Ὁμιλία ιε΄. 222 Εἰς τὸ »οἴμοι ἐγώ« πάλιν ἄλλως, μέχρι τοῦ »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«.
αὐτοῖς ἀπαντήσεται ἐν τῷ βίῳ τούτῳ μιμεῖσθαι τὸν βίον τὸν προφητικόν), ὅτι τεύξονται τῆς ἀναπαύσεως καὶ τῆς μακαριότητος μετὰ τῶν προφητῶν. πολλαχόθεν μὲν οὖν ἔστι συναγαγεῖν τὰ ἐξαίρετα | 281v τῶν προφητῶν, τὸ ἐλεύθερον αὐτῶν, τὸ εὔτονον, τὸ ἐγρηγορός, τὸ διεγηγερμένον, ὅτι οὐκ ἐφρόντιζον ἐν ταῖς περιστάσεσι γινόμενοι διὰ
τὴν ἐλευθερίαν, μόνον ἵνα ἐλέγξωσιν, ἵνα ἐπιστρέψωσιν ὡς [οἱ] προφῆται ἐκ τοῦ μετὰ παρρησίας τὸν λόγον τοῦ θεοῦ λέγειν ἐπιπληκτικῶς τῶν ἁμαρτανόντων, εἰ καὶ ἐδόκουν μεγάλα δύνασθαι οἱ ἐλεγχόμενοι. πλὴν εἰ καὶ πανταχόθεν ἔστι τοῦτο ποιεῖν, ἴδωμεν καὶ ἐκτῶν σήμερον ἀναγνωσθέντων.
τοῦ προφητικοῦ λόγου ἴδωμεν, εἶτα καὶ κατὰ ἀναγωγήν, ἐὰν πρόρησίαν προφήτου. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« ὦ μῆτερ, ὡς τί με γεγέννηκας ἄνδρα δικαζόμενον πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς καὶ διακρίνεσθαι
πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; προέκειτο γὰρ τῷ προφήτῃ καὶ τούτῳ καὶ τῷ Ἡσαΐᾳ καὶ τοῖς λοιποῖς τὸ προφητικόν, διδάσκειν, ἐλέγχειν καὶ ἐπιστρέφειν. προέκειτο τοιγαροῦν καὶ τούτῳ τῷ προφήτῃ διακρίνειν, ἐλέγχειν, δικάζειν δυναμένῳ καὶ δικάζεσθαι μετὰ τῶν ἁμαρ- τωλῶν, ἐλέγχειν τὰ ἁμαρτήματα 282r τοῦ λαοῦ. καὶ ὅσα αὐτοῖς πεποιήκασιν
οἱ ἀπὸ τοῦ λαοῦ, τί δεῖ καὶ λέγειν; ἄλλον ἐλιθοβόλησαν, ἄλλον ἔπρισαν, ἄλλον ἀπέκτειναν »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ 223 θυσιαστηρίου«, τοῦτον εἰς λάκκον βορβόρου ἔβαλον ἐλεγχόμενοι. καὶ ἐπὶ πᾶσιν ὁ σωτὴρ ἡμῶν τοῦτο πεποίηκε καὶ κρειττόνως γε ἢ οὗτοι, ἅτε κύριος προφητῶν ὤν. καὶ γάρ, εἴπερ αὐτὸς ἐμαστιγώθη καὶ ἐσταυρώθη καὶ
παρεδόθη ὑπὸ τῶν Ἰουδαίων ἢ ὑπὸ τῶν διδασκάλων τῶν Ἰουδαίων καὶ τοῦ ἡγουμένου τοῦ λαοῦ, εἶπεν· »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί«· καὶ ἐπιλέγει καθ᾿ ἕκαστον »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί«· καὶ ἐπιλέγει καθ᾿ ἕκαστον »οὐαί« καὶ »διὰ τοῦτο« τόδε καὶ τόδε. καὶ ἡμεῖς οὖν, εἰ σπουδάζομεν ἐπὶ τοὺς μακαρισμοὺς τῶν προφητῶν, ταὐτὰ ποιήσωμεν, ὥστε, διὰ τὸ λέγειν καὶ διὰ τὸ κριθῦναι
πρὸς πολλοὺς ἀνθρώπους, καὶ εἰπεῖν· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;«
καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται, ἐξετάζεται καὶ αὐτός, καὶ ἔστη μὲν ἐκδικῶν τὴν ἀλήθειαν, οὐχ ὡς κατήγορος δέ. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« οὐ δύναται προφήτης
τὸ »πάσῃ τῇ γῇ« λέγειν.
τὸ »οἴμοι ἐγώ, μῆτερ«; »περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου«, καὶ »ἡ ψυχή μου τετάρακται«, καὶ τῶν ἐν τοῖς προφήταις εἰρημένων ὁμοίως καὶ ἐνθάδε· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ«, ἢ ὅταν ἀπόλωλεν ἐπιφυλλὶς τοῦ εὑρεῖν βότρυν· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ
τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. τίς ἐκεῖ λέγει τὸ »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ«; ἆρα γὰρ ὁ προφήτης συνῆγε καὶ θέλει συνάγειν; ἆρα γὰρ ἀγρὸν ἔχει ὁ προφήτης; ἀλλ᾿ οὐδενός ἐστι συνάγειν [καὶ] πάντα ἀπὸ τοῦ θερισμοῦ καὶ τῶν ἐσπαρμένων, εἰ μὴ τοῦ κκυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.
ἐπεὶ οὖν πολλὰ πτώματα ἐν 224 τοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν ἡμῖν τοῖς ἁμαρτήματα λέγων· »οἴμοι ἐγώ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην«. ἕκαστος ἡμῶς ἑαυτὸν ἐξεταζέτω· ἆρα στάχυς ἐστίν; ἆρα εὑρήσει ἐν αὐτῷ τρυγῆσαι ἢ θερίσαι ὁ υἱὸς τοῦ θεοῦ; εὑρήσομεν ὅτι ἀνεμόφθοροί
τινές ἐσμεν· ἐὰν ἄρα ὀλίγον ἔτι ἔχοντες, ἐν αὑτοῖς, κόκκους δύο ἢ τρεῖς, αἱ ἁματρίαι ἡμῶν πολλαί εἰσιν ἐφ᾿ ἡμῖν. ὁρῶν οὖν καὶ τὰς ἐκκλησίας, τὰς χρηματιζούσας, πεπληρωμένας ἁμαρτωλῶν λέγει· »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν 5 6 τρυγητῷ«. ἦλθε ζητῶν καρπὸν ἐν τῇ ἀμπέλῳ· ἕκαστος γὰρ ἡμῶν καταφυτεύεται . . . καὶ 283r ὡς ἄμπελος »ἐν τόπῳ πίονι«, καὶ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν«, »ἐγὼ δὲ κατεφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«. ἔρχεται, ζητεῖ πως τρυγῆσαι· εὑρίσκει ἐπιφυλλίδα
τινὰ καὶ βραχεῖς βότρυας, οὐκ εὐθαλεῖς οὐδὲ πολλούς. τίε ἡμῶν ἔχει βότρυας ἀρετῆς; τίε ἡμῶν ἔχει γεννήματα τοῦ θεοῦ; »κύριε ὁ θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ«.
τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, νῦν τὸ λέγειν τὸ »οἴμοι«, τοῦ σωτῆρος οὐχὶ ᾗ θεὸς ἀλλ᾿ ᾗ ἄνθρωπος, οὐχ ᾗ σοφία ἀλλ᾿ ᾗ ψυχή, ἐκεῖνο παρεθέμην τὸ προφητικόν· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν
ἀνθρώπων. ἐὰν ἴδῃ τὰ ἁμαρτήματα, λέγει πρὸς τὸν πατέρα· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς;« ἀλλὰ ἐφ᾿ ἡμῖν μὴ λεγέτω τὸ »οἴμοι«, ἐφ᾿ ἡμῖν μὴ λεγέτωσαν οἱ ἄγγελοι τῶν οὐρανῶν. τοῦ σωτῆρος ἡμῶν λέγοντος τὸ »οἴμοι« καὶ αὐτοὶ ἐροῦσιν »οἴμοι«· οὐ γὰρ κρείττονές εἰσι
τοῦ σωτῆρος ἡμῶν, καὶ αὐτοὶ ἡμῶν τὰ πταίσματα βλέπουσιν. ἀλλὰ μακάριοι ἐκεῖνοι ἐφ᾿ οἷς οἱ ἄγγελοι οὐκ ἐροῦσι τὸ »οἴμοι«, ἀλλὰ μακαρίζονται· »χαρὰ« γὰρ »ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα, οἳ οὐ χρείαν ἔχουσι μετανοίας«. ταῦτα ἐν παραμυθίᾳ.
»Οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;« τίνα λέγει μητέρα; οὐκ ἐν γυναιξὶ δύναται καὶ τὴν ψυχὴν λέγειν καὶ τὴν Μαρίαν; εἰ δέ τις παραδέχεται τὸ »ἄρτι ἔλαβέ 283v με ἡ μήτηρ μου τὸ ἅγιον 225 πνεῦμα, καὶ ἀνήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα τὸ Θαβὼρ« καὶ τὰ ἑξῆς, δύναται αὐτοῦ ἰδεῖν τὴν μητέρα. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον
καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« δικάζεται πάσῃ τῇ γῇ καὶ διακρίνεται καὶ μέλλει πρὸς ἕκαστον λέγειν· ἐγὼ πεποίηκα τάδε καὶ τάδε, καὶ ἡ οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ.
ὠφείλησεν. ἕκαστος δὲ ἠμῶν ὀφειλέτης ἐστὶ ταῖς ἁμαρτίαις καὶ ὀφειλέτης ἐστὶν ἔχων χειρόγραφον. μετὰ τὸ ἐξαλειφθῆναι αὐτοῦ τὸ χειρόγραφον † πόσα πεποιήκασι χειρόγραφα; »ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ«, οὐκ ἐποίησε χειρόγραφον. τί δὲ καὶ τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; πῶς διηγησόμεθα ἐπὶ
τοῦ σωτῆρος τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα. καίτοιγε μοι οὐδὲ εἷς«; ὤστε οὐκ ὠφείλησεν αὐτῷ »οὐδὲ εἷς«, 284r πᾶσι τὰ ὀφειλήματα αὐτῶν ἀφῆκεν. »ἀνθρώπῳ δανειστῷ χρεωφειλέται ἦσαν δύο· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι, ἀμφοτέρος ἐχαρίσατο«. θέλεις ἰδεῖν τοὺς δύο χρεωφειλέτας, τὸν τὰ πεντακόσια ὀφείλοντα καὶ τὸν τὰ πεντήκοντα;
ἀπὸ δύο λαῶν πεπιστεύκασιν εἰς τὸν θεόν· ὁ ἐκ τῶν Ἰουδαίων λαὸς ἀπιστῶν εἰς τὸν Χριστὸν ὀφείλει τὰ πεντήκοντα, τάχαἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν οἱ πάντων ἀσεβέστεροι γεγενημένοι τὰ πεντακόσια, ἐφ᾿ οἷς καὶ λέγεται τὸ ἐπὶ τῇ πόρνῃ ἐκείνῃ τῇ μετανοούσῃ. καίτοι εἴποι τις ἄν, πῶς τὰ πεντακόσια ἐπ᾿ ἐκείνην ἀναφέρεται;
ἐκ τοῦ »καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ«, πρὸς ὃ εἴρηκε τῷ Σίμωνι· »ἀνθρώπῳ δανειστῇ ἦσαν χρεωφειλέται δύο. εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ ἕτερος πεντήκοντα« καὶ τὰ ἑξῆς. ταῦτα διὰ τὸ »οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς«, ὃ ἦν ἀναγκαῖον παραστῆσαι ὑμῖν. »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς·
ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις | | με«. εἰ καὶ ἀπέθανεν »ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ«.
μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς »ὁ μονογενής«, »ὁ πρωτότοκος πάσης κτίσεως«)· »ἐπικατάρατος« γὰρ 284v »ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. δῆλον ὅτι ἐπικατάρατοί εἰσιν οἱ ἐπ᾿ ἄνθρωπον ἔχοντες τὴν ἐλπίδα. ἐγὼ εἴποιμι ἂν ὅτι οὐκ
ἐπ᾿ ἄνθρωπον ἔχω τὴν ἐλπίδα, ἐλπίζων ἐπὶ Χριστὸν Ἰησοῦν ἐγὼ ἄνθρωπον οὐκ οἶδα. οὐ μόνον ἄνθρωπον οὐκ 0ἶδα, ἀλλὰ σοφίαν οἶδα, τὴν αὐτοδικαιοσύνην, ἄνθρωπον δι᾿ οὗ »ἐκτίσηθ τὰ πάντα ἐν τοῖς ἐξουσίαι«. »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«.
κἂν μαρτυρῇ ὁ σωτὴρ ὅτι ὃν ἐφόρεσεν ἄνθρωπος ἦν — ἀλλ᾿ εἰ καὶ ἦν ἄνθρωπος, ἀλλὰ νῦν οὐδαμῶς ἐστιν ἄνθρωπος. »εἰ« γὰρ »καὶ ἔγνωμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ οὐκέτι γινώσκομεν«, φησὶν ὁ ἀπόστολος. ἐγὼ δι᾿ αὐτὸν οὐκέτι εἰμὶ ἄνθρωπος, ἐὰν ἀκολουθῶ αὐτοῦ τοῖς λόγοις· ἀλλὰ λέγει· »ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ
ὑψίστου πάντες«. οὐκοῦν ὡς »πρωτότοκος« ἐστὶν »ἐκ τῶν νεκρῶν«, οὕτως γέγονε πρωτότοκος πάντων ἀνθρώπων εἰς θεὸν μεταβαλών. »ἐπικατάρατος« τοίνυν »ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«, ὅστις ἂν κυρώσῃ τὰ σάρκινα, ὅστις τὴν ἐσχὺν τὴν σωματικὴν ἐὰν κτήσηται, καὶ κατὰ σάρκα
στρατεύσηται. ἀλλ᾿ ὁ ἅγιος οὐχ οὕτως ἐστίν· »οὐ γὰρ στηρίζει σάρκα βραχίνος αὐτοῦ«, »πάντοτε« γὰρ »τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι« αὐτοῦ ἔχει, καὶ νεκροῖ »τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν«. νεκρώσας ταῦτα »οὐ στηρίζει σάρκα τοῦ βραχίο- 11 12 νος αὐτοῦ«. »ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ ἀξιώμασιν. ὁ δεῖνά 285r μου φίλος ἐστὶν ἑκατόνταρχος, ἐπίτροός ἐστιν· ὁ δεῖνά μου φίλος καὶ πλούσιός ἐστι καὶ παρέχεταί μοι. ἔπειτα καὶ πρὸς τὸν τοιοῦτον λέγεται τοῦτο·
»ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἐπ᾿ οὐδένα ἄνθρωπον ἐλπίζομεν, κἂν δοκῶσιν ἡμῶν εἶναι φίλοι· οὐ γὰρ ἐπ᾿ αὐτοὺς ἀλλ᾿ ἐπὶ κύριον ἡμῶν ἐλπίζομεν, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Jeremiam (Homiliae 12-20). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.