με περιΐστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γάρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει, ἀδύνατον τοῦτον ἐξ ὑλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἶόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ
σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. εἰ δʼ αὗ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινῶν συυτεθεῖσθαι φήσεις· εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἢν ποτὲ καθʼ ἔαυτὰ τὰ ἀπλᾶ, ὥν συντεθέντων γέγονεν τ ὕλη· ἐξ οὗπερ καὶ γενηττ οὗσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη,
τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τἠν σύστασιν ἔχει, ἦν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν· εἰ δὲ ἢν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἧν, οὐκ ἔσται ἀγένητος ἠ ὕλη· τὸ δʼ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. εἰ γάρ ἧν ἀγένητος ὁ
θεὸς, ἦν δὲ ἀγένητα καὶ τὰ ἀπλᾶ ἐξ ὥν ἠ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;
μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὑλης μιᾶς. ἀλλὰ μήν οὐδʼ αὐτά ἔσονται ὑλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν, κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐδὲ γάρ ἐστί τι ἑαυτῷ ἀντικείμενον· τά γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέφυκεν· οἶον τὸ
λευκὸυ αὐτό ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται· καὶ τὸ φῶς ὁμοίως ἔαυτῷ μή ἀντικεῖσθαι δείκνυται, πρός δὲ τὸ σκότος οὐτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὥλη μία τις ἦν, οὐκ ἄν αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὐτω δὲ τῶν
ἀντικειμένων ἐχόντων τό μή εἶναι τήν ὕλην δείκνυται.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.