ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ
καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.
ὣς φαμένη παρέπεισε· δολοφράδμων δʼ Ἀφροδίτη
1
πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου
Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν Ἐρώτων.
καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος·
δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης·
5
θέλξεις δʼ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ,
ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων·
καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.
εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.
Ἥρη δʼ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου,
10
καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν·
πολλάκι δʼ ἰσάζουσα καθειμένον ἄχρι μετώπου
πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης·
καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,
τοῦ καὶ κινυμένοιο μετʼ αἰθέρα καὶ μετὰ πόντον
γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή.
καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ
λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει
20
φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ·
εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει,
οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης,
καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου,
καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴ
25
ἐξ ὑδάτων βλάστησεν ὁμόγνιος ἀφρογενείης,
κυανέην θʼ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ·
ἀμφὶ δʼ ἑοῖς πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην,
ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην,
καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης·
30
καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ·
εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης
κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίων
νυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης,
κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην·
35
νιψαμένη δὲ μέτωπα καλύψατο νώροπι πέπλῳ,
καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος·
15
καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ
ὡς πτερὸν ἠὲ νόημα διʼ αἰθέρος ἔδραμεν Ἥρη.
καὶ Διὸς ἐγγὺς ἵκανεν· ἰδὼν δέ μιν ὑψιμέδων Ζεὺς
θερμοτέρους ἐς Ἔρωτας ἱμάσσετο κέντορι κεστῷ·
καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί·
40
καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ·
Ἥρη, τίπτε βέβηκας Ἑώιον εἰς κλίμα γαίης;
τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;
ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,
καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;
45
ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη
ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην·
Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω
Ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου
ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ
50
γείτονος Ἠελίοιο μετέρχομαι αἴθοπας αὐλὰς
σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ
Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ
συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,
καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων·
55
τοῦτον ἐγὼ καλέουσα παλίνδρομος ἐνθάδε βαίνω·
οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς
χεῖρες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.
τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·
νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ
60
ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν
χαιρέτω· ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω·
οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος, οὐδὲ θεαίνης
θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ
οὐδʼ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων
65
πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων·
οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ,
κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς
φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ
τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης·
70
οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς
Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης·
ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον, ἦ ῥα καὶ αὐτὴ
ὡς Ζυγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης
Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην;
75
ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας
δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην·
καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ
Ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ
πορφυρέη, καὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ
80
αὐτόματον σκέπας ἦεν ὀρεσσαύλων ὑμεναίων,
καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς.
οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἡδέι θεσμῷ·
γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν·
85
καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ,
θήλεϊ δʼ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ,
οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,
καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ,
Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην·
90
καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ
ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι
γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης·
95
πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς,
καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.
ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,
ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,
τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς
100
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ·
καὶ κτύπον ἐσμαράγησεν ἐπʼ ὀφθαλμοῖσι Λυαίου,
σεισαμένη βαρύδουπος ἐχιδνήεσσαν ἱμάσθλην·
καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων
φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ,
105
καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ
ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου
αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ,
χάσματι φοινήεντι καταΐσσων Διονύσου.
τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης
110
Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι,
ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη,
πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης
μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου
μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ,
115
καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ,
αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων,
μὴ χρόα δηλήσαιντο νοοσφαλέος Διονύσου.
Νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι
εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ
120
φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ
ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.
καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης
125
δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ
ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις,
οἰστρομανὴς ἅτε ταῦρος, ἑὰς ἤρασσε κεραίας,
τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·
Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν
130
φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,
ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.
καὶ βαλίας ἐλάφους, λασίας δʼ ἐδίωκε λεαίνας
Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·
οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ
135
ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ
λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυαίου,
δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς·
μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινὶ πέτρῃ
μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ·
140
καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ
κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων·
καὶ δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης,
Ἁδρυάδας δʼ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας
Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας.
145
Βασσαρίδες δʼ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου,
καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,
οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῆς,
μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,
ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
150
Δηριάδης δʼ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,
νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.
ὡς δʼ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ
ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,
κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νίφων.
155
πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ
λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἐλίξας
ἰστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης
λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δὲ κεραίη,
ναῦται δʼ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ·
160
ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς Ἄρης.
ἔνθά τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν
ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ
νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,
Μωδαίου
1
προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων
165
ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ,
ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ,
οἷά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς,
γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης
Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὗ τότε μορφῆς
170
ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου,
καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης,
αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης,
καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δʼ ἀλαλητῷ
Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί,
175
καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης,
φοιταλέην συνάεθλον ἔχων Ἔριν· ἐν δὲ κυδοιμοῖς
στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος.
καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου
Δηριάδης καὶ κῶμα Διὸς καὶ σύνδρομος Ἄρης.
180
συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ
Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ,
καὶ πολέες φεύγοντες ἑνὶ κτείνοντο φονῆι,
θεινόμενοι ξιφέεσσιν, Ὁμηρίδες, εἴπατε, Μοῦσαι,
τίς θάνε, τίς δούπησεν ὑπʼ ἔγχεϊ Δηριαδῆος·
185
Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης,
Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς
καὶ Θρόνιος καὶ Ἄρητος ἐυμμελίης τε Μοληνεὺς
ἀλκήεις τε Κόμαρκος· ἐτείνετο δʼ ἄλλος ἐπʼ ἄλλῳ
ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ
190
ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς δὲ ῥεέθροις
πλώετο κυματόεντα φέρων μόθον
2
ὃς δὲ θαλάσσῃ
ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ
κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς·
ὃς δὲ θυελλήεντι διʼ οὔρεος ἔδραμε ταρσῷ
195
κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσας
μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης,
χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου.
Αὐχήεις δʼ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,
Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ,
200
Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης,
ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κυδοιμοῖς
ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων,
πληγεὶς ἰσχίον ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ
συμφερτὸν κοτύλῃ φύσις ἥρμοσεν ἄξονα μηροῦ·
205
καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην,
ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ,
φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ.
καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς·
κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,
210
ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου·
οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾧ πόρε Κύπρις
μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην·
οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης·
οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν
215
δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην,
ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων,
ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων.
ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ
Ἄρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.
220
ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ᾔχμασε Μορρεύς·
εἰλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας,
αὐχένα δʼ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας
ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς·
Σηβέα δʼ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ·
225
Θηβαίων δὲ φάλαγγα καὶ Ἀκταίωνα διώκων
ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης,
σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δʼ ἀλαλητῷ
πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν
πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης,
230
αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ,
ἀνδρὸς ἑνὸς ῥιπῇσιν· ἐπʼ ἀλλήλοις δὲ πεσόντες
αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ
Κρίμισος, Ἱμαλέων, Φράσιος, Θάργηλος, Ἰάων,
οἷσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων,
235
καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ·
καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ σιδήρῳ
ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ,
δεχνυμένη ξένον ὄμβρον Ἐνυαλίου νιφετοῖο.
Βακχείης δὲ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ
240
πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δʼ ἐλατήρων
εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί·
ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,
ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων,
245
ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄρκτου·
καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας
ποσσὶν ὀρεσσινόμοισι διέστιχεν ἄκρα κολώνης.
Βάκχη δʼ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,
ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ·
250
οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,
ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη
εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.
καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ
255
ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,
φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.
καὶ σκοπέλους ἐδίωκε γέρων Σειληνὸς ἀλήτης·
πολλάκι δʼ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,
ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις,
260
ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις
ἀντὶ μόθου κεκάλυπτο, καὶ Εὔιον ἔγχος ἀνάγκῃ
κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,
καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς,
265
ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,
αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.
Βακχείην δʼ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην
λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων
270
οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,
μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.
καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ
εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἅμα φεύγων
Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος Ἐνυώ.
275
εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων
πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,
σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,
μή μιν ἴδῃ φεύγοντα διʼ οὔρεος ἄστατος Ηχώ.
καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ.
280
καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς
Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ
δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου·
ἔμπης δʼ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι
Νηιάδος βυθίοισιν ἐνεκρύπτοντο μελάθροις·
285
αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι
Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,
ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δʼ ἐνὶ Γάγγῃ
λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους
290
Νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι
δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
ἄλλαι Ἁμαδρυάδος σκιεροῖς κρύπτοντο κορύμβοις,
δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.
πολλαὶ δʼ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης
295
Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ
ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου
πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
μυρομένη βαρὺ πένθος ἀπενθήτου Διονύσου.