XXV.
Ὅτι ὁ ἐκ προγνώ U+03F9εω U+03F9 ἀφορι U+03F9μὸ U+03F2 πὐκ ἀναιρεῖ το αὐτεξού U+03F2ιον. ἐκ το ἀ τόμου τῶν εἰ U+03F9 τῆν πρὸ U+03F9 'Ρωμαιου U+03F9 ἐξηγητικών, εἱc τό· Ἀφωρικέος εί U+03F9 ευαγγελιον θεοῦ.
1κοιλίας μητρός μου, ἀποκαλύφαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τόν ἐκ προγνώσεως θεοῦ προωρισμένον σἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἶουται διά τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους.
τινὲς δὲ καὶ τὸ ἐφʼ τμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, 2 συγχρώμενοι καὶ τῷ Ἀπηλλοτριόθησαν οἱ ἁμαρτωλοὶ ἀπό μήτρας· ἐν φαλμοῖς εἰρημένῳ. πρός μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντήσαι, ἐρωτῶντας περὶ τῆς ἐξῆς λέξεως· 3 γέραπται γάρ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ
μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν φευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ώς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἄμα τῷ ἐξελθεῖν ἀπὸ γαστρὸς τῆς μητρός αὐτῶν ἐπλανήθησαν καὶ τῆς σωζούσης ὀδοῦ
ἐσφάλησαν, αὐτοὶ εἰς τοῦτο ἐνεργήσαντες. πῶς δὲ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἀπό γαστρὸς ἐπλανήθησάν τε καὶ ἐλάλησαν φευδῆ; οὐ γὰρ δῆ δείξουσιν ὅτι ἄμα τῷ γεννηθῆναι ἔναρθρον φωνὴ προήκαντο, φευδῆ 4 5 τινὰ προφερόμενοι. ἀλλʼ εἰ προσέχομεν τοῖς προτεταγμένοις τοῦ προορισμοῦ ἐν τῇ ἐξεταζομένῃ ἐπιστολῇ λεγομένοις, δυνησόμεθα, τὰ περισπῶντα τοὺς ἁπλουστέρους πρὸς παραδοχὴν τοῦ ἀδικίαν κατηγοροῦντος κατὰ τοῦ θείου
δόγματος καθελόντες, ἀπολογήσασθαι περὶ τοῦ ἐκ κοιλίας μητρὸς ἀφορίζοντος καὶ εἰς εὐαγγέλιον θεοῦ ἀφορίζοντος τὸν δοῦλον Ἰησοῦ Χριστοῦ κλητὸν ἀπόστολον Παῦλον. οὕτω δὲ ἔχει τὰ ῥητά· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν 6 θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατά πρόθεσιν κλητοῖς
οὐσιν· ὅτι οὕς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὕς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὕς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὗς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
ἑξῆς, κἄν πιθανώτατα ἐκράτουν οἱ παρεισάγοντες τὸν περὶ φύσεως ἄτοπον λόγον· ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἠ πρόγνωσις· Οὕς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν συμμόρφους 7 τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπήν τοῦ
ἐφʼ ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετά τὴν ῥοπήν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατʼ ἀρετὴν ζῆν, προέγνω αὐτοὺς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα· καὶ οὕς οὐτω προέγνω, προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υοῦ 8 9 αὐτοῦ. ἔστιν οὖν τις ὁ υἱὸς τοῦ θεοῦ, εἰκὼν τυγχάνων τοῦ 10 θεοῦ τοῦ ἀοράτου, καὶ τούτου εἰκών ή λεγομένη εἰκών τοῦ 11 υἱοῦ τοῦ θεοῦ· ἥντινα νομίζομεν εἶναι ἥν ἀνέλαβεν φυχήν ὁ υἱός τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὸ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα. ταύτης δὲ, ἥν οἰμεθα εἰκόνος
εἰκόνα εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ, συμμόρφους προώρισεν γενέσθαι ὁ θεός, σὕς διὰ τήν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν τὴν πρόγνωσιν τοῦ θεοῦ· ἀλλʼ ἐπεὶ ἔμελλεν γίνεσθαι κατʼ ἰδίας 12 ὁρμὰς τοῦ ποιοῦντος, διὰ τοῦτο προέγνω, εἰδὼς τὰ πάντα
πρὸ γενέσεως αὐτῶν· καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνι καὶ προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλίοῦ δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρός ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἅ τοιάδε ἔσεσθαι προεγίνωσκεν
ὁ θεός· φήσομεν ὅτι δυνατόν μὲν μὴ γενέσθαι· οὐχὶ δὲ, εἰ δυνατὸν μὴ γενέσθαι, ἀνάγκη μὴ γενέσθαι ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν τόπος, ἴνα ὁ σμήξας ἑαυτοῦ
τὸ ὄμμα τῆς φυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοήσαι, πῶς καὶ μέχρι τῶν τυχόντων οὐκ ἐμποδίζεται τὸ εἶναί τι εἰς πολλά δυνατόν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνωσμένου τε οὑτωσὶ, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης
δὲ ἔσται, ἀλλʼ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι ἔσται τὸ οὐ στοχαστικῶς εἰρημένον ἀλλʼ ἀληθῶς προεγνωσμένον.
αἰτίαν καὶ ὁ ἀπόστολος ἀποδέδωκεν εὐθέως, εἰπών· Ὅτι οὗς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ θεοῦ ἢ τοὺς ἀγαπῶντας αὑτόν; πάνυ δὲ τὴν ἐκ τοῦ ἐφʼ ἤμῖν αἰτίαν
παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως τό· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸυ θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. σχεδόν γὰρ εἶπεν ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθόν διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοί εἰσι συνεργίας οἱ ἀγαπῶντες τὸν θεόν. ἄμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας,
καὶ ἀποκρινάσθωσαν τμὶν πρός ταῦτα. ἔστω καθʼ ὑπόθεσιν εἶναί τινα ἐφʼ τμῖν· καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφʼ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιής ὡν. ὄντος δή τοῦ ἐφʼ ἡμῖν, ἂρα ὁ θεὸς ἐπιβαλών τῷ εἱρμῷ τῶν ἐσομένων προγνώσεται τὰ πραχθησόμενα
ἐκ τοῦ ἐφʼ ἡμῖν ἑκάστῳ τῶν ἐχντων τὸ ἐφʼ ἡμῖν, ἢ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν Οὐ προγνώσεται, ἀγνοοῦντός ἐστι τὸν ἐπὶ πᾶσι νοῦν καὶ τὴν μεγαλωσύνην τοῦ θεοῦ. εἰ δὲ δόσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτοὺς, ἄα τὸ ἐγνωκέναι αὐτόν σιτίον ἐστι τοῦ
ἔσεσθαι τὰ ἐσόμενα, διδομένου τοῦ εἶναι τὸ ἐφʼ τμῖν; ἡ ἐπεὶ ἔσται προέγνω, καὶ οὐδαμῶς ἐστὶν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφʼ ἡμῖν ἑκάστῳ; δυνατὸν οὗν ἢν τῶνδέ τινων ἀπαντησάντων μὴ τόδε ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον.
20 λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν· Δεῦτε πρός με οἱ εύλογημένοι τοῦ πατρός μου. κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖνβασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τά ἔξῆς· πρὸς δὲ τούς ἐξ εὐωνύμων· 21 Πορεύεσθε ἀπʼ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ
αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· καὶ τά 22 ἔξῆς. ἀλλά καὶ εἴπερ τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον 23 θεοῦ· καὶ τό· Ὀ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· 24 ἀνάγκην τινὰ περιεῖχε, πῶς ἄν εὐλόγως ἔφασκε τό· 'Yποπιάζω
μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἁλλοις κηρύξας 25 αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τό· Οὐαὶ γάρ μοί ἐστιν ἐάν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἢν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν
ἢν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρὸς, καὶ ἀφώρισεν αὐτόν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τήν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἁλλοις κηρύξας αὐτός
ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδώς οὐαὶ αὐτῷ ἔσεσθαι ἐάν μή εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τό μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὑς ἐσιώπα ἀλλʼ εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἐώρα ὁ ἀφορίζων αὐτόν ἐκ κοιίας μητρὸς αὐτοῦ 26 καὶ ὀ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν
κόποις ἔσται περισσοτέρως, ἐν φυλακαῖς περισσευόντως, 27 28 ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Tουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν λήφεται, τρὶς ῥαβδισθήσεται, ἅπαξ λιθασθήσεται· καὶ τάδε τινά πείσεται καυχώμενος ἐν ταῖς θλίφεσι καὶ εἰδώς ὅτι ἠ θλίφις ὑπομονὴν 29
κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἢν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτόν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον θεοῦ οὐ διὸ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς
τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὼ τὸς προεγνωσμνας μὲν πρότερον πράξεις ὑστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ φαλμοῦ ῥητόν οὐκ ἦν εὔκαιρον, παρεκβατικόν γὰρ ἢν· διὸ εἰς τὴν οἰκείαν
τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν φαλμόν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ Ἀφωρισμένος.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.