Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
ἀεὶ τῇ θεραπείᾳ τῶν καμνόντων ἑαυτοὺς ἐπιδιδόντες κατὰ τὸ βούλημα τῆς τέχνης τῆς ἰατρικῆς ὁρῶσι δεινὰ καὶ θιγγάνουσιν ἀηδῶν , Ε; ἐπ ἀλλοτρίαις συμφοραῖς καρποῦνται ἰδίας λύπας, καὶ ἔστιν ἀεὶ ὁ βίος αὐτῶν ἐν περιστάσει. οὐδέποτε γάρ εἰσι μετὰ ὑγιαινόντων , ἀλλ’ ἀεὶ μετὰ τῶν τραυματιῶν, μετὰ τῶν νομὰς ἐχόντων, μετὰ τῶν πεπληρωμένων
πύων, πυρετῶν, νόσων ποικίλων. καὶ εἰ βούλεταί τις στείλασθαι τὴν ἰατρικήν, οὐκ ἀγανακτήσει οὐδ’ ἀμελήσει τοῦ βουλήματος τῆς τέχνης ἧς ἀνείληφεν, ἐπὰν ᾖ μετὰ 268v τῶν τοιούτων ὡς προειρήκαμεν.
θεραπείας· »οὐ« γὰρ »χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ’ οἰ κακῶς ἔχοντες«. ὅπερ δὲ πάσχουσιν ὑπὸ τῶν ἀκολάστων καμνόντων ἰατροί, τοῦτο πάσχουσι καὶ οἱ προφῆται καὶ οἱ διδάσκαλοι ὑπὸ τῶν οὐ βουλομένων θεραπεύεσθαι. ἐκεῖθεν γὰρ μισοῦνται, ὡς διατασσόμενοι παρὰ τὴν προαίρεσιν τῆς ἐπιθυμίας τῶν καμνόντων , ὡς κωλύοντες
τρυφᾶν καὶ ἥδεσθαι τοὺς καὶ έν νόσοις βουλομένους μὴ τά ἄξια τῶν νόσων λαμβάνειν. φεύγουσιν οὖν οἱ ἀκόλαστοι τῶν καμνόντων ἰατρούς, πολλάκις αὐτοῖς καὶ λοιδορούμενοι καὶ κακολογοῦντες αὐτοὺς καὶ πᾶν ὁτιποτοῦν ποιοῦντες ὃ ποιήσειεν ἂν ἐχθρὸς ἐχθρῷ. ἐπιλανθάνονται γὰρ οὑτοι ὅτι ὡς φίλοι προσέρχονται, ἀφορῶντες εἰς τὸ 1 2 ἐπίπονον τῆς διαίτης, εἰς τὸ ἐπίπονον τῆς ἀπὸ σιδήρου ἰατρῶν πληγπῆς, οὐκ εἰς τὸ τέλος 209 τὸ μετὰ τὸν πόνον, καὶ μισοῦσιν ὡς πατέρας πόνων μόνον, οὐχὶ δὲ πόνων φερόντων ἐπὶ ὑγίειαν τοὺς ἰατρεουμένους.
λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμπεν αὐτοῖς ἰατροὺς ὁ θεὸς τοὺς προφήτας. εἷς τῶν ἰατρῶν καὶ Ἱερεμίας ἠν· ἤλεγχε τοὺς ἁμαροτάνοντας, ἐπιστρέφειν βουλόμενος τοὺς κακῶς πράττοντας. οἱ δὲ δέον ἀΚούειν τῶν λεγομένων, κατηγόρουν 269r τοῦ προφήτου καὶ κατηγόρουν ἐπὶ δικαστῶν παραπλησίων ἑαυτοῖς. καὶ ἀεὶ ἐν δίκαις ἠν ὁ
προφήτης ὑπὸ τῶν ὅσον ἐπὶ τῇ προφητείᾳ αὐτοῦ θεραπευθέντων, διὰ δὲ τὴν ἰδίαν ἀπείθειαν μὴ θεραπευομένων. ἐπὶ τούτοις ὁτὲ μὲν λέγει· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὁστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ὁτὲ δέ φησιν, ὁρῶν
ἑαυτὸν ἀεὶ δικαζόμενον, λοιδορούμενον, ἐγκαλούμενον, ψευδομαρτυρούμενον· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;« ἔλεγεν »ἄνδρα« οὐ δικάζοντα ἀλλὰ »δικαζόμενον«, καὶ οὐ διακρίνοντα ἀλλὰ »διακρινόμενον πάσῃ τῇ γῇ«. καὶ ἐπεὶ οἱ κάμνοντες οὐκ ἤκουον αὐτοῦ καλῶς συμβουλεύοντος καὶ ἰατρικῶς, φησίν· »οὐκ ὡφέλησα«. καὶ ἐπεὶ δανείζοντος
αὐτοῦ τὰ πνευματικὰ ἀργύρια οὐκ ἐβούλοντο ἀκούειν ἐκεῖνοι οἷς ἔλεγεν, ἕνα ὠφεληθῶσιν ἐξ ὧν ἤκουσαν, φησίν· Ε;οὐδὲ ὠφείλησέ μοι οὐδείς, οὐδὲ ὡφείλησα<.
ἐν μὲν γὰρ τοῖς πλείστοις ἀντιγράφοις »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς«, ἐν δὲ τοῖς ἀκριβεστάτοις καὶ συμφωνοῦσι τοῖς Ἑβραἱκοῖς »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς«. δεῖ οὖν καὶ τὸ καθημαξευμένον καὶ φερόμενον έν ταῖς ἐκκλησίαις διηγήσασθαι καὶ τὸ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν ἀδιήγητον μὴ καταλιπεῖν. 269v ἐκήρυσσε τοίνυν 3 4 τὸν λόγον οὐδεὶς προσίετο τὰ λεγόμενα. ὡς καὶ ἰατρὸς προσανήλισκε τὰ φάρμακα, ἀκολάστων ὄντων καὶ τὰς ἰδίας ἐπιθυμίας πληρούντων τῶν καμνόντων. ὡσεὶ καὶ ἐκεῖνος ἔλεγεν· »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς«. τάχα ἀντιπάθειά ἐστι διὰ τὴν φιλανθρωπίαν
τοῦ ὠφεληθέντος πρὸς τὸν ὠφελήσαντα. ὥστε γενέσθαι εἰς τὸ ὠφεληθῆναι καὶ τὸν λέγοντα, ἐπεὶ μακάριος ὁ λέγων εἰς ὠτα ἀκουόντων«. ταύτην οὖν τὴν ὠφέλειαν ὠφεληθείη ἂν διδάσκαλος ἀπὸ ἀκροατῶν προκοπτόντων καὶ βελτιουμένων, ὠφεληθείη ἂν τῷ ἔχειν καρποὺς έν αὐτοῖς. 〈ταύτην οὐκ ἔχων ἀπὸ τῶν ᾿Ιουδαίων ῾Ιερεμίας φησίν·>
>οὐδείς με ὠφέλησεν<. εἰ Τὰρ καρπὸν μὲν δεῖ ἔχειν ἐν τὸν λέγοντα, ὁ δὲ ἀκροώμενος παρεκδέχοιτο καὶ ἔξω γίνοιτο τῶν λεγομένων, λέγεται τὸ >οὐκ ὠφέλησέ με 210 οὐδὲ εἷς<· ἐπεὶ μὴ ταύτην τὴν ὠφέλειαν, ἣν ὠφελήθη ἂν ἐκ τοῦ τὸν ἀκροατὴν ὠφεληθέντα αἴτιον προκοπῆς καὶ μακαριότητος γενέσθαι τῷ ὠφελήσαντι.
καὶ ἄλλως δὲ πᾶς ὁ διδάσκων κατ᾿ αὐτὸ τὸ διδάσκειν, ὅσῳ συνετώτερός έστιν ὀ μανθάνων, ὠφελεῖται εἰς ἃ διδάσκει, εἰς ἃ μανθάνει. καὶ κρείττους γίνονται περὶ ἃ παραδιδόασι μαθήματα οἱ λέγοντες, ὅτε συνετοὶ ὄντες οἱ ἀκροαταὶ καὶ οὐχ ἁπαξαπλῶς παραδέχονται, ἀλλὰ ἀντιβασανίζουσι καὶ ἐρωτῶσι καὶ ἐξετάζουσι τὸ βούλημα τῶν
λεγομένων. < οὖν ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδὲ . 270r
φόρον τὸν φόρον, τῷ τὴν τιμὴν τὴν < καὶ πᾶσι τὰ καθήκοντα ἀποδιδούς, ὡς μὴ ὀφείλειν τὰ καθήκοντα πρός τινας, τιμήσας #x003E; 5 6 ὡς γονεῖς, ὡς εἰπεῖν, ἀδελφοὺς ὡς ἀδελφούς, υἱοὺς ὡς υἱούς, ὡς ἐπισκόπους, πρεσβυτέρους ὡς πρεσβυτέρους, διακόνους ὡς διακόνους, πιστοὺς ὡς πιστούς, κατηχουμένους ὡς κατηχουμένους, εἰ πάντα ἀποδίδωσι τὰ καθήκοντα, οὐκ ὠφείλησεν. εἰ δὲ ὀφείλει
μὲν ποιῆσαι καθῆκον, οὐ πεποίηκε δὲ οὐ δύναται λέγειν· »οὐκ ὠφείλησαν«· ὀφείλων γὰρ οὐκ ἀποδέδωκε. πῶς οὖν διηγήσομαι καὶ τὸ οὐδὲ ὠφείλησέ μοι οὐδείς«; ἐγὼ μὲν ἐδάνειζον καὶ διδόναι ἐβουλόμην τὰ πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγόμένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι· διὰ τοῦτο
οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς. τίς γὰρ παρεδέξατο τὰ λεγόμενα, ἴνα ἐκ τοῦ παραδέχεσθαι ὀφειλέτης γένηται ὧν ἤκουσε καὶ ἀπαιτηθῇ ὡς ὀφειλέτης τῶν λεγομένων τοὺς τόκους; βέλτιον οὐν κατὰ τοῦτο λαβεῖν τὸν ἀκροατὴν ἀπὸ τοῦ λέγοντος λογικὰ ἀργύρια καὶ ὀφείλειν, ἢ μὴ παραδεχόμενον μηδὲ λαμβάνοντα μηδὲ ὀφείλειν. ὡς ἐν ἐγκλήμασι
γὰρ κεῖται καὶ τὸ >οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς<.
μεταβαλόντες προφητεύειν ἤρξαντο, ῾Ιερεμίας δὲ ἐκ παίδων προφητεύει. καὶ ἔστι παράδειγμα διδόναι ἀπὸ τῶν γεγραμμένων. ῾Ησαΐας οὐκ ἤκουσε· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε«· οὐδὲ 211 εἶπεν· »οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ
εἰμι«, ἀλλ’ ὅτε εἶδε τὴν ὅρασιν τὴν ἀναγεγραμμένην ἐν τῇ προφητείᾳ αὐτοῦ, εἶδε] καὶ εἶπεν· »οἴμοι τάλας ἐγώ, ὅτι ἀκάθαρτα χείλη ἔχων ὲν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου«, »καὶ ἀπεστάλη« φησί »πρός με ἓν τῶν Σεραφίμ, καὶ ἥψατο τῶν χειλέων μου καὶ 7 8 Εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου τοῦτο καθαριεῖ«. μετὰ τὰς ἁμαρτίας οὖν, ἃς πρότερον ἐποίησεν, ὕστερον γέγονεν ἄξιος τοῦ ἁγίου πνεύματος Ἡσαΐας καὶ ἐπροφήτευσε. καὶ ἐπ᾿ ἄλλῳ τὸ παραπλήσιον εὕροις ἄν. ἄλλ᾿ οὐχ οὕτως ὁ Ἱερεμίας· ἔτι
γὰρ ἐκ σπαργάνων τῷ πνεύματι τῷ προφητικῷ κοσμηθεὶς ἐκ παίδων προεφήτευσε, διὸ ἔλεγε (τὸ κοινὸν γὰρ πρῶτον διηγοῦμαι)· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ«;
ἐμὴ σοφία »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον«, τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, ἵνα διακρίνωμαι διὰ τοὺς ἐλέγχους, διὰ τὰς ἐπιπλήξεις, διὰ τὴν διδασκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; ἐὰν ὁ Ἱερεμίας ταῦτα λέγῃ· »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῆ γῇ«, οὐκ ἔχω διηγήσασθαι
τὸ »πάσῃ τῇ γῇ«· οὐ γὰρ πάσῃ τῇ γῇ διεκρίνετο Ἱερεμίας. ἢ βιασάμενοι ἐροῦμεν τὸ »πάσῃ τῇ γῇ« ἀντὶ τοῦ πάσῃ τῇ Ἰουδαίᾳ; οὐ γὰρ ἔφθανεν ἡ προφητεία αὐτοῦ προφητεύοντος τότε εἰς πᾶσαν τὴν γῆν. μήποτε δὲ ὡς ἐπὶ ἄλλων μυρίων ἐδείξαμεν τὸν Ἱερεμίνα ἀντὶ τοῦ κυρίου ἡ μῶν Ἰησοῦ Χριστοῦ εἰρῆσθαι, οὕτως καὶ ἐνταῦθα ἐροῦμεν. ἐν τῇ ἀρχῇ
ἐπεσημειωσάμην τὸ »ἰδοὺ τέθεικά σε εἰς ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ οἰκοδομεῖν καὶ καταφυτεύειν«. τοῦτο οὐκ ἐποίησεν ὁ Ἱερεμίας. Ἰησοῦς δὲ Χριστὸς τὰς τῆς [γῆς] ἁμαρτίας βασιλείας ἐξερρίζωσεν καὶ τὰς οἰκοδομὰς τὴς κακίας κατέσκαψε καὶ 9 10 ἐποίησεν ἀντὶ ἐκείνων τῶν βασιλειῶν βασιλεῦσαι [ἡμῶν] τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν ἐν ταῖς ψυχαῖς ἡμῶν. ὥσπερ οὖν 271v ἐκεῖνα ἐπὶ τὸν Χριστὸν μᾶλλον ἥρμοζεν ἀναφέρεσθαι ἢ ἐπὶ τὸν Ἱερεμίαν, οὕτως ἡγοῦμαι καὶ ἄλλα πολλὰ καὶ ταῦτα.
ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ᾿ αὐτὴν καὶ εἶπεν· »Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένου πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου« και τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα
ἐν τρυγῆτῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. πάντες εἰς αἵματα δικάζονται«. ἦλθε γὰρ [ὡς συνάγων καλάμην] εἰς ἀμητὸν ἵνα θερίσῃ, καὶ εὑρίσκει πολλοὺς ἁμαρτωλοὺς καὶ λέγει· »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν
ἀμητῷ«. ἦλθε τρυγῆσαι καρπὸν ζωῆς ἐν τοῖς ἀνθρώποις, εὑρίσκει πολλὰ ἁμαρτήματα ἐν ἡμῖν καὶ διὰ τοῦτο λέγει· »καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα«. φησὶ καὶ ἀλλαχοῦ τὸ παραπλήσιον τούτοις πρὸς τὸν πατέρα λέγων· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί 272r με εἰς διαφθοράν;« τί
ὠφέλησα τηλικοῦτο τοὺς ἀνθρώπους; τί ἄξιον τοῦ αἵματος, οὗ ἐξέχεα ὑπὲρ αὐτῶν, πεποιήκασι; »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, 11 12 ἐν τῷ καταβῆναί με« ἐξ οὐρανῶν; καταβέβηκα, ἦλθον ἐπὶ τὴν γῆν, ἐπέδωκα ἐμαυτὸν διαφθορᾷ, ἐφόρεσα σῶμα ἀνθρώπινον· τί αὐτῶν ἄξιον κατώρθωται τοῖς ἀνθρώποις; »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ
ἀναγγελεῖ τὴν ἀλήθειάν σου«; τοιοῦτο οὖν ἐστι καὶ τὸ ἐνθάδε πρῶτον ὑπὸ τοῦ σωτῆρος λεγόμενον τὸ »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα«; οὐχὶ ᾗ θεὸς ὁ σωτὴρ λέγει τὸ »οἴμοι ἐγώ, μῆτερ« ἀλλ᾿ ᾗ ἄνθρωπος, ὡς ἐν τῷ προφήτῃ· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς«. ἡ δὲ ψυχὴ ἀνθρωπίνη ἦν, διὰ τοῦτο καὶ τετάρακται,
διὰ τοῦτο καὶ περίλυπος ἦν. ὁ δὲ λόγος ὁ ἐν ἀρχῇ πρὸςτὸν θεὸν οὐ τετάρακται, ἐκεῖνος οὐκ ἂν λέγοι τὸ »οἴμοι«. οὐδὲ γὰρ ὁ λόγος ἐπιδέχεται θάνατον, ἀλλὰ τὸ ἀνθρώπινόν ἐστι τὸ τοῦτο ἐπιδεξάμενον, ὡς πολλάκις παρεστήσαμεν.
πάσῃ τῇ γῇ«; ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους καὶ καθ᾿ ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται· αὐτὸς γάρ ἐστιν ὁ ἐν τοῖς μαρτυ ροῦσι τῇ ἀληθείᾳ δικαζόμενος. καὶ τοῦτο πεισθήσῃ παραδέξασθαι 213 βλέπων ὅτι οὐ σέ φησιν εἶναι ἐν φυλακῇ
ὅταν σὺ ᾖς ἐν φυλακῇ, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ πεινῶντα ὅταν σὺ πεινᾷς, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ διψῶντα, ἀλλ᾿ ἑαυτόν. 272v »ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων καὶ ἐπο- τίσατέ με«. οὐκοῦν κἂν δικάζηται Χριστιανὸς οὐ δι᾿ ἄλλο τι, οὐ διὰ τὰς ἰδίας ἁμαρτίας, ἀλλ᾿ ὅτι Χριστιανός ἐστι, Χριστός ἐστιν ὁ
δικαζόμενος. ἐν πάσῃ οὖν τῇ γῇ δικάζεται Χριστὸς Ἰησοῦς· καὶ ὁσάκις οὖν Χριστιανὸς δικάζεται, Χριστός ἐστιν ὁ δικαζόμενος· οὐ 13 14 μόνον ἐπὶ τούτων τῶν δικαστηρίων, ἀλλὰ φέρε συκοφαντεῖσθαι Χριστιανὸν [ἃ δεῖ] περί τινος ἐγκαλούμενον, καὶ τότε Χριστὸς ἀδίκως δικάζεται.
τῇ γῇ;«
ἐν πάσῃ τῇ γῇ«.] πανταχοῦ Ἰησοῦς δικάζεται καὶ κρίνεται· καὶ ὑφ᾿ ὧν μὲν καταδικάζεται, ὑφ᾿ ὧν δὲ οὐ καταδικάζεται. ἐὰν μὴ καταδικάζηται, παράδεκτος γίνεται· ἀνοίγεις αὐτῷ τὰς θυρίδας, εἰσέρχεται πρός σε· πιστεύεις εἰς αὐτόν, δειπνεῖ μετὰ σοῦ. ἐὰν δὲ μὴ παραδέξῃ περὶ Χριστιανισμοῦ ἀκούων, οὐδὲν ἄλλο πεποίηκας ἢ κατεδίκασας
τὸν Ἰησοῦν ὡς ψευδόμενον, ὡς πλανήσαντα τοὺς ἀνθρώπους, ὡς οὐκ ἀληθεύοντα, διὰ τοῦ μὴ πεπιστευκέναι τῷ λόγῳ ᾧ διδάσκει. »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« ὅσοι μὲν τέλεον ἀπιστοῦσι, καταδικάζουσιν αὐτόν· ὅσοι δὲ οὐκ ἀπιστοῦσιν ἀλλὰ ἀμφιβάλλουσι περὶ αὐτοῦ, διακρίνονται
περὶ αὐτοῦ. δύο πάσχει ὁ Ἰησοῦς ἐν ἀνθρώποις· ὑπὸ μὲν τῶν ἀπίστων 273r καταδικάζεται, ὑπὸ δὲ τῶν διψύχων διακρίνεται. ἐὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου« ἀποθέμενος »τὴν εἰκόνα τοῦ χοϊκοῦ«, οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδικάζεται, οὐκέτι γῆ εἶ διακρίνουσα αὐτόν.
αὐτοῦ ἀπὸ ἀτιμίας, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμενθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας Ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν«.
οὐκοῦν ἀνέλαβε τὴν ἀσθένειαν τῶν ἁμαρτημάτων ἡμῶν καὶ ἐφόρεσεν ἡμᾶς καὶ ἦλθε πρὸς τοὺς καταρωμένους αὐτόν, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐξέλιπεν ἀπὸ τῶν καταρωμένων ἀπ᾿ οὐρανῶν καταβαίνοντος. ἅμα γὰρ ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν καὶ ἑαυτὸν ἐκένωσεν, ὡς ὁ ἀπόστολος εἶπεν ὅτι »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«. »ἐξέλιπεν« οὖν φησιν »ἡ ἰσχύς μου ἐν τοῖς καταρωένοις 273v με«.
υἱός ἐστι τοῦ θεοῦ, »ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. καὶ ὅς ἐστι λογικός, μετέχει τοῦ ἀληθινοῦ φωτός, λογικὸς δέ ἐστι πᾶς ἄνθρωπος. τῶν οὖν μετεχόντων λόγου πάντων ἀνθρώπων ἐν τισὶ μὲν ἡ ἰσχὺς τοῦ λόγου ηὔξησεν, ἐν τισὶ δὲ ἐκλείπει. ἐὰν μὲν ἴδῃς ψυχὴν ἐμπαθῆ καὶ ἁμαρτωλόν, ὄψει ἐκεῖ τὴν ἰσχὺν τοῦ
λόγου ἐπιλείπουσαν· ἐὰν δὲ ἴδῃς ψυχὴν ἁγίαν καὶ δικαίαν, ὄψει τὴν ἰσχὺν τοῦ λόγου ὁσημέραι καρποφοροῦσαν, καὶ τὸ εἰρημένον περὶ Ἰησοῦ ἐφαρμόσεις τοῖς δικαίοις. οὐ γὰρ καθ᾿ αὑτὸν μόνον »ὁ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν τὴν προκοπὴν ἐν σοφίᾳ ἡλικίᾳ
καὶ χάριτι παραδεχομένων προκόπτει »Ἰησοῦς ἐν σοφίᾳ ἡλικίᾳ 17 18 καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«. λέγει οὖν ὁ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ὢν ἐν τῷ εἰπόντι »οἴμοι ἐγώ, μῆτερ« καὶ τὰ ἑξῆς, ὅτι »ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. ὅς ἂν καταράσηται τῷ λόγῳ, οὗτος εὐθέως λαμβάνει τὴν κολασιν ἐπὶ τῷ καταράσασθαι
τῷ λόγῳ, ἐπὶ τῷ μέμψασθαι τῇ διδασκαλίᾳ Ἰησοῦ· ἡ γὰρ ἰσχὺς τοῦ Ἰησοῦ ἐκλείπει ἐν τῷ τοιούτῳ, καὶ οὐκ ἔστιν ἰσχὺς λόγου ἐν αὐτῷ. ὡς πάλιν ἐκ τοῦ ἐναντίου, ἐὰν εὐλογήσῃς Ἰησοῦν καὶ παραδέξῃ αὐτόν, ἡ ἰσχὺς αὐτοῦ τὸ ἐναντίον πάσχει οὗ πέπονθεν ἐν τοῖς παραδέξῃ αὐτόν, αὐτόν· ὡς γὰρ ἐκεῖ ἐξέλιπεν ἐν τοῖς καταρωμένοις, οὕτως 274r ἐνταῦθα
αὔξει ἐν τοῖς εὐλογοῦσι.
ὅταν μετανοήσαντες μετὰ τὸ κακῶς με εἰπεῖν τραπῶσι τὴν εὐθεῖαν καὶ αὐτὴν ὁδεύσωσι. »γένοιτο, δέσποτα, κατευθυνάντων 215 αὐτῶν· εἰ μὴ παρέστην σοι«. εἶτα δικαιογεῖται περὶ τῶν κακολογούντων αὐτὸν λέγων· »εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν«. παρέστη τῷ πατρὶ > ἱλασμὸς ὢν περὶ τῶν ἁμαρτιῶν ἡμῶν<
καὶ παρεκάλεσε περὶ αὐτῶν ἐν αὐτῷ τῷ καιρῷ τῶν κακῶν ἡμῶν. οὐδὲ γὰρ παρέστη μετὰ τὸν καιρὸν τῶν κακῶν ἡμῶν, ἀλλ᾿ > ἔτι ὄντων ἁμαρτωλῶν ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν< »εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, ἐν καιρῷ τῶν θλίψεων αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν«. καὶ ἐν τῷ καιρῷ τῆς θλίψεως αὐτῶν,
φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἤ »ὁ ἀντίδικος ἡμῶν διάβολος«, ὅς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ καιρῷ τῆς ἔχθρας ἐκείνου τῆς κατὰ τῶν ἀνθρώπων παρέστη τῷ πατρὶ ὁ σωτὴρ ἡμῶν καὶ ἐδεήθη περὶ τῆς ἡμετέρας 19 20 αἰχμαλωσίας, ἵνα λυτρωθῶμεν καὶ ῥυσθῶμεν ἀπὸ τοῦ ἐχθροῦ. ταῦτα μὲν ὁ σωτὴρ ἢ ὁ προφήτης εἰρηκέτω· καὶ γὰρ ὁ προφήτης δύναται τὰ τοιαῦτα εἰρηκέναι καὶ ηὖχθαι περὶ τοῦ λαοῦ ἐν τῷ »καιρῷ τῶν κακῶν αὐτῶν«.
ἀγαθῷ οὖσα ἰσχύς. »καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου«. τίνας »θησαυροὺς« τῶν ἁμαρτανόντων δίδωσιν »εἰς προνομὴν« ὁ θεός, καὶ δίδωσιν αὐτοὺς »ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας« αὐτῶν; πότερόν ποτε τοὺς ἐπὶ γῆς θησαυριζομένους αὑτοῖς; ἕκαστος γὰρ τῶν ἀνθρώπων θησαυρίζει·
εἰ μὲν φαῦλός ἐστιν, ἐπὶ γῆς, εἰ δὲ ἀστεῖος, ἐν οὐρανῷ, ὡς ἐδιδάχθημεν ἀπὸ τοῦ εὐαγγελίου. ἢ λέγει τῷ λαῷ ἐκείνῳ, ὅτι μέλλω διὰ τὰ ἁμαρτήματά σου τοὺς θησαυρούς σου διδόναι εἰς προνομήν; ποῖοι θησαυροὶ ἐκείνου τοῦ λαοῦ ἐδόθησαν εἰς προνομήν; ἴδε εἷς τῶν θησαυρῶν Ἱερεμίας, ἄλλος θησαυρὸς Ἡσαΐας, θησαυρὸς ἦν καὶ
Μωσῆς. τούτους τοὺς θησαυροὺς ἔλαβεν ὁ θεὸς ἀπ᾿ ἐκείνου τοῦ λαοῦ καὶ διὰ Χριστοῦ, εἰπόντος· »ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, ἔδωκεν ἡμῖν.
καὶ ἔδωκεν τοὺς θησαυροὺς τοῦ λαοῦ ἐκείνου ἡμῖν· >πρῶτοι γὰρ ἐκείνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ>, εἶτα μετ᾿ ἐκείνους ἡμεῖς ἐπιστεύθημεν, ἀρθέντων τῶν λογίων τοῦ θεοῦ ἐπ᾿ ἐκείνων καὶ δοθέντων ἡμῖν. καὶ λέγομεν τὸ »ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία 21 22 τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς« εἰρῆσθαι ὑπὸ τοῦ σωτῆρος καὶ πεπληρῶσθαι. οὐχ ὅτι ἤρθη ἀπ᾿ αὐτῶν ἡ γραφή, ἀλλὰ νῦν 216 οὐκέτι ἔχυσι 275r τὸν νόμον καὶ τοὺς προφήτας τῷ μὴ θεωρεῖν τὸν ἐν αὐτοῖς νοῦν. ἔχουσι γὰρ τὰ βιβλία, ἀλλὰ πῶς
ἤρθη ἀπ᾿ αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ; ὁ νοῦς τῶν γραφῶν ἤρθη ἀπ᾿ αὐτῶν. οὐκέτι σῴζεται διήγησις παρ᾿ αὐτοῖς νομικὴ ἢ προφηδιὰ τὴν Χριστοῦ ἐπιδημίαν τὸ »εἶπον τῷ λαῷ ἐκείνῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη
γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου«. πεπλήρωται καὶ τὸ εἰρημένον ὑπὸ τοῦ Ἡσαΐου ὅτι »ἀφελεῖ κύριος ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον, σικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατην«. ταῦτα πάντα ἀφεῖλεν ὁ θεὸς ἀπ᾿ ἐκείνων καὶ
ἔδωκεν, ἐάν γε ἡμεῖς δεξώμεθα, ἡμῖν τοῖς ἀπὸ τῶν ἐθνῶν. ταῦτα διὰ τὸ »καὶ τοὺς θησαυρούς σου εἰς ἁρονομὴν δώσω«.
ἁμαρτίας οὐ πεπλήρωται. καὶ πῶς πᾶν ὅριον αὐτῶν οὐκ ἔμελλεν ἁμαρτίας πληροῦσθαι [ἐπ᾿ αὐτοῖς], τὸ ὅσον ἐπ᾿ αὐτοῖς ἀποκτεινάντων δικαιοσύνην, εἰ Χριστὸς δικαιοσύνη, ἀποκτεινάντων [τὴν] σοφίαν, εἰ Χριστὸς σοφία, ἀποκτεινάντων ἀλήθειαν, εἰ Χριστὸς ἀλήθεια; διὰ γὰρ τοῦ καταδεδικακέναι τὴν ἐπὶ θανάτῳ τὸν υἱὸν τοῦ θεοῦ ταῦτα
πάντα ἀπέβαλον καὶ ἀπώλεσαν. καὶ ἀναστάς μου ὁ κύριος Ἰησοῦς ἐν νεκρῶν οὐκέτι ἐφάνη τοῖς ἀποκτείνασιν 275v αὐτόν· οὐ γὰρ ἔχομεν ἐν τῇ ἱστορίᾳ ὅτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν, ἀλλὰ μόνοις τοῖς πιστεύουσιν ἐφάνη ἀναστὰς ἀπὸ τῶν νεκρῶν.
προειρημένοις ταῦτα· »σὺ ἔγνως, κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν«. καὶ ὁ προφήτης λεγέτω ταῦτα διωκόμενος ὑπὸ τῶν ἐλεγχομένων, μισούμενος ὑπὸ τῶν τὴν ἀλήθειαν μὴ χωρούντων· ἐχθρὸς γὰρ γέγονε τοῖς ἀκούουσιν ἀληθεύων αὐτοῖς. ταὐτὰ δὲ καὶ ὁ σωτὴρ
ἡμῶν λεγέτω, ὅστις καὶ ἐδιώχθη ὑπὸ τοῦ λαοῦ καὶ φησι· »μὴ εἰς μακροθυμίαν«. τί ἐστι τὸ »μὴ εἰς μακροθυμίαν«; ἐμακροθύμησας ἀεὶ ἐπὶ τὸν λαὸν ἐπὶ τοῖς ἁμαρτήμασιν, ἐπὶ δὲ τοῖς κατ᾿ ἐμοῦ τετολμημένοις μὴ μακροθυμήσῃς. καὶ ἀληθῶς ὁ θεὸς οὐκ 217 ἐμακροθύμησεν. ἐὰν ἐξετάσῃς τοὺς χρόνους τοῦ πάθους καὶ τῆς πτώσεως Ἱερουσαλὴμ
καὶ τῆς κατασκαφῆς τῆς πόλεως, καὶ τίνα τρόπον ἐγκατέλιπεν ὁ θεὸς τὸν λαὸν ἐκεῖνον, ἐπεὶ τὸν Χριστὸν ἀπέκτειναν, ὄψει ὅτι οὐχ εἰς μακροθυμίαν ἔτι ἔχρήσατο τῷ λαῷ. εἰ δὲ θέλεις, ἄκουε· ἀπὸ πεντεκαιθεκάτου ἔτους Τιβερίου Καίσαρος ἐπὶ τὴν κατασκαφὴν τοῦ ναοῦ τεσσαράκοντα καὶ δύο πεπλήρωται ἔτη. ἔδει 276r γὰρ ὀλίγον τινὰ
χρόνον συγχωρηθῆναι εἰς μετάνοιαν, μάλιστα διὰ τοὺς πιστεύειν μέλλοντας ἀπὸ τοῦ λαοῦ ἐκ τῶν σημείων καὶ τῶν τεράτων τῶν ἐσομένων ὑπὸ τῶν ἀποστόλων.
ἀθετούμενος· φησὶ γὰρ αὐτός· »διετέλεσα μυκτηριζόμενος«. ὠνειδίζετο οὖν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους τοὺς δι᾿ αὐτοῦ λαλουμένους ὑπὸ τοῦ θεοῦ, καὶ εὔχεται ἐπὶ τῷ ὠνειδίσθαι βοηθηθῆναι ὑπὸ τοῦ θεοῦ λέγων· »γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθε- 25 26 τούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς«. λεγέτω ὁ προφήτης, ἀλλὰ μᾶλλον ἁρμόζει τὸ »συντέλεσον αὐτοὺς« λεγόμενον ὑπὸ τοῦ σωτῆρος· συντέλεια γὰρ ἦλθε περὶ τὴν Ἱερουσαλὴμ καὶ τῷ λαῷ, ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἐπιβουλῆς τοῦ λαοῦ κατὰ τοῦ σωτῆρος ἡμῶν.
τὰ ἔργα τῶν προφητῶν ζηλώσωμεν. ὅ δὲ λέγω τοιοῦτόν ἐστι· πολλάκις ἐν ταῖς εὐχαῖς λέγομεν· θεὲ παντοκράτορ, τὴν μερίδα ἡμῶν μετὰ τῶν προφητῶν δός, τὴν μερίδα ἡμῶν μετὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ σου δός, ἵνα εὑρεθῶμεν καὶ μετ᾿ αὐτοῦ τοῦ Χριστοῦ. ταῦτα δὲ λέγοντες οὐκ αἰσθανόμεθα 276v τί εὐχόμεθα· δυνάμει γὰρ τοῦτό
φαμεν· δὸς ἡμᾶς παθεῖν ἃ πεπόνθασιν οἱ προφῆται, δὸς καὶ ἡμᾶς μισηθῆναι ὡς ἐμισήθησαν οἱ προφῆται, λόγους τοιούτους δὸς ἐφ᾿ οἷς μισηθησόμεθα, δὸς τοσαύταις περιστάσεσι περιπεσεῖν ὅσαις οἱ ἀπόστολοι. τὸ γὰρ λέγειν· δός μοι μερίδα μετὰ τῶν προφητῶν, μὴ παθόντα τὰ τῶν προφητῶν μηδὲ παθεῖν θέλοντα 218 ἄδικόν ἐστι. τὸ
λέγειν· δός μοι μερίδα μετὰ τῶν ἀποστόλων, μὴ θέλοντα ἀπὸ διαθέσεως Παύλου ἀληθεύοντα εἰπεῖν· »ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς περισσοτέρως, ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις« καὶ τὰ ἑξῆς, πάντων ἐστὶν ἀδικώτατον. εἴπερ οὖν θέλομεν μετὰ τῶν προφητῶν γενέσθαι, ὅρα τοὺς βίους τῶν προφητῶν
ὅτι ἐκ τοῦ ἐλέγχειν, ἐκ τοῦ ἐπιτιμᾶν, ἐκ τοῦ ἐπιπλήσσειν ἐδικάζοντο, διεκρίνοντο, κατεδικάζοντο. »ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, 27 28 ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενιο, κακουχούμενοι, ἐπ᾿ ἐρημίαις πλανώμενοι«, ὅτε συναγωγαὶ πολλαὶ Ἰουδαίων· καὶ οὖτοι ἦσαν »ἐπ᾿ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς«. τί οὖν παράδοξον, εἰ θέλων τις ξηλοῦν τὸν βίον τὸν
προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται; ὥσπερ καὶ ἐπὶ τοῦ παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα † καθεζόμενος ἐποίει τὰ τοιάσε· ἔδει γενέσθαι ἐκκλη- σιατικὴν ἐκδικίαν, 278r καὶ γέγονεν· πεποίηκεν ὁ ἐγκεχειρισμένος τὸ
ἔργον ὃ ἔδει αὐτὸν πεποιηκέναι. περιέρχεται ἐκεῖνος λέγων κακῶς τὸν ἐκδικήσαντα τὴν ἀλήθειαν. ἀλλ᾿ ἡμεῖς τοῦτο μὴ ποιῶμεν, μὴ παρέχωμεν τὰς ἀκοὰς τοῖς διὰ τὸ ἐκβεβλῆσθαι λέγουσι κακῶς τὸν ἐκβαλόντα ἢ τὸν σύμψηφον γενόμενον. οἱ καὶ ἀδικίας γε ἐλεγχομένης καὶ γεγενημένης †. οἱ θαυμάσιοι ἀπόστολοι μυρία ὑβριζόμενοι
διὰ τὴν ἀλήθειαν λέγουσιν· »εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι καὶ ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ«. μόνον εἴη με ὑβριζόμενον εἰδέναι ὅτι οὐ δἰ ἄλλο τι ὑβρίζομαι ἢ διὰ Χριστόν, ἐν ἀνάγκαις γενόμενον εἰδέναι ὅτι ἡ ὑπόθεσις τῶν ἀναγκαίων ὁ Χριστός ἐστιν. εἴη με λοιδορούμενον εἰδέναι ὅτι ἡ πρόφασις τῆς
λοιδορίας οὐκ ἔστιν ἄλλη, ἢ ὅτι ἐκδικῶ τὴν ἀλήθειαν καὶ πρεσβεύω ὑπὲρ τῶν γεγραμμένων, ἵωα κατὰ λόγον θεοῦ πάντα γίνηται, διὰ τοῦτο βλασφημοῦμαι. καὶ ἡμεῖς οὖν πάντες, ὅση δύναμις, σπεύσωμεν ἐπὶ τὸν βίον τὸν προφητικόν, ἐπὶ τὸν βίον τὸν ἀποστολικόν, τὸ ὀχληρὸν μὴ φεύγοντες· ἀθλητὴς γὰρ ἐὰν φύγῃ τὸ τῆς ἀθλήσεως ὀχληρόν,
τὸ ἡδὺ τοῦ στεφάνου οὐκ ἀπολήφεται.
νοῆσαί σε οὖν δεῖ διαφορὰν συνεδρίου παιζόντων καὶ [μὴ] σπουδαζόντων. τὸ συνέδριον τοῦτο σπουδαῖόν ἐστι καὶ πάντα ποιεῖ μετὰ σπουδῆς καὶ σπουδῆς ἄξια καὶ κατὰ τὸ λεγόμενον· σπουδὴ ὁ λόγος, σπουδὴ ὁ βίος, καὶ πάντῃ ἐστὶ τὸ συνέδριον οὐ παιζόντων, ἀλλ]ασπουδαζόντων. ὅταν δὲ τὸ συνέδριον καταλιπὸν
τὴν σπουδὴν τὴν περὶ τὰ ἀναγκαῖα σχολάζῃ τοῖς παιγνίοις τοῦ αἰῶνος τούτου καὶ παιγνίοις τοῖς ἀπὸ τῆς κακίας, γίνεται συνέδριον παιζόντων. φησὶν οὖν οὗτος· »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου«. δύο προκειμένων, καθέζεσθαι ἐν συνεδρίῳ παιζόντων καὶ σοὶ τῷ θεῷ
προσκόπτειν καὶ σοὶ μὴ ἀρέσκειν, ἢ ἐγείρεσθαι ἀπὸ συνεδρίιου παιζόντων καὶ ποιεῖν ταῦτα ἃ σοὶ φίλον ἦν, εἱλόμην μᾶλλον ἀνίστασθαι ἀπὸ τοῦ συνεδρίου τῶν παιζόντων καὶ σοὶ φίλος εἶναι, ἤπερ τὸ ἐναντίον ποιῶν ἐχθρὸς γενέσθαι τῇ μακαριότητί σου. »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου«. καὶ ὁ σωτὴρ ἡμῶν 279r οὐκ ἐκάθισεν »ἐν συνεδρίῳ αὐτῶν παιζόντων«, ἀλλ᾿ ἀπανέστη ἀπ᾿ αὐτῶν. καὶ σημεῖόν ἐστι τοῦ ἐγηγέρθαι τὸν σωτῆρα ἀπὸ συνεδρίου παιζόντων, τὸ εἰρηκέναι αὐτόν· »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος«. καταλέλοιπε γὰρ ὁ λόγος τοῦ 31 32 θεοῦ τὸ Ἰουδαίων συνέδριον καὶ ἄλλο συνέδριον καὶ ἐκκλησίαν ἑαυτῷ πεποίηκε τὴν ἀπὸ τῶν ἐθνῶν.
δικαίως, οὐδὲν ἄτοπόν ἐστι φεύγοντα τὸ συνέδριον τῆς κακίας μιμήσασθαι τὸν εἰπόντα· »κατὰ μόνας ἐκαθήμην«, μιμήσασθαι καὶ τὸν λέγοντα Ἡλίαν· »κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγῶ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχῆν μου λαβεῖν αὐτήν«. τάχα δὲ κἂν βαθύτερον
ἐξετάσῃς τὸ »κατὰ μόνας ἐκαθήμην«, εὑρήσεις τινὰ ἄξιον νοῦν βάθους προφητικοῦ. ὅταν τὸν τῶν πολλῶν βίον μμιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν· »κατὰ μόνας ἐκαθήμην«, ἀλλά· μετὰ πολλῶν ἐκαθήμην. ἐπὰν δὲ ὁ βίος μου γένηται δυσμίμητος,
ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παὰ τὸ μόνος εἶναι τοιόσδε καὶ μηδένα μιμήσασθαί με τὸ »κατὰ μμόνας 279v ἐκθήμην«. ἔξεστιν οὖν καὶ μὴ ὄντα σε πρεσβύτερον καὶ μὴ ὄντα σε ἐπίσκοπον μηδέ 220 τινι τιμῇ ἐκκλησιαστικῇ τετιμημένον εἰπεῖν
τοῦτο, τὸ »κατὰ μόνας ἐκαθή΄μην« ζηλῶσαι καὶ βίον ἀναλαβεῖν ὥστε εἰπεὶν· »κατὰ μόνας ἐκαθήμην«. »Ὅτι πικρίας ἐνεπλήσθην«. εἰ »στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ
ἑορτή σου μετὰ πικρίδων γίνεται; ὅταν γὰρ ἑορτάζῃς, »ἄζυμα« φησὶν »ἐπὶ πικρίδων φάγεσαι«. τί βούλεται ὁ λόγος λέγων ὅτι δεὶ τὸν ἑορτάζοντα τῷ θεῷ »ἄζυμα ἐπὶ πικρίδων« ἐσθίειν, κατανοητέον. τὰ μὲν ἄζυμα διηγήσατο ὁ ἀπόστολος, οὐκ ἔστιν ἐμὴ ἡ ἑρμηνεία· τὸ δὲ 33 34 ἀκόλουθον τῆς ἑρμηνείας ἀναγκαῖόν ἐστι παραπλήσιον εἶναι τῇ ἀποστολικῇ διηγήσει. ὁ ἀπόστολος τὰ περὶ τῶν ἀζύμων διηγήσατο λέγων· »ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«. δέον ἐστὶν ἀποδοῦναι
τὸν λόγον περὶ τῶν πικρίδων ἀκολούθως τῷ τὰ ἄζυμα εῑναι εἰλικρινείας καὶ ἀληθείας. ἔχε δὲ εἰλικρίνειαν καὶ ἀλήθειαν, καὶ πικρίδες ἔσονταί σοι, καὶ ἐσθίεις μετὰ πικρίδων τὰ ἄζυμα τῆς εἰλικρινείας καὶ ἀληθείας, οἷον Παῦλος. ἐπειδήπερ ἤσθιε τὰ ἄζυμα εἰλικοινείας καὶ ἀληθείας, καὶ πικρίδας ἤσθιε. πῶς πικρίδας ἤσθιε; 280r λέγων »ἐχθρὸς
ὑμῶν γέγονα ἀληθεύων ὑμῖν«. πῶς πικρίδας ἤσθιεν; «ἐν κόπῳ καὶ μόχθῳ, καὶ ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, χωρὶς τῶν παρεκτός«. ὁ μὲν οὖν νόμος εἶπεν· 〉ἄζυμα μετὰ πικρίδων ἔδεσθε ἔδεσθε〈· καὶ οὐκ εἶπεν· ἄζυμα μετὰ πικρίδων ἔδεσθε, ἕως ἐμπλησθῆτε, ὥσπερ ἐπί
τ ινων ἄλλων λέλεκται· »φάγεσθε καὶ ἐμπλησθήσεσθε«. ὁ δὲ προφήτης προσεπιτείνει λέγων ὅτι οὐχὶ πικρίαν ἔφαγον, ἀλλὰ »πικρίας ἐνεπλήσθην«· ὅση δύναμις τῶν πικρῶν μετελάμβανον πραγμάτων, ὥστε με[τὰ] πληρεστάτων πικρίδων μεταλβεῖν.
ἔπασχεν ἀπὸ τῶν μὴ θελόντων ἀκούειν τὸ ἀληθές, καὶ ἦσαν αὐτοῦ ἐκεῖνοι δυνατώτεροι [δὲ] ἐνταῦθα ἐν τῷ αἰῶνι τούτῳ, ἐπειδὴ οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλὰ ἀπὸ τῶν κρειττόνων χωρίών, ὥς φησιν ὁ σωτήρ· »εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ
παραδοθῶ τοῖς Ἰουδαίοις«. οἱ λυποῦντες οὖν τὸν προφήτην κατίσχυον 35 36 αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ. ὅτι γὰρ ἰσχύουσι, 221 βλέπετε τοὺς μάρτυρας. ὁ δικαστὴς καθέζεται δικάζων καὶ τρυφῶν ἐν τῷ δικαστηρίῳ· ὁ Χριστιανός, ἐν ᾧ ἐστι Χριστὸς δικαζόμενος, πικρίας ἐνεπλήσθη καὶ καταδεδυνάστευαι ὑπὸ τοῦ ἀδίκου καὶ καταδικάζεται.
(καὶ γὰρ καὶ αὐτὸς πέπονθε τὰ ἀνγεγραμμένα ἐν τῇ προφητείᾳ), τ ὸν αὐτὸν ἐπιδέχεται [τὸν] νοῦν κατὰ τὴν λέγουσαν λέξιν· »ἡ πληγή μου στερεά«. »πόθεν ἰαθήσομαι;« κἂν ὁ σωτὴρ λέγῃ· »πόθεν ἰαθήσομαι«, τὴ ἀνάστασιν τὴν ἐκ νεκρῶν προφητεύει μετὰ τὴν στερεὰν πληγήν, κἂν ἐπὶ τοῦ δικαίου δὲ λαμβάνηται, μετὰ τὰς πληγὰς
γίνεται πάλιν ἴασις. »γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδές, οὐκ ἔχον πίστιν«· οὐ γὰρ με΄νει ἠ πληγή, ἀλλὰ παρέρχεται. »Διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε«. ταῦτα πάλιν λέγεται πρὸς ἕκαστον, ὃν παρακαλέσει ὁ θεὸς ἐπιστρέψαι πρὸς αὐτόν. μυστήριον δέ μοι δοκεῖ ἐνταῦτθα κηλοῦσθαι ε'ν
τῷ »ἀποκαταστήσω σε«. οὐδεὶς ἀποκαθίσταται εἴς τινα τόπον μηδαμῶς ποτε γενόμενος ἐκεῖ, ἀλλ᾿ ἡ ἀποκατάστασίς ἐστιν εἰς τὰ οἰκεῖα. οἷον ἔξαρθρόν μου ἐὰν γένηται μέλος, ὁ ἰατρὸς πειρᾶται ἀποκατάστασιν ποιῆσαι τοῦ ἐξάρθρου. ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι- καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ 281r δύνασθαι πάλιν ἐν τῇ πατρίδι
εἶναι κατὰ τοὺς νόμους, ἀπεκατέστη ἐπὶ τὴ πατρίδα τὴ ἑαυτοῦ. τὸ αὐτ[ο νόει μοι καὶ ἐπὶ στρατιώτου ἐκβληθέντος ἀπὸ τῆς ἰδίας παρατάζεως καὶ ἀποκαθισταμένου. λέγει οὖν ἐνθάδε πρὸς ἡμᾶς τοὺς 37 ἀποστρέψαντας ὅτι, ἐὰν ἐπιστρέψωμεν, ἀποκαταστήσει ἡμᾶς. καὶ γὰρ τὸ τέλος τῆς ἐπαγγελίας τοιοῦτόν ἐστιν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται ἐν τῷ »ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων αὐτοῦ ἀπ᾿ αἰῶνος προφητῶν«
ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμή.
In Jeremiam (Homiliae 12-20). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.