Ὁμιλία ιβ΄.
193
Εὶς τὸ »καὶ ἐρεῖς πρὸς τὸν λαόν
τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. πᾶς ἀσκὸς πληρωθήσεται
οἴνου« μέχρι τοῦ »καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὄτι συνετρίβη τὸ Ποίμνιον τοῦ κυρίους«.
μενόντων ἡμῶν ἐπὶ τοῦ γράμματος, ὥστε εἰπεῖν ἄλλον τινὰ ἀκούσαντα τοῦ γράμματος· μωρία ἐστὶ ταῦτα τὰ γράμματα. τοῦτο δὲ ἐρεῖ ψυχικός· »ψυχικὸς« γὰρ »ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν«. ὅρα οὐν τὴν λέξιν τί φησιν. »καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ« 1 2 — ὃ λέγει »κύριος ὁ θεὸς Ἱσραήλ« ἂξιον ἔστω κυρίου Ἰσραήλ — »πᾶς ἀσκὸς πληρωθήσεται οἵνου. καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«; καὶ οἱ ἀποκρινόμενοι εἰ ἐπὶ τοῦ ῥητοῦ ἑστῶτες ταῦτά φασι
λέγουσιν ἐγνωκέναι ὅτι »πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«, Ψεύδονται. οὐ γὰρ »πᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. εἰσὶ γοῦν ἀσκοὶ ἐλαίου πληρούμενοι ἢ ἄλλης ὑγρᾶς οὐσίας, <τινὲς δὲ ψεύδονται ἄρα· οὐ γὰρ Μᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. καὶ ὁ λαὸς ἀποκρίνεται φάσκων· »μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς
πληρωθήσεται οἵνου«; ἅπερ διηγήσεως κατὰ τὸ δυνατὸν ἡμῖν τοιᾶσδε τεύξεται. ἐὰν εἰδῳμεν τàς τῶν οἴνων διαφορὰς καὶ τὰ λεγόμενα περὶ αὐτῶν, καὶ ἀκολούθως αὐτοῖς περὶ τῶν ἀσκῶν ὀψόμεθα ὅτι ἀληθές ἐστι τὸ πᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. εἴτε γὰρ ἀγαθός τίς έστιν, ἕν οὕτως ὀνομάσωμεν, έν ἀσκοῖς ἀσκός,
πληρωθήσεται οἴνου κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα. εἴτε ἐστίν ὡς ἐν συγκρίσει ἀσκῶν καὶ τῇ κρίσει τῇ περὶ αὐτῶν, μοχθηρός, καὶ αὐτὸς κατὰ τὴν μοχθηρίαν αὐτοῦ πληρωθήσεται οἴνου μοχθηροῦ. πῶς οὖν ἔστιν ἀπὸ τῆς γραφῆς λαβεῖν περὶ τῶν διαφόρων οἵνων; περὶ μὲν τῶν χειρόνων τοιαῦτα γέγραπται· »ἐκ γàρ ἀμπέλου 256r Σοδόμων ἡ
ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος«. περὶ δὲ τῶν κρειττόνων· »τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον«, καὶ ἡ σοφία συγκαλεῖ ἐπὶ τὸν ἐαυτῆς κρατῆρα λέγουσα. »ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον,
καὶ πίετε οἶνον ὅν κεκέρακα ὑμῖν«. ἔστιν οὖν οἶνος ἀπὸ Σοδόμων καὶ ἐ)στιν οἶνος, ὃν ἡ σοφία κίρνησιν. καὶ πάλιν· »ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι«, 194 πεφυτευμένη ὑπὸ τοῦ θεοῦ, ἡ καλουμένη ἄμπελος Σωρήκ, Ἐκλεκτή τις οὖσα καὶ Θαυμαστή. ἔστι δὲ τις καὶ ἄμπελος Αἰγυπτίων, ἣν πατάσσει ὁ θεὸς κατὰ τὸ 3 4 γεγραμμένον ὅτι »ἐπάταξεν ὁ θεὸς ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους συκαμίνους αὐτῶν ἐν πάχνῃ«.
λέγω ὅτι ὁ μὲν φαῦλος πεπλήρωται »οἴνου ἀμπέλου Σοδόμων«, πεπλήρωται οἵνου Αἰγυπτίου καὶ οἴνου τῶν ἐχθρῶν τοῦ Ἰσραήλ, ὁ δὲ ἅγιος καὶ ὠφελημένος πεπλήρωται οἴνου ἀπὸ ἀμπέλου Σωρὴκ καὶ οἴνου περὶ οὑ γέγραπται· »τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον«, καὶ πάλιν πεπλήρωται οἴνου ὁ ἅγιος, ἀφ᾿ οὗ ἐκέρασεν
ἡ σοφία. ταῦτα μὲν οὐν νοείσθω μοι κατὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, ἵνα θεωρηθῇ τὸ >πᾶς ἀσκὸς οἴνου πληροῦται< εἰ δὲ δεῖ Ἰδεῖν καὶ τὰ διὰ τὴν κακίαν καὶ τὴν ἀρετήν, κολάσεις μὲν τὰς διὰ τὴν κακίαν, εὐλογίας δὲ καὶ ἐπαγγελίας τὰς διὰ τὴν ἀρετήν, παραστήσωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων, τίνα τρόπον αἱ κολάσεις καὶ αἱ ἑπαγγελίαι 256v οἶνος λέγεται· »λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς«. ἱερεμίας ταῦτα λέγει· ᾧ ἐπιφέρει· »καὶ πίονται καὶ ἐξεμέσονται καὶ ἐκμανήσονται καὶ πεσοῦνται«. οὐκοῦν τὰς κολάσεις σεις ὠνόμασεν ἐνταῦθα οἶνον ἄκρατον, ὅν πίνουσιν οἱ ἀκράτου οἴνου
τουτέστιν ἀκράτου κολάσεως ἄξιοι. εἰσὶ δὲ καὶ ἄλλοι οἱ πίνοντες κόλασιν οὐκ ἄκρατον, ἀλλὰ κεκερασμένην· »ποτήριον« γὰρ »ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς«. εἰ θέλεις καὶ ποτήριον εὐλογίας ἰδεῖν, ὃ
πίνουσιν οἱ δίκαιοι, ἤρκει μὲν οὐν καὶ τὸ τῆς σοφίας, ἐφ᾿ ᾧ ἔλεγε· »πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν«, ἴδε δέ μοι καὶ τὸν σωτῆρα πρὸς τὸ πάσχα ἀναβαίνοντα εἰς »ἀνάγαιον μέγα ἐστρωμένον καὶ κεκοσμημένον« καὶ ἑορτάζοντα μετὰ τῶν μαθητῶν καὶ διδόντα αὐτοῖς ποτήριον, περὶ οὗ γέγραπται οὐχ ὅτι ἐκέρασεν· ὁ Ἰησοῦς γὰρ εὐφραίνων τοὺς
μαθητὰς ἀκράτω εὐφραίνει καὶ λέγει αὐτοῖς· »λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἶμα, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 5 6 τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν‘«, καί· »ἀμὴν λέγω ὑμῖν, οὐ μὴ πίω αὐτὸ ἀπὸ τοῦ νῦν, ἕως αὐτὸ πίω μεθ’ ὑμῶν καινὸν έν τῇ βασιλείᾳ τοῦ θεοῦ«.
ὁρᾷς τὰς κολάσεις κολάσεις ποτήριον οἴνου ἀκράτου, καὶ ἄλλο εἶδος κολάσεως 257r ποτήριον κεκερασμένον· ὥστε ἑκάστῳ κίρνασθαι κατὰ τὴν Ι άξίαν τῆς χρηστῆς 195 πράξεως ἀναμεμιγμένης μοχθηρᾷ πράξει ἅ πίεται. νόει δέ μοι τοὺς μὲν πάντῃ ἀλλοτρίους τῆς θεοσεβείας καὶ μησαμῶς προσέχοντας αὑτοῖς, ἀλλ΄ ὡς ἔτυχε ζῶντας, πίνοντας τὸν ἄκρατον
οἶνον περὶ οὗ παρεθέμεθα τὰ ἀπὸ τοῦ Ἱερεμίου, τοὺς δὲ μὴ πάντῃ ἀποστάντας καὶ ἁμαρτωλούς, ἀλλ’ ἀ〈να〉ξίους τοῦ ποτηρίου »τῆς καινῆς διαθήκης«, ποιοῦντας ὁτὲ μὲν χρηστοτέρας ὁτὲ δὲ ἐναντίας πράξεις, οἶνον πίνοντας »ἀκράτου κεράσματος ». »ἔκλινε« γὰρ ὁ θεὸς »ἐκ τούτου εἰς τοῦτο« τίνος »τούτου«; δύο ποτήρια βλέπω
κατὰ τὸ λεγόμενον· »ἔκλινεν ἐκ τούτου εἰς τοῦτο πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη«. νόει μοι τὸ ποτήριον τῶν ἀγαθῶν σου ἔργων ἐν τῇ μιᾷ χειρὶ τοῦ θεοῦ· εἰ δὲ βούλει τολμηρότερόν με εἰπεῖν, ἔστω ἐν τῇ χειρὶ χειρὶ τοῦ θεοῦ τὸ ποτήριον τῶν ἔργων σου τῶν ἀγαθῶν, εἶτα ἔστω τὸ ποτήριόν σου τῶν ἁμαρτημάτων ἐν τῇ ἀριστερᾷ
χειρὶ τοῦ θεοῦ. ὅταν οὖν μέλλῃς κολάζεσθαι διὰ τὰ ἁμαρτήματα, ἐπεὶ καὶ χρηστότερά σοι ἔργα γεγένηται, ποτήριον »ἐν χειρὶ κυρίου ἐστὶν οἴνου ἀκράτου πλῆρες κεράσματος. καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο«, ἐκ τοῦ ἐν τῇ ἀριστερᾷ εἰς τὸ ἐν τῇ δεξιᾷ. οὔτε γὰρ μόνον δύνασαι πιεῖν τὸ τῶν ἀγαθῶν ποτήριον, ὡς οὐ μόνον ἀγαθὰ ἔργα
πεποιηκώς, οὔτε δύνασαι πιεῖν μόνον τὸ τῶν ἁμαρτημάτων ποτήριον, χρηστὰ γáρ σοι πέπρακταί τινα. διὰ τοῦτο »ἔκλινεν ἐκ τούτου εἰς τοῦτο«. κατὰ τὴν ἀναλογίαν τῶν ἔργων σου κίρναταί σοι ὁ θυμὸς καὶ ἡ κόλασις, ἴνα ἤτοι ὑδαρέστερον τὸ τῆς κολάσεως ᾖ σοι ἢ δριμύτερον καὶ ἐπιπονώτερον. κατὰ τὴν ἀναλογίαν 257v γὰρ, ὡς προεῖπον,
τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἀγαθοῖς ἀμβλύνεταί πως ἢ οὐκ ἀμβλύνεται ὁ ἀπὸ τοῦ ποτηρίου τῆς ὁργῆς † ποσῶς διδομένης 7 8 ἑκάστῳ τῶν ἁμαρτημάτων. ἐὰν δὲ καλὸς καὶ ἀγαθὸς ᾖς ὅλος, λέγεις· »ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι«. »πᾶς« οὖν »ἀσκός«, εἴτε καλὸς εἴτε μοχθηρός, »πληρωθήσεται οἴνου«, καὶ κατὰ τὸν ἐπιτηδειότητα τοῦ ἀσκοῦ οἶνος βληθήσεται εἰς τὸν
ἀσκὸν κατὰ τὸν λόγον τῶν ἐνταῦθα ὀνομαζομένων ἀσκῶν. ἔλαιον οὖν οὐ βάλλεται εἰς τοὺς ἀσκοὺς οὐδὲ ἄλλη τις ὑγρὰ ὕλη, ἀλλὰ πάντα ἀσκὸν δεῖ οἴνου πληρωθῆναι.
πληροῦν ὁ θεὸς τοὺς ἀσκοὺς τούτους, τοὺς ἁμαρτωλούς. γέγραπται γάρ· »ἐὰν εἴπσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ πληρῶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς τοὺς καθημένους υἱοὺς τοῦ Δαβὶδ ἐπὶ θρόνου αὐτοῦ καὶ
τοὺς ἱερεῖς«. οὐδενὸς φείδεται ὁ μέλλων κολάζειν. οὐκ ἐπεὶ προ- φήτης 196 τις ἐχρημάτισεν, ἔχει δὲ ἁμαρτήματα, οὐ πληρωθήσεται τῶν λεγομέων ἀπειλῶν. οὐκ ἐπεὶ ἱερεύς τις ἐχρημάτισεν καὶ ἔδοξεν ὑπερογὴν ὀνόματος ἔχειν τιμιωτέρου παρὰ τὸν λαόν, φείδεται αὐτοῦ ὁ θεὸς ὥστε αὐτὸν μὴ μὴ κολασθῆναι ἁμαρτήσαντα. τὰ δὲ περὶ
ἐκείνων ἀναγεγραμμένα, φησὶν ὁ ἀπόστολος, ἐγράφη δι᾿ ἡμᾶς, »εἰς οὕς τὰ τέλε τῶν αἰώνων 258r κατήντησεν«. εἴ τις οὖν καὶ ἐν τούτοις τοῖς ἱερεῦσι (δείκνυμι δὲ τοὺς πρεσβυτέρους ἡμᾶς) ἢ ἐν τούτοις τοῖς περιεστηκόσι τὸν λαὸν λευΐταις (λέγω δὲ τοὺς διακόνους) ἁμαρτάνει, ἕξει ταύτην τὴν κόλασιν· ὡς πάλιν εὐλογίαι τινές εἰσιν ἱερατικαί,
περὶ ὧν θεοῦ διδόντος οὐ μακράν, ἀλλὰ μετὰ τὴν ἐξέτασιν τοῦ λόγου τοῦ προφητικοῦ εἰσόμεθα ἀναγινωσκομένων τῶν Ἀριθμῶν· περὶ γὰρ ἱερέων ἐκεῖ τινα μέλλει λέγεσθαι.
ἁμαρτωλοὺς διασκορπίζει. διὰ τοῦτο καὶ ἡνίκα μὲν οὐκ ἐκινοῦντο ἀπὸ ἀνατολῶν οἱ ἄνθρωποι, οἰκ ἐσκόρπισεν αὐτοὺς ὁ θεός· ὅτε δὲ ἐκίνησαν »ἀπὸ ἀνατολῶν« καὶ »εἶπεν· ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ«, φησὶν ὁ θεὸς περὶ τούτων· »δεῦτε καὶ
καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλώσσαν«, καὶ συγχεῖται ἕκατος καὶ ἐπί τινα τῆς γῆς τόπον διασκορπίζεται. καὶ ὁ λαὸς δὲ ὁ τοῦ Ἰσραὴλ μὴ ἁμαρτάνων μὲν ἐν τῇ Ἰουδαίᾳ ἦν, ἁμαρτήσας δὲ διασκορπίζεται ἔπειτα † ἀπὸ τῆς οἰκουμένης καὶ διασπείρεται πανταχοῦ.
πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ὅπου Σιὼν ὄρος καὶ πόλις 258v θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιος>. οἱ μακάριοι ἐκεῖ συναχθήσονται, ἵνα ὁμοῦ ὦσιν. ἀλλὰ καὶ ἐν τούτῳ κολάζονται τῷ μὴ εἶναι μετ᾿ ἀλλήλων οἱ ἁμαρτωλοί. οἶδά τινας ἐν τῷ βίῳ τούτῳ ὑπὲρ κολάσεως βουλομένους νήσῳ τινὶ παραδοῦναι καὶ ὑπὲρ βασάνου
τοὺς οἰκίους τινὸς τῶν λυπησάντων τὴν βασιλείαν καὶ διασκορπίζοντας, ἐνταῦθα μὲν τὴν γυναῖκα, ἐνταῦθα δὲ τὸν ἕνα υἱόν, εἶτα ἀλλαχοῦ τὸν ἕτερον, ἵνα μηδὲ ἐν τῇ συμφορᾷ ἀπολαύσωσιν ἡ μήτηρ τοῦ υἱοῦ, ἢ ὀ ἀδελφὸς τοῦ ἀδελφοῦ. τοιοῦτόν τι νόει καὶ ἐπὶ τῶν ἀδίκων. πικροτέρου τινὸς γεύσασθαί σε δεῖ τὸν ἁμαρτωλὸν
διοικονομούμενον ὑπὸ τοῦ θεοῦ, ἵνα παιδευθεὶς σωθῇς. ὥσπερ δὲ οὐχὶ βασανίσαι ἁπλῶς θέλων τὸν κολαζόμενον ὑπὸ σοῦ οἰκέτην 197 ὴ 11 12 υἱὸν κολάζεις, ἀλλ᾿ ἵνα τοῖς πόνοις αὐτὸν ἐπιστρέψῃς, οὕτως καὶ ὁ θεὸς τοὺς μὴ ἐπιστρέφοντας τῷ λόγῳ, τοὺς μὴ θεραπευθέντας, παιδεύσει τοῖς ἀπὸ παθημάτων πόνοις. ἐπὶ παιδείᾳ περιβάλλει ἃ περιβάλλει κατὰ τὸ εἰρημένον· »διὰ παντὸς πόνῳ καὶ μάστιγι
παιδευθήσῃ Ἱερουσαλήμ«. ἵν᾿ οὖν αὐξήσῃ ὁ παιδεύων πόνος, διασκορπίζονται οἱ πονοῦντες ἀπ᾿ ἀλλήλων ὡς μὴ εἶναι ἅμα τόνδε καὶ τόνδε. ἐλύετο γὰρ ἂν τὸ σφοδρὸν τοῦ πόνου διὰ τῆς παραμυθίας ἑνὸς ἑκάστου πρὸς τὴν ἀπὸ τοῦ ἑτέρου.
καὶ τοῦτο παραθήσομαι. κακοὶ συνόντες ἀλλήλοις τὰ κακὰ σκοποῦσι καὶ αὔξουσιν, ὥσπερ ἀγαθοὶ συνόντες ἀγαθοῖς περὶ ἀγαθῶν σκέπτονται. [καὶ] καταλύεται οὖν καὶ διαιρεῖται ἡ κακὴ βουλή, ἰσχύσασα ἂν μετὰ τῶν ὁμοίων, ὅτε διασκορπίζονται 259r ἀπ᾿ ἀλλήλων οἱ μοχθηροί. διὰ τοῦτο οἰκονομεῖ ὁ θεὸς μὴ εἶναι μετ᾿ ἀλλήλων τοὺς
φαύλους, τάχα καὶ αὐτῶν προνοῶν, ἵνα μὴ συναυξήσῃ αὐτῶν ἡ κακία, ἀλλὰ μειωθῇ διαλυομένη. ταῦτα διὰ τὸ »σκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπὶ τὸ αὐτό. λέγει κύριος«.
διαφθορᾶς αὐτῶν«.
οὐκ ἐλεοῦντα κριτήν, δυνήσομαι ἀπὸ τοῦ παραδείγματος πεπισαι ὅτι πολλῶν φειδόμενος οὐ φείδεται ἑνὸς ὁ θεός. λήψομαι δὲ παράδειγμα καὶ ιατρόν, δεικνὺς ὅτι φειδόμενος τοῦ ὅλου σώματος οὐ φείδεται μέλους ἑνός. οἷον ἔστω δικαστῇ τὸ προκείμενον τοῦτο, τὴν εἰρήνην δημιουργῆσαι καὶ κατασκευάσαι τῷ ὑπ᾿ αὐτὸν ἔθνει τὰ συμφέεροντα.
προσεληλυθέτω δέ τις προσαγόμενος φονεὺς ὡραῖος τὴν ὄψιν καὶ 13 14 καλὸς ἰδέσθαι. μήτηρ προσεληλυθέτω ἐλεεινοὺς προσφέρουσα λόγους τῷ δικαστῇ, ἵνα ἐλεηθῇ αὐτῆς τὸ γῆρας, ἡ γυνὴ τούτου τοῦ ἀναξίου ἐλεηθῆναι παρακαλείτω, περὶ αὐτοῦ τέκνα περιεστηκότα δεέσθω. ἐπὶ τούτοις τί συμφέρει τῷ κοινῷ; ἆρα ἐλεηθῆναι τοῦτον ἢ μὴ
ἐλεηθῆναι; ἀλλὰ ἐλεηθεὶς μὲν ἐπὶ τὰ αὐτὰ ἐπανελεύσεται· μὴ ἐλεηθεὶς δὲ αὐτὸς μὲν ἀποθανεῖται, τὸ δὲ 259v κοινὸν βελτιωθήσεται. οὕτως ὁ θεὸς ἐὰν φείσηται τοῦ ἁμαρτωλοῦ καὶ ἐλεήσῃ αὐτὸν καὶ 198 οἰκτειρήσῃ ὡς μὴ κολάσαι, τίς οὐκ ἐπιτριβήσεται; τίς τῶν φαύλων καὶ διὰ τοῦς τοὺς φόβους τῶν κολαστηρίων παυομένων τῶν
ἁμαρτημάτων οὐκ ἐπιτριβήσεται, οὐ χείρων ἔσται; τοιαῦτα καὶ ἐν ταῖς ἐκκλησίαις γινόμενα ἔστιν ἰδεῖν· ἥμαρτέ τις, ἐδεήθη μετὰ τὴν ἁμαρτίαν περὶ κοινωνίας. ἐὰν τάχιον ἐλεηθῇ, ἐπιτρίβεται τὸ κοινόν. αὔξεται ἡ ἁμαρτία ἑτέρων. ἐὰν δὲ λογισμῷ οὐχ ὡς ἀνελεήμων οὐδ᾿ ὡς ὠμὸς ὁ δικαστής, ἀλλ᾿ ὡς προνοούμενος καὶ τοῦ ἑνός, πλεῖον δὲ
προνοούμενος τῶν πολλῶν παρὰ τὸν ἕνα σκοπήσῃ τὴν εσομένην ζημίαν τῷ κοινῷ ἐκ τῆς κοινωνίας τοῦ ἑνὸς καὶ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος αὐτοῦ, δῆλον ὅτι ποιήσει ἐκβαλεῖν τὸν ἕνα, ἵνα σώσῃ τοὺς πολλούς.
ὅ,τι χρὴ τέμνειν, ἐὰν φειδόμενος τοῦ καυτηριάζειν <ὅ,τι χρὴ καυτηρι- άζειν> διὰ τοὺς πόνους τοὺς ἐπακολουθοῦντας τοῖς τοιούτοις βοηθήμασι, τίνα τρόπον ἡ νόσος αὔξει καὶ χείρων γίνεται. ἐὰν δὲ τολμηρότερον οἷον προσέλθῃ τῇ τομῇ καὶ τῆ καύσει, θεραπεύσει διὰ τοῦ μὴ ἐλεῆσαι, διὰ τοῦ δοκεῖν μὴ οἰκτείρειν ἐκεῖνον τὸν καυτηριαζόμενον
καὶ τὸν τεμνόμενον. οὕτως καὶ ὁ θεὸς οὐχ ἕνα ἄνθρωπον οἰκονομεῖ, ἀλλ᾿ ὅλον τὸν κόσμον οἰκονομεῖ, τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ πανταχοῦ διοικεῖ. σκοπεῖ οὖν τί συμφέρει ὅλῳ τῷ κόσμῳ καὶ πᾶσι τοῖς οὖσι, κατὰ τὸ δυνατὸν σκοπεῖ καὶ τὸ συμφέρον τῷ ἑνί, 260r οὐ μέντοι ἵνα γένηται ἐπὶ ζημίᾳ τοῦ κόσμου τὸ τοῦ ἑνὸς συμφέρον.
διὰ τοῦτο καὶ πῦρ αἰώνιον ἡτοιμάσθη, διὰ τοῦτο καὶ γέεννα 15 16 ηὐτρέπισται, διὰ τοῦτο ἔστι τι καὶ σκότος ἐξώτερον, ὧν χρεία οὐ μόνον διὰ τὸν κολαζόμενον, ἀλλὰ μάλιστα διὰ τὸ κοινόν.
ὦσι περὶ θεραπείας, ἄκουε Σολομῶντος ἐν ταῖς Παροιμίαις λέγοντος· »λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος ἔται«. οὐκ αὐτὸν τὸν μαστιγούμενον εἶπεν ἔσεσθαι πανουργότερον καὶ φρονιμώτερον διὰ τὰς μάστιγας, ἀλλὰ τὸν ἄφρονά φησι μεταβάλλειν ἀπὸ ἀφροσύνης εἰς φρόνησιν διὰ τὰς προσαγμοένας τῷ λοιμῷ μάστιγας· τοῦτο γὰρ
σημαίνεται ἐκ τοῦ ὀνόματος ἐνταῦθα τῆς πανουργίας. καὶ μεταβάλλει διὰ τοῦ βλέπειν ἑτέρους μαστιγουμένους ὁ ἄφρων. οὐκοῦν συμφέρει ἡμῖν, ἐάν γε σωτηρίας ἄξιοι γενώμεθα δι᾿ ἄλλων κλαζομένων, ἡ ἄλλων κόλασις. καὶ ὡς συνήνεγκεν τὸ παράπτωμα τοῦ Ἰσραὴλ τῇ σωτηρίᾳ τῶν ἐθνῶν, οὕτως συνοίσει ἡ κόλασίς τινων τῇ ἑτέρων
σωτηρίᾳ. διὰ 199 τοῦτο ἀγαθὸς ὢν ὁ θεός φησιν· »οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν«.
καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ᾿ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος. ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται 260v ἠ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ἀφθαλμοὶ ὑμῶν δάκρυα, διότι συνετρίβη τὸ ποίμνιον κυρίου«. [του]τοὺς αὐτοὺς βούλεται ἀκοῦσαι
καὶ ἐνωτίσασθαι, οὐκ ἀρκούμενος οὔτε τῷ ἀκούειν αὐτοὺς μόνον οὔτε τῷ ἐνωτίζεσθαι. διό φησιν· »ἀκούσατε καὶ ἐνωτίσασθε«. εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ᾿ αὐτῆς τῆς λέξεως κατανοήσωμεν. τὸ »ἐνωτίσασθαε« εἰς τὰ ὦτα δέξασθε, καὶ τὸ »ἀκούσατε«,
εἰ πρὸς ἀντιδιαστολὴν λέγεται τοῦ »ἐνωτίσασθε«, μήποτέ ἐστιν εἰς 17 18 τὴν διάνοιαν δέξασθε. καὶ ἐπὶ τῶν λεγομένων ἐν ταῖς γραφαῖς ἃ μέν ἐστιν ἀπορρητότερα καὶ μυστικώτερα, ἃ δὲ αὐτόθεν χρήσιμα τοῖς νοοῦσι. περὶ μὲν τῶν ἀπορρητοτέρων οἶμαι λέγεται τὸ »ἀκούσατε«, περὶ δὲ τῶν αὐτόθεν χρησίμων καὶ χωρὶς ἑρμηνείας δυναμενων
ὠφελῆσαι τὸν ἀκούοντα τὸ »ἐνωτίσασθε«· ὅλην οὖν τὴν γραφὴν ἐὰν ἐξετάσωμεν, ἐροῦμεν >δόκιμοι γενόμενοι τραπεζῖται<· τοῦτο μὲν ἀκούσατε, τοῦτο δὲ ἐνωτίσασθε.
ὁ σωτὴρ δὲ ἐν τῷ λέγειν. »μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν‘, διδάσκει ἡμᾶς τὸ μὴ ἐπαίρεσθαι. μετὰ γὰρ τῶν ἄλλων ἀνθρωπίνων κακῶν καὶ τοῦτο τὸ ἁμάρτημα πολὺ ἐν ἡμῖν ἐστιν, ὸτὲ μὲν γὰρ πάνυ ἀλόγως ἐπαιρομένοις καὶ ἐφ' ᾠ οὐδὲ κατὰ τὸ ποσὸν ἐπαίρεσθαι χρή , 261r ὁτὲ δὲ μετὰ πιθανότητος, ὅτι εὔλογον τὸ ἐφ’ ᾧ ἐπαιρόμεθα, οὐ μὴν ὑγιὲς καὶ ἐπ’ ἐκείνῳ τὸ ἐπαίρεσθαι.
εὔλογον ἔχουσι τὴν παραβαλλομέννην αὐτοὺς ἐπὶ τὸ ἐπαίρεσθαι. εἰσὶν 200 ἐπαιρόμενοι, ὅτι ἐξουσίαν ἔχουσιν ἀναιρεῖν ἀνθρώπους, καὶ ἐπαιρόμενοι, ὅτι εἰλήφασι τὴν παρ’ αὐτοῖς καλουμένην προκοπὴν τοιαύτην ὥστε ἀποτεμεῖν ἀνθρώπων κεφαλάς. »ἡ δοξα« τῶν τοιούτων »ἐν τῇ αἰσχύνῃ αὐτῶν« ἐστιν. ἄλλοι ἐπὶ πλούτῳ ἐπαίρονται, οὐ τῷ
ἀληθινῷ ἀλλὰ τῷ κάτω· καὶ ἄλλοι ἐπαίρονται, φέρ' εἰπεῖν, ἐπὶ τῷ οἰκίαν ἔχειν καλὴν ἢ ἀγροὺς πολλούς. οὐδὲν τούτων ἐστὶ λόγου ἄξιον, οὐ χρὴ ἐπαίρεσθαι ἐπί τινι τούτων.
ἐστιν ἐνταῦθα ὑποβάλλουσα , ὅτι εὐλόγως τις ἐπαίρεται, οὐδὲ ἐπὶ τούτοις δὲ ὡς πρὸς τὸν ἀληθῆ λόγον εὐλόγως τις ἐπαίρεται. οὔτως οὐκ ἔστιν οὐδὲ ἐπὶ τούτοις εὐλόγως ἐπαίρεσθαι. Παῦλος εἶχε τὴν ὕλην τοῦ ἐπαίρεσθαι αὐτὸν διὰ τὰς ὀπτασίας, διὰ τὰ ὁράματα, διὰ τὰ τέρατα καὶ σημεῖα, διὰ τοὺς καμάτους οὓς ἔκαμεν ὑπὲρ Χριστοῦ,
διὰ τὰς ἐκκλησίας ἃς ἔπηξε φιλοτιμούμενος, ὃπου μὴ ὠνομάσθη Χριστός, θεμελιοῦν ἐκκλησίαν. 261v ταῦτα πάντα ὕλη ἠν τοῦ αὐτὸν, εἰ χρὴ λέγειν μετὰ πιθανότητος τῆς περὶ τοῦ ἐπαίρεσθαι, ὅτι καλῶς ἂν ἔδοξέ τισιν ἐπαίρεσθαι αὐτόν. ἀλλ’ ὅμως ἐπεὶ οὐδὲ τὸ ἐπὶ τοῖς τοιούτοις ἐπαίρεσθαι ἀκίνδυνόν ἐστιν, ὁ χρηστὸς
πατὴρ ὡς ἐδωρήσατο αὐτῷ ὀπτασίας καὶ ὁράματα, οὕτως αὐτῷ ἐν χαρίσματος μοίρᾳ ἔδωκεν >ἂγγελον σατάν, ἵνα αὐτὸν κολαφίσῃ, μὴ ὑπεραίρηται. καὶ περὶ τούτου τρὶς τὸν κύριον παρεκάλεσεν, ἵνα ἀποστῇ ἀπ’ αὐτοῦ ὁ ἄγγελος τοῦ σατανᾶ<, ὁ κατ’ ἴνα μὴ ἐπαίρηται δοθεὶς αὐτῷ. καὶ ἀπεκρίνατο αὐτῷ ὁ κύριος (ἂξιος
γὰρ ἦν ἀποκρίσεως κυρίου ὁ Παῦλος) καὶ εἶπεν αὐτῷ· »ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται«. ἐπὶ οὐδενὶ οὖν δεῖ ἐπαίρεσθαι· ἀκολουθεῖ γὰρ πεσεῖν τῷ ἐπαίρεσθαι κατὰ τὸ »πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς καὶ πρὸ δόξης ταπεινοῦται«. ταῦτα μὲν εἰς τὸ »ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθαι, ὅτι
κύριος ἐλάλησεν«.
φωτὸς ὄντος, ὡς οὐ δυναμένης δόξης ἀπαγγέλλεσθαι τοῦ θεοῦ, ἐπὰν 21 22 συσκοτάσῃ καὶ γένηται σκότος. πότε οὖν συσκοτάζει, καὶ πότε ὁ συσκοτασμὸς οὐ γίνεται; »ἐργάζεσθε ὡς τὸ φῶς ἐν ὑμῖν ἐστιν«. »τὸ φῶς ἐν« σοί »ἐστιν«, ἐὰν ἔχῃς ἐν σοὶ τὸν εἰπόντα· τὸ φῶς τοῦ κόσμου«. ὅσον τοῦτό σοι ἀνατέλλει, δόξαζε τὸν θεόν· ἴσθι δὲ ὅτι δύναται 201 γενέσθαι συοτασμός 262r τις, καὶ χρὴ μὴ μεῖναι τὸν σκοτασμὸν τοῦτον, ἀλλὰ πρὸ τοῦ σκοτάσαι τὴν δόξαν διδάναι τῷ θεῷ.
ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι«. ἡμέραν ἐκεῖ ὠνόμασε τὸν αἰῶνα τοῦτον (ἀλλὰ ἀναγκαίως προσέθηκα τὸ ἐκεῖ· οἶδα γὰρ ἄλλοις ἄλλα πόλιν δηλούμενα) ἡμέραν οὖν ὠνόμασε τὸν αἰῶνα τοῦτον, σκότος δὲ καὶ νύκτα τὴν συντέλειαν διὰ τὰς κολάσεις. »ἵνα τί« γὰρ »ὑμῖν ἐπιθυμεῖν ἡμέραν κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς«
φησὶν Ἀμὼς ὁ προφήτης. ἐὰν ἴδῃς τί τὸ σκυθρωπὸν μετὰ τὴν συντέλειαν τοῦ κόσμου, τὸ ἐπακολουθοῦν ὡς σχεδὸν παντὶ τῷ γένει τῶν ἀνθρώπων κολαζομένων ἐπὶ τοῖς ἡμαρτημένοις, ὄψει ὄψει συνεσκότασε τότε τὸ περιέχον καὶ οὐκέτι οὐδεὶς δύναται δοξάζειν τὸν θεόν, εἴγε καὶ τοῖς δικαίοις προσέταξεν ὁ λόγος θεοῦ λέγων· »βάδιζε,
λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον , ἕως ἂν παρέλθῃ ὁ θυμὸς τῆς ὀργῆς μου( ἅμα δὲ ἐν τούτοις, εἴ τις δύναται, τηρείτω ὅτι εἴρηκε· »μικρὸν ὅσον ὅσον«. ἀλλ’ ἐκεῖνο τὸ »μικρὸν ὅσον« μικρόν ἐστι θεοῦ, οὐκ ἔστι μικρὸν ἀνθρώπῳ· χρὴ γὰρ βλέπειν ὅτι ἑκάστῳ ἐστί τι μικρὸν
καὶ μέγα. καὶ ἀπὸ παραδείγματος παραστήσω ὅτι ἑκάστῳ ἐστί τι μικρὸν ἢ μέγα. ἑκάστῳ ζώῳ μικρὰ τροφὴ ἡ τοσήδε ὡς πρὸς σύγκρισιν τῆς συστάσεως αὐτοῦ, καὶ πολλὴ τροφὴ ἡ τοσήδε ὡς τὴν σύγκρισιν πάλιν τῆς κατασκευῆς αὐτοῦ. καὶ οὕτως τὸ μικρὸν 262v τοῦ ἀνθρώπου ἄλλῳ ζώῳ μέγα ἐστί. τὸ μικρόν, φέρ’ εἰπεῖν, ἀνδρὶ
πολύ ἐστι παιδίου. οὕτως μικρὸς χρόνος ἐστὶν ὁ τῆς ζωῆς τῆς ἀν- 23 24 θρωπίνης πᾶς καὶ ὁ τοῦ πολυχρονίου ὡς πρὸς ὅλον τοῦ παντὸς ἐνεστηκότος αἰῶνος. οὕτω δὴ καὶ τὸ μικρὸν τοῦ θεοῦ Πολύ ἐστιν ὡς πρὸς ἡμᾶς, καὶ αἰών ἐστιν ὅλος τὸ μικρὸν τοῦ θεοῦ. ἐὰν λέγηται οὐν· »βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν
θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον«, τὸ μικρὸν ἐκεῖνο νομιστέον λέγεσθαι οὐ πρὸς τὴν σχέσιν τοῦ κελευομένου βαδίζειν καὶ εἰσελθεῖν εἰς τὰ ταμιεῖα ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν σχέσιν τοῦ αὐτὰ προστάσσοντος, ᾡ μικρόν ἐστι τὸ τούτῳ πολύ. εἰ γὰρ »ἕως ἂν παρέλθῃ ὁ θυμὸς τῆς ὀργῆς« τοῦ θεοῦ, δεῖ τινας εἰσελθεῖν εἰς τὰ ταμιεῖα ἑαυτῶν, εἰσὶ
δὲ οἷς >οὐκ ἀφίεται τὰ ἁμαρτήματα οὐ μόνον παρ’ ὅλον τὸν αἰῶνα τοῦτον ἀλλὰ καὶ παρ’ ὅλον τὸν μέλλοντα<, δῆλον ὅτι τὸ μικρὸν τοῖς εἰρημένοις παρεκτείνεται.
τὸ διδόναι κυρίῳ τῷ θεῷ 202 ἡμῶν δόξαν, ἀλλ’ ἐν πράξεσιν ὁ διδοὺς δόξαν κυρίῳ τῷ θεῷ δίδωσι δόξαν αὐτῷ. έν σωφροσύνῃ δόξασον τὸν θεόν, ἐν δικαιοσύνῃ, ἐν εὐποιίᾳ δόξασον τὸν θεόν· δὸς δόξαν τῷ θεῷ ἐν ἀνδρείᾳ καὶ ὑπομονῇ, δὸς δόξαν τῷ θεῷ ἐν εὐσεβείᾳ καὶ ὁσιότητι καὶ ταῖς λοιπαῖς ἀρεταῖς. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ οὄτω
δοξάζει τις τὸν θεόν, ἐὰν εἴπω τὰ ἐναντία, μὴ δόξητέ με βλασφημεῖν· μάρτυρα γὰρ παραστήσω κἀκείνων τὴν γραφήν. ὁ σώφρων δοξάζει τὸν θεόν, 263r ὁ ἀκολασταίνων ἀτιμάζει τὸν θεόν. τὸν γὰρ ναὸν τοῦ θεοῦ ὡς Ναβουχοδονόσορ καταστρέφει καὶ >φθείρει τὸν ναὸν τοῦ θεοῦ< καὶ >διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει<
(λέξις ἐστὶ καὶ αὕτη ἀποστολική). οὐκοῦν ἀδοξίαν περιτίθησι τῷ θεῷ ὁ ἁμαρτωλός. καὶ τὰ περὶ προνοίας ζητεῖται, ὥς τινας διστάζειν εἰ ἔστι πρόνοια πρόνοια], δέ οὐδὲν ἂλλο ὡς διὰ τὴν κακίαν. ἄνελε τὴν κακίαν, καὶ οὐ προσκόπτεις τῇ προνοίᾳ. ἄνω δὲ 25 26 κάτω οἱ προσκόπτοντες τῇ προνοίᾳ ταῦτα λέγουσι· διὰ τί τοσοῦτοι μοιχοὶ καὶ τοσοῦτοι μαλακοί<, διὰ τί τοσοῦτοι ἄθεοι καὶ ἀσεβεῖς; καί εἰσιν οἱ γεννήσαντες τὴν ἀδοξίαν τῇ προνοίᾳ, τὰ προσκόμματα τῷ θεῷ, τὴν βλασφημίαν τῷ κτίσαντι τὸν κόσμον οἱ
ἁμαρτάνοντες. διδόασιν <μὲν οὖν τινες δόξαν τῷ θεῷ]<, δὲ δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν αμαρτηματων.
σκοτεινά, <ἒστι τινὰ ὄρη φωεινά]<· πλὴν ἐπ εὶ ἑκάτερα. φωτεινὰ ὄρη οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ, οἱ προφῆται, Μωσῆς ὁ θεράπων, οἱ ἀπόστολοι Ἰησοῦ Χριστοῦ. ταῦτα πάντα ὄρη ἐστὶ φωτεινά, καὶ περὶ τούτων νομίζω λελέχθαι ἐν τοῖς Ψαλμοῖς· »οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις«. ποῖα δὲ ὄρη σκοτεινά;
οἱ τὰ ὑψώματα ἐπαίροντες κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ὁ διάβολος ὄροσ σκοτεινόν ἐστιν, οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου οἱ καταργούμενοι μενοι ὂρη εἰδὶ σκοτεινά καὶ τὸ 263v δαιμόνιον ὁ σεληνιασμὸς ὄρος ἦν, καὶ σκοτεινὸν ὄρος ἠν, περὶ οὑ ἔλεγεν ὁ σωτήρ· »ἐρεῖτε τῷ ὄρει τούτῳ«. περὶ γὰρ σεληνιασμοῦ τοῦ λόγου ζητουμένου καὶ λεγόντων
τῶν μαθητῶν· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό«, ἀποκρίνεται ὁ σωτὴρ ὅτι »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ«, περὶ οὑ προετείνατε, περὶ οὑ ἐζητήσατε, »ἐρεῖτε τῷ τούτῳ· μετάβα ἐκεῖ, ἐκεῖ, καὶ μεταβήσεται«. »ἔνθεν« ἀπὸ τοῦ ἀνθρώπου, »ἐκεῖ« ἐπὶ τὸν τόπον τὸν οἰκεῖον αὐτοῦ. οἱ οὖν προσ- 27 28 κόπτοντες οὐ προσκόπτουσιν ἐπὶ ὄρη φωτεινά, ἀλλ’ ἐπὶ ὄρη σκοτεινά, ὅταν γένωνται μετὰ τοῦ διαβόλου 203 καὶ τῶν ἀγγέλων αὐτοῦ, τῶν σκοτεινῶν ὀρέων.
κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν« τὸ »καὶ ἀναμενεῖτε εἰς φῶς«. ἐὰν κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπὶ ὄρη σκοτεινά«, δῆλον ὅτι, κἂν συσκοτάσῃ, »ἀναμενεῖτε τὸ φῶς« καὶ τὸ φῶς ὑμᾶς διαδέξεται. ἄλλος δὲ εἴποι ἄν (οὐκ οἶδα πότερον ὑγιῶς νοῶν ἢ μή), ὅτι καὶ οἱ προσκόπτοντες »ἐπ’ ὄρη
σκοτεινὰς ἀναμενοῦσι παρὰ τοῖς ὄρεσι τοῖς σκοτεινοῖς ἀναμένοντες τὸ τοῦ ἐλέου φῶς· τοῦτο γὰρ εἶναι δόξει τὸ »καὶ ἀναμενεῖτε εἰς φῶς«. ἐπὰν δὲ ἔλθῃ τις ἐπὶ τὰ ὄρη τὰ σκοτεινά, ἴδωμεν τί έστιν ἐκεῖ· »σκιὰ θανάτου«. ὅπου τὰ σκοτεινὰ ὄρη, ἐκεῖ σκιὰ θανάτου ἀπ’ αὐτῶν τῶν σκοτεινῶν ὀρέων γεννωμένη· 13. »καὶ τεθήσονται εἰς
σκοτος«.
τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν«; καὶ πάλιν ἀλλαχοῦ λέγεται, ὅτι »τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύοις«. ἐὰν ἀκούω τοῦ νόμου, ἤτοι κεκρυμμένως ἀκούω ἢ οὐκ ἀκούω κεκρυμμένως. ὁ Ἰουδαῖος οὐκ ἀκούει κεκρυμμένως τοῦ νόμου· διὰ τοῦτο φανερῶς περιτέμνεται,
οὐκ εἰδὼς ὅτι οὐχ »ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή«. ὁ δὲ ἀκούων τῆς περιτομῆς κεκρυμμένως, ἐν κρυπτῷ περιτμηθήσεται· ὁ ἀκούων τῶν περὶ τοῦ πάσχα νενομοθετημένων κεκρυμμένως, ἐσθίει ἀπὸ τοῦ προβάτου Χριστοῦ »τὸ« γὰρ »πάσχα ἡμῶν ἐτύθη Χριστός«), καὶ εἰδὼς τὴν σάρκα τοῦ
λόγου ὁποία ἐστί, καὶ εἰδὼς ὅτι »ἀληθής ἐστι βρῶσις«, μεταλαμβάνει ταύτης· κεκρυμμένως γὰρ ἤκουσε τοῦ πάσχα. ὁ δὲ πολὺς οὗτος Τουδαῖος διὰ τοῦτο τὸν κύριον Ἰησοῦν ἀπέκτεινε καὶ ἔνοχος καὶ 29 30 σήμερόν ἐστι τῷ φόνῳ Ἰησοῦ, ἐπεὶ μὴ κεκρυμμένως μήτε τοῦ νόμου μήτε τῶν προφητῶν ἤκουσεν. ἐὰν ἀναγινώσκῃς περὶ τῶν ἀζύμων, ἔστιν ἀκοῦσαι κεκρυμμένως, ἔστιν ἀκοῦσοι φανερῶς τῆς ἐντολῆς. ὅσοι έν ὑμῖν ἐγγὺς γάρ ἐστι τὸ πάσχα) ἄζυμα ἄγετε, τὰ ἄζυμα σωματικά, οὐκ ἀκούετε τῆς λεγούσης 264v ἐντολῆς· »ἐὰν μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑπῶν«. καὶ περὶ σαββάτου γυναῖκες μὴ ἀκούσασαι τοῦ προφήτου οὐκ ἀκούουσι κεκρυμμένως, ἀλλὰ ἀκούουσι φανερῶς. οὐ λούονται τὴν ἡμέραν τοῦ σαββάτου, ἐπανέρχονται »ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα«, ὡς Χριστοῦ μὴ ἐπιδεδημηκότος, τοῦ
τελειοῦντος ἡμᾶς καὶ 204 διαβιβάζοντος ἀπὸ τῶν νομικῶν στοιχείων ἐπὶ τὴν εὐαγγελικὴν τελειότητα.
ὕβρεως«. ὅσοι τὴν νηστείαν τὴν Ἰουδαϊκὴν ὡς μὴ νοοῦντες τὴν τοῦ ἱλασμοῦ ἡμέραν τηρεῖτε τὴν] μετὰ τὴν Ἰησοῦ Χριστοῦ ἐπιδημίαν. οὐκ ἠκούσατε τοῦ ἱλασμοῦ κεκρυμμένως , ἀλλὰ φανερῶς μόνον· τὸ γὰρ κεκρυμμένως ἀκοῦσαι τοῦ ἱλασμοῦ ἒστιν ἀκοῦσαι, πῶς ὁ θεὸς ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν« Ἰησοῦν καὶ ὅτι »αὐτὸς
ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον. ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«. κἂν παραβολαὶ εὐαγγελικαὶ ἀναγικώσκωνται καὶ ὁ ἀκροατὴς ᾖ τῶν ἔξω, οὐ κεκρυμμένως αὐτῶν ἀκούσεται. ἐὰν δὲ ὁ ἀκροατὴς ἀπόστολος ᾖ ἢ τῶν εἰσερχομένων »εἰς τὴν οἰκίαν« Ἰησοῦ, προσέρχεται τῷ Ἰησοῦ, πυνθάνεται καὶ περὶ τῆς
ἀσαφείας τῆς παραβολῆς, καὶ ἑρμηνεύει αὐτὴν Ἰησοῦς καὶ γίνεται ἐκεῖνος ὁ ἀκροατὴς τοῦ εὐαγγελίου ἀκούων 265r αὐτοῦ κεκρυμμένωνς, ἵνα μὴ κλαύσῃ ἡ ψυχὴ αὐτοῦ· τῶν γὰρ μὴ ἀκουόντων κεκρυμμένως κλαίει ἡ ψυχή.
ἀλλά· »ἡ ψυχὴ ὑμῶν κλαύσεται«; ἔστι τις κλαυθμὸς μόνης ψυχῆς κλαιούσης, καὶ τάχα ἐκεῖνον τὸν κλαυθμὸν διδάσκει ἡμᾶς ὁ 31 32 σωτὴρ λέγων· »ἐκεῖ ἔσται ὁ καλυθμός«. κἂν λέγῃ· »οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε«, περὶ ἐκείνου τοῦ κλαυθμοῦ λέγει, οὗ ἀπειλεῖ καὶ ἐνταῦθα ὁ προφήτης λέγων· »ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως«. ὅταν
γὰρ ὑβρίζησθε, τότε κλαύσεσθε καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου«. ἐὰν ἴδῃ νῦν τις τὰ Ἰουδαϊκὰ καὶ συγκρίνῃ αὐτὰ τοῖς ἀρχαίοις, ὄψεται τίνα τρόπον συνετρίβη τὸ ποίμνιον κυρίου«. ἦν γὰρ τοῦτό ποτε ποίμνιον κυρίου, καὶ ἐπεὶ ἀναξίους ἔκριναν ἑαυτούς, ἐστράφη ὁ λόγος εἰς τὰ ἔθνη. εἰ
οὖν ἐκεῖνο τὸ ποίμνιον συνετρίβη τοῦ κυρίου, ἡμεῖς ἡ ἀγριέλαιος, ἡ παρὰ φύσιν ἑαυτῆς ἐγκεντριζομένη εἰς τὴν καλλιέλαιον τῶν πατέρων, οὐ πλέον ὀφείλομεν φοβεῖσθαι, μήποτε συντριβῇ καὶ τοῦτο »τὸ ποίμνιον τοῦ κυρίου«; μέλλει γὰρ συντρίβεσθαί ποτε κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος, ὅταν »διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν
ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν«. περὶ τίνων γὰρ ὁ λόγος; οὐ περὶ Χριστιανῶν λεγομένων τὸ »ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν« εἴρηται; περὶ τίνων ὁ λόγος, ὅτι πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς«; οὐ περὶ ἡμῶν ἐστι; διὰ τοῦτο 265v προσέχωμεν ἑαυτοῖς πάντα 205 πράττοντες, ἳνα ὁσημέραι τοῦτο
τὸ ποίμνιον τοῦ θεοῦ βελτιῶται, ὑγιάζηται, θεραπεύηται, καὶ πᾶσα συντριβὴ ἀποστῇ ἀπὸ τῶν ψυχῶν ἡμῶν, ἕνα έν Χριστῷ Ἰησοῦ τελειωθῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
In Jeremiam (Homiliae 12-20). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.