὄργια μυστιπόλευεν ἀκοιμήτοιο Λυαίου,
ἀλλὰ κατηφιόωσα καὶ οὐ ψαύουσα χορείης
230
εἶχεν ἀσιγήτοισιν ἀήθεα χείλεσι σιγήν,
νοῦσον ἀλεξητῆρος ἐπισταμένη Διονύσου.
Ὀκναλέοις δὲ πόδεσσι μόγις βραδὺς ἤιε Μορρεύς,
ἐντροπαλιζομένῳ δεδοκημένος ὄμματι νύμφην,
μεμφόμενος Φαέθοντα ταχύδρομον· ἑσπόμενον δὲ
235
Χαλκομέδῃ νόον εἶχεν ὁμόστολον· ἀσχαλόων δὲ
Κυπριδίοις ὀάροισιν ἀνήρυγε θῆλυν ἰωήν,
αἰθύσσων νυχίων ὑποκάρδιον ἰὸν Ἐρώτων·
ἔρρε, βέλος καὶ τόξον Ἀρήιον· ἱμερόεν γὰρ
φέρτερον ἄλλο βέλος με βιάζεται· ἔρρε, φαρέτρη·
240
κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης.
οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω·
ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν ἐάσας
βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ,
ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης.
245
οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι· ἀδρανέος γὰρ
δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων·
ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός,
αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω
μεσσόθι Βασσαρίδων, παλάμῃ δʼ ἵνα πῆχυν ἐρείσας
250
σφίγξω δεσμὸν ἔρωτος ἐπʼ αὐχένι Χαλκομεδείης.
εἰς Φρυγίην Διόνυσος ὀπάονα Δηριαδῆος
δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης
Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω·
Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον· ἀρχέγονον δὲ
255
Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω,
αὐχένα δοῦλον Ἔρωτος ὑποκλίνων Διονύσῳ·
Πακτωλὸς φερέτω με· τί μοι πατρῷος Ὑδάσπης;
Χαλκομέδης δʼ ἐχέτω με δόμος γλυκύς· ἐν πολέμοις γὰρ
Κύπρις ὁμοῦ καὶ Βάκχος ὑπʼ ἀμφοτέροισι βελέμνοις
260
γαμβροῖς Δηριαδῆος ἐπέχραον, ὄφρά τις εἴπῃ·
Μορρέα κεστὸς ἔπεφνε, καὶ ἔκτανε θύρσος Ὀρόντην.
τοῖα μὲν ἠύτησε· πολυφλοίσβῳ δὲ μερίμνῃ
τήκετο Χαλκομέδης μεμνημένος· ἐν γὰρ ὀμίχλῃ
θερμότεροι γεγάασιν ἀεὶ σπινθῆρες Ἐρώτων.
265
ἤδη γὰρ σκιόεντι θορὼν αὐτόχθονι παλμῷ
ἄψοφος ἀννεφέλοιο μελαίνετο κῶνος ὀμίχλης,
καὶ τρομερῇ ξύμπαντα μιῇ ξύνωσε σιωπῇ·
οὐδέ τις ἴχνος ἔπειγε διʼ ἄστεος Ἰνδὸς ὁδίτης,
οὐδὲ γυνὴ χερνῆτις ἐθήμονος ἥπτετο τέχνης,
270
οὐδέ οἱ ἐν παλάμῃσι φιληλακάτῳ παρὰ λύχνῳ
κύκλον ἐς αὐτοέλικτον ἰὼν ἄτρακτος ἀλήτης
ἄστατος ὀρχηστῆρι τιταίνετο νήματος ὁλκῷ,
ἀλλὰ καρηβαρέουσα φιλαγρύπνῳ παρὰ λύχνῳ
εὗδε γυνὴ ταλαεργός· ὄφις δέ τις ἥσυχος ἕρπων
275
κεῖτο πεσών, κεφαλῇ δʼ ἐρύων παλινάγρετον οὐρὴν
γαστέρος ὑπναλέης ἀνεσείρασεν ὁλκὸν ἀκάνθης·
καί τις ἀερσιπόδης ἐλέφας παρὰ γείτονι τοίχῳ
ὄρθιον ὕπνον ἴαυεν, ὑπὸ δρυὶ νῶτον ἐρείσας.
καὶ τότε μοῦνος ἄυπνος ἀπόσσυτος ἄψοφος ἕρπων
280
ποσσὶ παλιννόστοισιν ἕλιξ ἐστρεύγετο Μορρεύς,
μούνην Χειροβίην θαλάμοις εὕδουσαν ἐάσας·
καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας
ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου
ἔνθεον ἀστραίων δεδαημένος οἶστρον Ἐρώτων,
285
ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν
νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου·
ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων
Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμάξης,
γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίτην
290
μιμηλῆς μεθέποντα νόθον δέμας ἰοχεαίρης
ἀγνώστοις μελέεσσιν· ὑπερτέλλοντα δὲ Ταύρου
Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα,
ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης
ἀντίτυπον ποίησε τύπον τροχοειδέι κηρῷ,
295
ἄχρι Πέλοψ γάμον εὗρε· καὶ ἀγχόθι Κασσιεπείης
αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην,
καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς
Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην,
καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν·
300
ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς
Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην
μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων·
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω
εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων,
305
Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω.
οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν·
γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί·
οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.
οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη;
310
οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης
γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.
Χαλκομέδην ποθέω, καὶ ἀναίνεται.ἔρρε, φαρέτρη,
ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί·
Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης·
315
βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.
τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς.
οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου
Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,
Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας
320
θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις
Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ
ἔννυχον ἴχνος ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ·
Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις Ἐρώτων,
αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ
325
λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος·
σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ
νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη,
καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,
καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν
330
Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης
Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων,
ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω,
ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,
Κυπριδίων Μίνωος ἀφειδήσασαν Ἐρώτων.
335
οὔ με διεπτοίησεν ἐρωμανέων ἐνοσίχθων,
οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ
πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν
ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ
κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων.
340
δέξό με, δέξο, θάλασσα, φιλοξείνῳ σέο κόλπῳ·
δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν
ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους,
ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην·
Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.
345
ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ·
καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης,
ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ,
καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ,
Βάκχης δʼ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν·
350
τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν·
αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης,
μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σέο λέκτρων.
εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,
οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ
355
Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν,
εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς
θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι,
μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι
καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.
360
γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ
αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων,
Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει·
ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις
σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου,
365
ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς
εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους,
οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ
φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης·
ὑμέτερον δὲ Δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν
370
στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ,
ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης,
ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ
ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης·
Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων
375
ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ.
ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς
ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ.
ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης
ἔμπεδον ὑμετέρης ἀναλύσεται ἅμμα κορείης,
380
οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,
οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.
εἶπε παραιφαμένη· νεφέλῃ δʼ ἐκαλύψατο κούρην,
μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,
φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης,
385
ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ
παρθενικὴν ἐρύσειε παρʼ εἰνοδίους ὑμεναίους.