Ὁμιλία ιγ΄. Εἰς τὸ »τίς φείσεται ἐπὶ σοί, μέχρι τοῦ »ἠτεκνώθην«.
γῆς, ὅτι τῷ τοιούτῳ οὐδὲ μεταδιδόναι ἐλέου ἔξεστιν, ἕνα μὴ δοκῇ τις προσκρούειν τῷ καταδικάσαντι βασιλεῖ. καὶ οὐκ ἔξεστι τὸν τοιοῦτον οὐδὲ ἐλεῆσαι] προσεπιτείνουσί τινες οὐδὲ σκυθρωπάζοντες ἐπ΄ αὐτῷ, ἵνα μὴ ἐπὶ τῷ σκυθρωπάζειν δοκῶσι δυσαρεστεῖσθαι τῷ κριθέντι ὑπὸ τοῦ βασιλέως. εἰ νενόηκας τοῦτο , ἴδε μοι τὸν καταδικασθέντα
ὑπὸ τοῦ θεοῦ διὰ τὰς πολλὰς ἑαυτοῦ ἁμαρτίας, καὶ ὅρα τὸν τοιοῦτον. λεγι ώνων ὄντων ἀγγέλων τῶν τεταγμένων ἐπὶ τὸ βοηθεῖν 266r τῇ ἀνθρώπων φύσει, ὑπὸ μηδενὸς ἐλεούμενον. ἕκαστος γὰρ τῶν ἀγγέλων ἰδὼν τὸν καταδικάσαντα ὅτι θεός ἐστι, τὸν ἀποστραφέντα ὅτι δημιουργός ἐστι, τὴν φύσιν τῶν ἀμαρτιῶν ὅτι τοιαύτη ὥστε τὸν
ἀγαθὸν θεὸν ἀναγκασθῆναι, ἱν οὕτως εἴπω τὴν ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοιοῦτον εἰρήνης.
ἡμαρτηκέτω μου εἰς τὸν Ἰησοῦν, καὶ τοιαῦτα πεποιηκέτω, ἕνα εἴπῃ περὶ αὐτῆς ὁ Ἰησοῦς· »Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν
ὁ οἶκος ἡμῶν«. καταλειπέσθω αὕτη ἡ Ἱερουσαλήμ 206 ὡς καταλέλειπται. οἱ ἄγγελοι οἱ ἀεὶ βοηθοῦντες τῇ Ἱερουσαλήμ, δι’ ὧν διετάγη καὶ ὁ Μωσέως νόμος »διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου«, καταλειπέτωσαν τὴν Ἱερουσαλὴμ καὶ λεγέτωσαν· τὰ ἁμαρτήματα αὐτῆς μεγάλα γέγονε, τὸν Ἰησοῦν ἀπέκτειναν , ἐπὶ τὸν Χριστὸν τὰς χεῖρας 3 4 ἐπιβεβλήκασιν. ὅσον ἔτι μικρότερα ἡν τὰ ἁμαρτήματα, ἐδυνάμεθα ἔτι περὶ αὐτῶν ἀξιοῦν καὶ παρακαλεῖν , ἐδυνάμεθα φείδεσθαι τῆς Ιερουσαλήμ· τίς ἐπὶ τούτῳ φείσεται; »ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ,
τίς προσεύξεται περὶ αὐτοῦ«; »ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο«· καὶ λέγεται 266v πρὸς αὐτὴν ταύτην πρῶτον· τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«; ἡμεῖς οὐ σκυθρωπάζομεν ἐπὶ τῇ Ἱερουσαλήμ καὶ ταῖς συμφοραῖς αὐτῆς καὶ τοῖς γενομένοις παντὶ τῷ λαῷ ἐκείνῳ· Ε;τῷ γὰρ ἐκείνων παραπτώματι
ἡ σωτηρία ἡμῶν γέγονεν εἰς τὸ παραζηλῶσαι <αὐτούς>. ἐπεὶ τὸ παράπτωμα αὐτῶν τηλικαύτη γέγονεν ἁμαρτία ὣστε φωνῆς κυρίου λεχθῆναι· »τίς οὐν φείσεται ἐπὶ σοί, λέγω πρὸς τὴν ἀποκτείνασάν μου τὸν Ἰησοῦν καὶ ἐγώ· »τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«;
Ἱερουσαλήμ. Ἰεβούς φασιν Ἑβραίων παῖδες ὅτι ἑρμηνεύεται Πεπατημένη. Ἰεβοὺς οὖν, ἡ Πεπατημένη ὑπὸ δυνάμεων ἀντικειμένων ψυχή, μεταβέβληται καὶ γέγονεν Ἱερουσαλήμ, Ὅρασις εἰρήνης. εἰ οὖν, ὅτε μεταβέβληκας ἀπὸ Ἰεβοὺς εὐς τὸ γενέσθαι Ἱερουσαλήμ, ἥμαρτες καὶ Ε;τὸν υἱὸν τοῦ θεοῦ καταπεπάτηκας καὶ τὸ αἷμα τῆς καινῆς διαθήκης
κοινὸν ὡς ἐκείνη καὶ σύ) ἡγήσω< καὶ ἐν ἁμαρτήμασι χαλεποῖς, λεχθήσεται καὶ περὶ τοῦ· τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ«; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«, ἐὰν γένῃ τοιοῦτος ὡς προδοῦναι τὸν 5 6 Ἰησοῦν; ἕκαστος ἡμῶν ἁμαρτάνων. καὶ μάλιστα εἰ μείζονα, εἰς Ἰησοῦν ἁμαρτάνει. ἐὰν δὲ καὶ ἀποστάτης ᾖ, ἔτι μάλιστα ταῦτα ποιεῖ τῷ Ἰησοῦ πνευματικῶς ἃ ἐποίησεν 267r αὐτῷ Ἱερουσαλῆμ σωματικῶς. διὸ »πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ
θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας«; εἰ κατεπάτησας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας, 207 τίς »φείσεται ἐπὶ σοί; τίς σκυθρωπάσει ἐπὶ σοί; τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σου«; αὐτὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐρωτήσαντά σοι τὰ εἰς
εἰρήνην προέδωκεν ἡ τοῦ ἁμαρτωλοῦ ψυχή· τίς δύναται παρακαλέσαι ἀνακάμψας πάλιν περὶ τῆς εἰρήνης; τγινώσκοντες οὐν ὅτι »ὐδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μέτόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν
ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἐν ἑαυτοῖς τὸν οἱὸν τοῦ θεοῦ, καὶ παραδειγματίζοντας« πάντα πράττωμεν, ἕνα μὴ καὶ περὶ ἡμῶν λέγηται τὸ »τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σοι«;
τὸ ἑξῆς· »σὺ ἀπεστράφης με, λέγει κύριος. ὀπίσω ποερύσῃ«. ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστράφης τὸν θεόν, τί δεῖ καὶ λέγειν; καὶ ἐπειδὴ ἀπεστράφη ἡ Ἱερουσαλὴμ ἡ ἐν τῇ Ἰουδαίᾳ τὸν Χριστόν, ἀφ’ ἡς πάντας τοὺς Ἰουδαίους νοητέον, διὰ τοῦτο »ὀπίσω πορεύσῃ«. 267v ἦν γὰρ ὅτε οὐκ ὀπίσω ἐπορεύετο, ἀλλὰ ἔμπροσθεν· νῦν δὲ ὀπίσω πορεύεται »καὶ ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον«, δῆλον ὅτι ἵνα ὀπίσω πορευθῶσι. περὶ δὲ τοῦ τί ἐστι τὸ »ὀπίσω πορεύσῃ« ἢ τί τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, οὕτω παραστήσομεν. ὁ δίκαιος Ε;τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν #x003C;. δῆλον
ὅτι ὁ ἐναντίως τῷ δικαίῳ διακείμενος τῶν ὀπίσω μέμνηται καὶ τοῖς 7 8 ἔμπροσθεν οὐκ ἐπεκτείνεται. τῶν δὲ ὀπίσω μεμνημένος παρακούει τοῦ Ἰησοῦ διδάσκοντος καὶ λέγοντος· »μὴ στραφήτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ«, παρακούει τοῦ Ἰησοῦ λέγοντος· »μνημονεύετε τῆς γυναικὸς Λώτ«, παρακούει τοῦ Ἰησοῦ λέγοντος· »οὐδεὶς βαλὼν
τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ«. καὶ ἐν τῷ νόμω δὲ γέγραπται, ὅτι εἶπον οἱ ἄγγελοι πρὸς τὸν ἐξελθόντα ἀπὸ Σοδόμων Λώτ· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου. μήποτε συμπαραληφθῇς«. καὶ τοῦτο δὲ ἔχει διάνοιαν ἀξίαν ἀγγελικοῦ
πνεύματος· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω«, ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνου. καταλέλοιπας Σόδομα, μὴ στρέφου εἰς Σόδξομα. καταλέλοιπας τὴν κακίαν καἰ τὴν ἁμαρτίαν , μὴ ἐπιστραφῇς πρὸς αὐτὴν »μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ«. κἂν τηρήσῃς τὴν προτέραν ἐντολὴν τὴν λέγουσαν· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω«, οὐκ ἀρκεῖ σοι
πρὸς τὸ σωθῆναι, ἐὰν μὴ καὶ τῆς δευτέρας ἐντολῆς ἀκούσῃς λεγούσης· »μηδὲ στῇς ἐν πόσῃ τῇ περιχώρῳ«. 268r οὐ δεῖ γὰρ ἀρξάμενον προκόπτειν ἑστάναι ἐν τῇ περιχώρῳ Σοδόμων, εἰ καὶ Σόδομα 208 διαβέβηκεν , ἀλλὰ διαβάντα ἀπὸ τοῦ ἑστάναι έν τῇ περιχώρῳ σῴζεσθαι εἰς τὸ ὄρος κατὰ τὸ »μὴ περιβλέψῃ εἰς τά ὀπίσω μηδὲ στῇς έν πάσῃ τῇ περιχώρῳ·
εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς«. εἰ βούλει μὴ συμπαραληφθῆναι Σοδομίταις, μήποτε εἰς τὰ ὁπίσω στραφῇς μηδὲ στῇς ἐν τῇ περιχώρῳ Σοδόμων μηδὲ ἀλλαχοῦ γένῃ ἢ εἰς τὸ ὄρος ἐκεῖ γάρ ἐστι μόνον σωθῆναι. ἔστι δὲ τὸ ὄρος κύριος Ἰησοῦς, ᾡ έστιν ἡ δόξα καὶ τὸ κρότος εἰς τοὺς αἰῶνας. Ἀμήν.
In Jeremiam (Homiliae 12-20). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.