XXΙV.
Περὶ ὕλνιc, ὅτι οὐκ ἀΓἐνητο U+03F9 οὐδὲ κκκῶκ αἰτία. ἐκ
τῆc Εἠ U+03F2εβίου τοῦ Παλαι U+03F2τιναίογ εὐαΓΓελικῆc προπαραcκευῆc, λόΓου ζ΄.
2 3 τερον δεῖν λέγειν, ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἤ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτόν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγένητον λέξει· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα
οὐκ ἔσται ἀγένητα δύο, ἀλλʼ ἔν ἐκ διαφόρων συνεστός· οὐδὲ γάρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέρη κατακερματίζομεν εἰς πολλὰ γενητά· ἀλλʼ εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἔν τι γενητόν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν· οὕτως ἀνάγκη, εἰ μὲν μή κχώρισται τῆς ὑλης ὁ
θεὸς, ἕν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων· ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν· ἀδύνατον γάρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθʼ ὅ ἠ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται
καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων· ὅν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἶπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἄν, εἰ κεχώρισται ἀπʼ ἀλλήλων, ἦ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι,
τὰν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δʼ οὖ πάλιν κεχώρισθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν. ἄν δʼ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον, ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστι τό μήτε κεχωρίσθαι τὸν θεόν τῆς ὑλης μήτʼ αὗ πάλιν ὡς μέρη 4 ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὑλῃ τὸν θεόν ἢ καὶ 5 τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω· ὅτι, ἐάν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτόν καὶ χωρητόν λέγειν δεῖ καὶ πρός τῆς ὑλης περιγραφόμενον. ἀλλὰ μήν καὶ ὁμοίως αὐτόν τῇ ὑλῃ ἀτάκτως φέρεσθαι δεῖ, μή ἵστασθαι
δὲ μηδὲ μένειν αὐτόν ἐφʼ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ῷ ἐστὶν ἄλλοτε ἄλλως φερομένου. πρός δὴ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ἠ ὑλη, ἐκόσμησε δὲ αὐτήν εἰς τὸ κρεῖττον τρέφοι προαιρούμενος· ἦν ποτὲ ὅτε ἐυ ἀκοσμήτοις ἢυ ὀ
θεός. δικαίως δʼ ἄν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὑληυ ὁ θεός, ἤ ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς. εἰ μὲν γάρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεὸν, πλεῖστον ὅσον μικρότερον αὑτὸν τῆς ὑλης λέγει· εἴ γε δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν τὸν θεόν. εἰ δὲ ἐν πάσῃ εἶναι
λέγοι καὶ δί ὅλης κςχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησε φρασάτω· ἀνάγκη γάρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἡς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφʼ οὗ ὑπεχάρησεν, καὶ ἑαυτόν τῇ ὑλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. εἰ δὲ τήν ὕλην ἐν τῷ θεῷ εἶναί τις
λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διισταμένου αὐτοῦ ἀφʼ ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζώων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχήν τῶν γινομένων ἐν αὐτῷ· ἢ ὁς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ 6 7 μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δʼ ὥσπερ ἐν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἠ ὕλη καὶ ἀκόσμητος, πρὸς δή τούτοις ἔχουσα καὶ κακὰ, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν·
ὅπερ οὐκ εὐφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἴνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν· καὶ τοῦτο φυγεῖν προαιρούμενος, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἄν
περὶ ταύτης ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτήν ἀγένητον· ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτο ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γινομένου μοι τοῦ λόγου καθʼ ὅν τρόπον ἐστὶ τά κακά,
καὶ ὅτι οὐχ οἶόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.
μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρός τοῦ θεοῦ. ἀλλʼ ὀ μὲν περὶ τούτου λόγος ὥδε ἐχέτω· καὶ γάρ παρʼ ἡμῖν ὁρῶμεν ἀνθρόπους ἐξ οὐκ ὄντων ποιοντάς τινα· εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὗτοι ποιεῖν ἔν τινι· οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν·
καὶ γάρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων, καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δὲ, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ· οὐδὲ γάρ ἠ οὐσία ἐστὶν ἠ ποιοῦσα τὴν πόλιν ἢ σὖ πάλιν τοὺς ναιὺς, ἀλλʼ ἠ περὶ τήν οὐσίαν τέχνη. ἠ δὲ τέχνη οὐκ ἐξ
ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται· ἀλλʼ ἐξ οὐκ οὗσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τένης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτʼ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ποκειμένης
τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτήν ἐφʼ αυτῆς οὗσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶ, καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ 10 11 γέηται. ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται, ἠ δὲ οὐκ ἔσται, ἐάν μή πρότερον ἄνθρωπος ἦ· ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρόπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. εἰ τοίνυν τοῦτο οὗτως ἔχον ἐπʼ ἀνθρώπων
ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν θεόν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων, τό καὶ τὰς οὐσίας οὐτως ἔχειν δείκνυται.
γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον· καί σου βραχέα πυθέσθαι βούλομαι· τὰ κακά πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν;
ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ· εἰ δέ τι πρός ταῦτα εἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γάρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἄν δεύτερον περὶ τῶν κακῶν τξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρός τὸν πλησίον ὡφελείας, τὴν ἐξέτασιν ποιούμεθα
τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ σχωρεῖν.
μετὰ ἀκριβοῦς ἐξετάσεως· καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἶῳ τρόπῳ χρώμενος νομίζεις 12 δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος· 13 οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὥν ἀγνοῶ. σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τά κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω.
δεομένη τινὸς, οὖ γενομένου τὸ εἶναι λήφεται;
ἐνεργῶν παρῇ;
κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλά μήν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔσται ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κἀγώ· οἶον ἄυθρωπος ὁ φονεύς, καθʼ ὅν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὅν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλʼ
ἔργον τι τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπόν ποτε μὲν κακόν διά τὸ φονεύειν, ποτὲ δʼ σὖ πάλιν διὰ τὸ εὐεργετεῖν 14 15 ἀγαθόν· καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἄτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ φόνος ἐστὶν ἠ οὐσία, οὔτʼ αὗ πάλιν ή μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλʼ ὥσπερ ἀπό τῆς γραμματικῆς ὁ
γραμματικός λέγεται καὶ ἀπό τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὀ ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὗτε γραμματικῆς, ἀλλʼ ἀπό τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφʼ ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδʼ ὄπότερον αὐτῶν οὖσα·
ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδʼ ὁπότερον οὗσαν αὐτῶν. καὶ ὁμοίως ἐπινόησον, εἶ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις σἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τά κακά,
ἐστὶ καὶ αὐτός κακός ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστὶ ποιητής· ἄ δέ τις ποιεῖ, οὐκ ἔστιν αὑτός, ἀλλʼ ἐνέργειαι αὐτοῦ, ἀφʼ ὧν τὴν προσηγορίαν τοῦ κακός λέγεσθαι λαμβάνει. εἰ γὰρ αὐτόν ὑπάρχειν εἶποιμεν ὅ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας
καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτός ἔσται ταῦτα. εἰ δὲ ταῦτά ἐστιν αὐτός, ταῦτα δʼ ὅτε γίνεται τήν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ ἐἶναι καὶ τοῦ μηκέτʼ εἶναι αἴτιοι. εἰ δὲ ταῦτα αὐτοῦ
ἐνεργείας φῇς, ἐξ ὥν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν οὐσία. κακόν δὲ εἴπομεν λέγεσθαι ἀπό τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἄτινα οὐκ ἔστιν ἠ οὐσία· ὡς ἀπό τῆς ἰτρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὥν ἐνεργεῖ ἕκαστος ὑπάρχει 16 κακὸς, ἄ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἠρξατο 17 κἀκεῖνος εἶναι κακός, ἠρξατο δὲ καὶ ταῦτα εἶναι κακά. εἰ δὲ οὕτως ἔχει, οὑκ ἔστιν ἀνάρχως κακὸς, οὐδὲ ἀγένητα τὰ κακά, τῷ γενητὰ πρός αὐτοῦ εἶναι φάναι.
μοι πεποιηκέναι δοκεῖς· ἐξ ν γὰρ προλαβών ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς· ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεὸς, ποιότητες δὲ τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητής ὁ θεός. οὕτος μὲν οὖν ὀ λόγος πρός ἐκεῖνον
εἰρήσθω καλῶς· ἐμοὶ δὲ φεῦδος δοκεῖ τὴν ὕλην ἄποιον ἀἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας, ὥς ἐστιν ἄποιος· ἀλλὰ μήν καὶ ἐν ῷ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἠ ὕλη διαγραφόμενος· ὅπερ ἐστὶ ποιότητος εἶδος. ὅθεν εἰ σοὶ φίλον ἐστὶν ἄνωθεν
ἔχου πρὸς ἐμὲ τοῦ λόγου· ἐμοὶ γὸρ ἠ ὕλη ποιότητας ἀνάρχῳ ἔχειν δοκεῖ· οὗτως γὰρ καὶ τὰ κακά ἐκ τῆς ἀπορροίας αὑτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ἦ, τούτων δʼ ἀπάντων ή ὕλη αἰτία.
σου τὴν ἐν τοῖς λόγοις σπουδτν ἐπαινῶ· προσῆκε γὰρ ώς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ ἀπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλʼ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γάρ εἰ ὀ προσζητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμήν παρέσχε τῷ προσδιαλεγομένῳ
συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατήν πείσει· ἀλλʼ εἴ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο 18 19 λέξει παρών· δυοῖν γὰρ θάτερον ἔσται· ἦ γὰρ καὶ πρὸς δ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὀφεληθήσεται, ἦ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι ἔμποιον εἶναι ἀνάρχως τὴν ὕλην· εἰ γὰρ
τοῦθʼ οὕτως ἔχει, τίνος ἔσται ποιητής ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι φαμέν· οἵτ’ σὔ πάλιν ποιοτήτων, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίας τε οὗσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργόν λέγειν τὸν θεόν. ἴνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον,
ἀπόκριναί μοι νῦν ἐρωτώμενος· τίνι τρόπῳ δημιουργόν εἶναι φῇς τὸν θεόν; πότερον ὅτι τάς οὐσίας ἔτρεφεν εἰς τὸ μηκέθʼ ὑπάρχειν ἐκείνας, αἴπερ ἠσάν ποτε, ἀλλʼ ἑτέρας παρʼ αὐτὰς γενέσθαι; ἦ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας, αἵπερ τσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεφεν αὐτῶν;
τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἱ λίθοι· τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος· οὗτω μοι δοκεῖ καὶ τόν θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθʼ ἤν τὴν τοῦδε τοῦ κόσμου γένεσιν
πρὸς τοῦ θεοῦ γεγονέναι λέγω.
ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φης, αἶτιος ἔσται τῶν κακῶν ὁ θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακάς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέφοι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι
ἐτύγχανον, τῆς διακοσμήσεως ἕνεκα πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις;
ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἦ τιὸ δύνασθαι μή ἔχοντα; εἰ μὲν γάρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτόν σιτίον τούτων εἰπεῖν ἀνάγκη. ὅτι δυνάμενος ποιήσαι μή εἶναι κακὰ συνεχώρησεν αὐτά μένειν ὡς ἥν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἠρξατο. εἰ γὰρ μηδʼ ὅλως ἔμελεν
22 23 αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι οὕτως ἐᾷ δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττου, αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι
πονηρὸν ἐπʼ ὄλέθρῳ οὖ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ· τοῦθʼ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπʼ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν
τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τό μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. καί μοι ἐπʼ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γάρ εἰκονισθῇ καὶ ζῶον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς
ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφʼ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴυ αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει· καὶ τοῦθʼ ὅπιρ ἐπʼ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ
δʼ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακά τὸ μή πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν· τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. εἰ μὲν οὖν τὸυ θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις
εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα λέξεις τοῦ θεοῦ τὰ κακὰ νικῶντα τῆς προαιρέσεως αὐτοῦ τήν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτα ἔσονται θεοὶ, νικᾷν κατὰ τὸν 24 λόγον τὸν σὸν δυνάμενα τὸν θεόν, εἶπερ θεὸν ἐκεῖνό φαμεν 25 ὅ τὴν ἀπάντων ἐξουσίαν ἔχει;
με περιΐστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γάρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει, ἀδύνατον τοῦτον ἐξ ὑλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἶόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ
σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. εἰ δʼ αὗ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινῶν συυτεθεῖσθαι φήσεις· εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἢν ποτὲ καθʼ ἔαυτὰ τὰ ἀπλᾶ, ὥν συντεθέντων γέγονεν τ ὕλη· ἐξ οὗπερ καὶ γενηττ οὗσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη,
τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τἠν σύστασιν ἔχει, ἦν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν· εἰ δὲ ἢν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἧν, οὐκ ἔσται ἀγένητος ἠ ὕλη· τὸ δʼ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. εἰ γάρ ἧν ἀγένητος ὁ
θεὸς, ἦν δὲ ἀγένητα καὶ τὰ ἀπλᾶ ἐξ ὥν ἠ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;
μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὑλης μιᾶς. ἀλλὰ μήν οὐδʼ αὐτά ἔσονται ὑλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν, κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐδὲ γάρ ἐστί τι ἑαυτῷ ἀντικείμενον· τά γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέφυκεν· οἶον τὸ
λευκὸυ αὐτό ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται· καὶ τὸ φῶς ὁμοίως ἔαυτῷ μή ἀντικεῖσθαι δείκνυται, πρός δὲ τὸ σκότος οὐτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὥλη μία τις ἦν, οὐκ ἄν αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὐτω δὲ τῶν
ἀντικειμένων ἐχόντων τό μή εἶναι τήν ὕλην δείκνυται.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.