Ὁμιλία θ΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος Πρὸς τὸν Ἱερεμίαν Παρὰ χυρίου λέγων· ἀκούσατε τοὺς λόγους τῆς δ.ιαθήκης ταύτης‘ μέχρι τοῦ »ἐπεστράφησαν ἐΠὶ τὰς ἀδικίας τῶν
πατέρων. αὐτῶν τῶν Πρότερον«.
ἐν ἡμῖν«. »ἦν« γὰρ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίξει πάντα ἄν- θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἡν, καὶ ὁ κόσμος δἰ αὐτοῦ ἐγένετο, 177 καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἠλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον«. χρὴ μέντοιγε εἰδέναι ὅτι καὶ πρό- τερον ἐπεδήμει, εἰ καὶ μὴ σωματικῶς, ἐν ἑκάστῳ τῶν ἁγίων, καὶ
μετὰ τὴν ἐπιδημίαν αὐτοῦ ταύτην τὴν βλεπομένην πάλιν ἡμῖν ἐπιδημεῖ. καὶ εἰ βούλει τούτων ἀπόδειξιν λαβεῖν, πρόσεχε τῷ ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν 243v παρὰ κυρίου λέγων· ἀκούσατε« καὶ τὰ 1 2 ἑξῆς. τίς γὰρ ἐστιν »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου« εἴτε πρὸς Ιερεμίαν εἴτε πρὸς Ἡσαΐαν εἴτε πρὸς Ἰεξεκιὴλ εἴτε πρὸς ὁνδήποτε ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεόν; ἐγὼ οὐκ οἶδα ἄλλον λόγον κυρίου ἢ τοῦ- τον, περὶ οὗ εἴρηκεν ὁ εὐαγγελιστὴς τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ
λόγος ἠν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
κατὰ τοὺς προφήτας, ἐγὼ ἔχω τὸν λόγον. καὶ εἴποιμι ἂν ὅτι ὁ Χρι- στὸς γέγονε πρὸς Μωσέα, πρὸς Ὶερεμίαν, πρὸς Ὴσαΐαν, πρὸς ἕκαστον τῶν δικαίων, καὶ τὸ εἰρημένον ὑπ' αὐτοῦ πρὸς τοὺς μαθητάς. »ίδού, ἐγώ εἰμι μεθ’ ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος« ἔργῳ ἐσᾠξετο καὶ ἐγίνετο καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ· ἡν
γὰρ μετὰ Μωσέως καὶ ἦν μετὰ Ἡσαΐου καὶ μετὰ ἑκάστου τῶν ἁγίων. πῶς δύνανται ἐκεῖνοιξ λόγον θεοῦ λελαληκέναι τοῦ λόγου τοῦ θεοῦ μὴ ἐπιδημήσαντος αὐτοῖς; ταῦτα δὲ μάλιστα καθ' ἡμᾶς τοὺς ἐκκλησια- στικοὺς ἀναγκαῖόν ἐστιν γινώσκεσθαι, οἵτινες θέλομεν τὸν αὐτὸν εἶναι θεὸν νόμου καὶ εὐαγγελίου, τὸν αὐτὸν Χριστὸν καὶ τότε καὶ νῦν
> εἰς πάντας τοὺς αἰῶνας. ἔσονται δὲ οἱ διακόπτοντες τὴν θεό- τητα τὴν πρεσβυτέραν τῆς ἐπιδημίας τοῦ σωτῆρος, ὅσον ἐπὶ τῇ ἑαυτῶν ὑπολήψει, ἀπὸ τῆς θεότητος τῆς ἐπαγγελλομένης ὑπὸ Ἰησοῦ Χριστοῦ. ἡμεῖς δὲ ἕνα οἴδαμεν θεὸν καὶ τότε καὶ νῦν, ἔνα Χριστὸν καὶ τότε καὶ 244r νῦν. ταῦτα διὰ τὸ ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν
παρὰ κυρίου λέγων«.
αἰνέσαισαν οἱ ἀδελφοί σου. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου( »σὲ αἰνέσαισαν«. οὐκ ἐκεῖνον τὸν Ἰούδαν τὸν υἱὸν τοῦ Ἰακὼβ οἱ ἀδελφοὶ αὐτοῦ ᾔνεσαν. τοῦτον δὲ τὸν Ἰούδαν αἰνέσουσιν οἱ ἀδελφοί, ἐπεί φησιν οὖτος ὁ Ἰούδας· »διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε((. οὐ λέγεται πρὸς ἐκεῖνον τὸν
Ἰούδαν. »αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου( ποῦ εὑρίσκεται ἐπὶ νώτου τῶν ἐχθρῶν τὰς χεῖρας ἐκεῖνος ὁ Ἰούδας ἐπιτιθείς; ἡ ἱστο- ρία οὑδὲν τοιοῦτον ἀνέγραψεν περὶ αὐτοῦ. ἐὰν δὲ νοήσῃς τὴν ἐπι- δημίαν τοῦ κυρίου Ἰησοῦ καταργοῦντος τὸν διάβολον, ἀπεκδυομένου »τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας« καὶ δειγματίζοντος καὶ θριαμβεύοντος
ἐν τῷ ξύλῳ, ὁρᾷς πῶς ἐπὶ τοῦτον τὸν Ίούδαν πεπλήρωται ἡ λέγουσα προφητεία. »αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου«. εἰ τοῦθ’ οὕτως ἔχει, λέγει δὲ ὁ λόγος νῦν »πρὸς ἄνδρας Ἰούδα«, πρὸς τίνας ἂν λέγοι ἢ πρὸς τοὺς τοὺς πιστεύοντας ἐπὶ τὸν Χριστόν, διὰ τὴν φυλὴν Ἰούδα λεγόμενόν πως καὶ Ἰούδαν;
λέγεται ὁ λόγος Μαὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ«. αὕτη 244v ἐστὶν ἡ ἐκκλησία. ἔστιν Ι γὰρ ἡ πόλις τοῦ θεοῦ ἡ ἐκκλησία, ἡ Ὅρασις τῆς εἰρήνης, ἐν αὐτῇ έστιν] ἡ εἰρήνη ἥν ἤγαγεν ἡμῖν, εἴγε ἐσμὲν τέκνα εἰρήνης, πληθύνεται καὶ ὁρᾶται.
τοῖς πατράσιν ὑμῶν( τίς μάλιστα ἀκούει »τῶν λόγων τῆς διαθήκης ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν«; ἆρά γε οἱ πιστεύοντες ἐπ’ αὐτὸν ἢ οἱ μηδὲ Μωσεῖ πιστεύειν ἀποδεικνύμενοι ἐκ τοῦ μὴ πε- πιστευκέναι ἐπὶ τὸν κύριον; φησὶ γὰρ ὁ σωτὴρ πρὸς ἐκείνους. »εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε«; οὐκοῦν ἐκεῖνοι εἰς Μωσῆν οὐ πεπιστεύκασιν, ἡμεῖς δὲ πιστεύοντες εἰς Χριστὸν πιστεύομεν τῇ διαθήκῃ τῇ διὰ Μωσέως, καὶ πρὸς ἡμᾶς λέγεται, ἵνα μὴ κατάρατοι γενώμεθα· ἐπικατάρατος ὁ ἄν- θρωπος ὅς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἧς ἐνετειλάμην
τοῖς πατράσιν((. ἐκεῖνοι οὖν ἔχουσιν τὸ ἐπικατάρατοι εἶναι. οὐ γὰρ ἤκουσαν »τῆς διαθήκης, ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν«.
μένον ἐν τῇ Ἀποκαλύψει Ἰωάννου, ὅτι ὁ τόπος τόπος »ὅπου κύριος αὐ- τῶν ἐσταυρώθη καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος«. εἰ γὰρ »πνευματικῶς καλεῖται Αίγυπτος«, οὐκ οὐκ ἔστιν δὲ αὕτη ἡ Αἵγυπτος ἡ πνευματικῶς καλουμένη Αἴγυπτος, αἰσθητὴ γάρ, δῆλον ὅτι ἐὰν νοήσῃς τὴν τὴν πνευματικῶς καλουμένην Αἴγυπτον καὶ ἐξέλθῃς 245r ἀπ’ αὐτῆς, σὺ
εἶ ὁ ἐξελθὼν »ἐκ γῆς Αἰγύπτου καὶ ἐκ τῆς καμίνου τῆς σιδηρᾶς« καὶ λέγεται πρὸς σέ· »ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε κατὰ πάντα« ταυτα.
ὑμῖν εἰς θεόν«. οὐ πᾶς ὁ λέγων [ὁ] λαὸς εἶναι θεοῦ λαὸς ἔστιν ἐκεῖνος οὗν ὁ ἐπαγγειλάμενος εἶναι λαὸς θεοῦ »οὐ λαός μου ὑμεῖς« ἤκουσαν ἐν τῷ »διότι οὐ λαός μου ὑμεῖς«, καὶ ἐρρήθη πρὸς τὸν λαὸν ἐκεῖνον »οὑ λαός μου«, καὶ πάλιν οὗτος ὁ λαὸς ἐκλήθη λαός. 7 8 »αὐτοὶ« γὰρ »παρεξήλωσάν με ἐπ' οὐ θεῷ« περὶ ἐκείνων δὲ λέγει), »παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς«.
τῷ λαῷ τῷ < τῷ ἀπὸ τῶν ἐθνῶν. οὗτος γὰρ ὁ λαὸς τίκτεται ἀθρόως, καὶ ἐν τῷ προφήτῃ δὲ εἴρηται. »εἰ ἐτέχθη ἔθνος εἶς ἅπαξ«. ἐτέχθη δὲ ἔθνος εἰς ἅπαξ, ὅτε ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ ἐπίστευσαν ἐν μιᾷ ἡμέρᾳ χιλιάδες πέντε καὶ προσετέθησαν ἄλλῃ ἡμέρᾳ χιλιάδες τρεῖς. καὶ ἔστιν ἰδεῖν ὅλον λαὸν τικτόμενον
λόγῳ θεοῦ καὶ άθρόως τίκτουσαν τὴν στεῖραν, τὴν πρότερον οὐ τεκοῦσαν, πρὸς ἣν λέγεται. »εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ὴ οὐκ ώδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα(. ἔρημος μὲν ἡ ἐκκλησία· νόμου, ἔρημος αὔτη θεοῦ ἡν. ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ
συναγωγὴ λέλεκται.
ἑτέρων »ἔσομαι αὐτῶν θεός(. πότε οὖν ἄρα ἡμεῖς ἐπιτυγχάνομεν, ὁ καθ’ ἕκαστον λέγω, εἰς τὸ τὸν θεὸν εἶναι ἡμῶν θεόν; εἰ δὲ θέλεις μαθεῖν, τίνων ἐστὶν ὁ θεὸς καὶ τίνι χαρίξεται τὴν ἑαυτοῦ ἐπίκλησιν, ἐγὼ φησὶν θεὸς Ἀρβαάμ, θεὸς Ἰσαάκ, θεὸς . καὶ διηγούμενος τὸ τοιοῦτον ὁ σωτήρ φησιν· »ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων«.
τίς ὁ νεκρός; ὁ ἀμαρτωλός, 180 ὁ μὴ ἔχων τὸν εἰπόντα. ἐγώ 9 10 εἰμι ἡ , ὁ ἔχων νεκρὰ ἔργα, ὁ μηδέπω μετανοήσας ἀπὸ νεκρῶν ἔργων, περὶ ὧν φησιν ὁ ἀπόστολος. »μὴ πάλιν θεμέλιον καταβαλλό- μενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων«. εἰ τοίνυν »ὁ θεὸς οὐκ ἔστιν νεκρῶν θεὸς ἀλλὰ ξώντων«, καὶ οἵδαμεν τίς ἐστιν ὁ ζῶν, ὅτι ὁ πολιτευόμενος
κατὰ Χριστὸν καὶ μένων μετ' αὐτοῦ, εἰ βουλόμεθα ἕνα ἡμῶν ᾖ ὁ θεός, ἀποταξώμεθα τοῖς ἔργοις τῆς νεκρότητος, ἵνα τὴν ἐπαγγελίαν αὐτοῦ πληρώσῃ τὴν λέγουσαν· »καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν, ὅπως στήσω τὸν ὅρκον μου ὅν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι«. τήρει γὰρ ὅτι λέγει·
»στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι«, ὡς μηδέπω δεδωκὼς αὐτοῖς τὴν »γῆν τὴν ῥέουσαν γάλα καὶ μέλι«. αὕτη γὰρ οὐκ ἔστιν ἡ γῆ, ἣν λατο ὁ θεὸς »ῥέουσαν γάλα καὶ μέλι«, ἀλλ’ ἔστιν ἐκείνη, περὶ ἧς ἐδίδασκεν ὁ σωτὴρ λέγων· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι
τὴν γην«.
τοῖς λόγοις τῆς διαθήκης ταύτης. »καὶ εἶπεν κύριος πρός με· ἀνά- γνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ«. καὶ τοῖς ἔξω ἀναγινώσκομεν τοὺς λόγους τοῦ θεοῦ προσκαλούμενοι αὐτοὺς ἐπὶ σωτηρίαν. »ἀκούσατε τοὺς λόγους τῆς ταύτης καὶ ποιήσατε αὐτούς. καὶ οὐκ ἐποίησαν. καὶ εἶπεν κύριος
πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦ- σιν Ἱερουσαλήμ«. ἡ μέλλομεν μετανοεῖν ἐπὶ τοῖς εἰρημένοις ἁμαρτή- μασι περὶ ἀνδρῶν Ἰούδα, εἰδότες ὅτι ἐσμὲν οἱ ἄνδρες Ἰούδα, Ἰούδα, τὸν Χριστὸν Ἰούδα προφητευθέντα καὶ λεχθέντα; μήποτε γὰρ ἐπεὶ ἐν ἡμῖν εἰσιν ἁμαρτωλοί τινες καὶ παρὰ τὸν ὀρθὸν λόγον πράττοντες, 11 12 διὰ τοῦτο λέγει ὁ προφήτης· »εὑρέθη σύνδεσμος έν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ«. ὅταν γὰρ εὑρεθῇ ἔν τισιχρηματίζουσιν ἀπὸ τῆς ἐκκλησίας σύνδεσμος ἀδικίας καὶ σύνδεσμος τῶν ἁμαρτημάτων, ὥστ᾿ ἂν ἐφαρμόσαι αὐτοῖς τὸ ἐπὶ τοῦ ἁμαρτωλοῦ τὸ »σειραῖς δὲ
τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται«, λέγοι ἂν ὁ θεός· »εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα( ἀλλὰ μὴ εὑρεθείη σύνδεσμος ἐν ἡμῖν. πῶς δὲ οὐχ εὑρίσκεται σύνδεσμος ἐν ἡμῖν, εἰ καὶ μέχρι τοῦ δεῦρό ἐστιν σύνδεσμος ἔν τισιν; »λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. διάθρυπτε
πεινῶντι τὸν ἄρτον σου«.
πιστεῦσαι γὰρ υἱοὶ ἦμεν φέρ᾿ εἰπεῖν τοῦ διαβόλου, ὡς δείκνυσιν ὁ λόγος ὁ εὐαγγελικὸς λέγων· »ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«, ὅτε δὲ πεπιστεύκαμεν, γεγόναμεν υἱοὶ θεοῦ. ἐπὰν οὐν ἁμαρτάνωμεν, ἐπιστρέφομεν ἐπὶ τὰς ἀδικίας οὐχ ἁπαξαπλῶς τῶν πατέρων, ἀλλὰ τῶν πρότερον πατέρων. εἰς δὲ τὸ παραστῆσαι ὅτι διττοὶ ἡμῶν εἰσιν
οἱ πατέρες, χρήσομαι ῥητοῖς ἀπὸ τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ οὕτως ἔχουσιν· »ἄκουσον, θύγατερ, καὶ ἔδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου«. πατὴρ λέγει· »ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου«· ὡς γὰρ πατὴρ λέγει· ἄκουσον, θύγατερ«. οὐκοῦν διττοὶ οἱ πατέρες ἡμῶν εἰσιν. ἀλλὰ
»ἐπιλάθου τοῦ οἴκου τοῦ οἴκου] τοῦ πατρός σου« τοῦ προτέρου. 13 14 ἐὰν ἐπιλαθόμενός σου τοῦ οἴκου τοῦ προτέρου πάλιν ἐπιστρέψῃς ἐπὶ τὰ ἁμαρτήματα, σὺ πεποίηκας τὰ λεγόμενα ἐνθάδε ἁμαρτήματα.
γένηται ἡμῶν ὁ θεὸς πατήρ, εἴγε καὶ νῦν οὐκ ἔστιν ἡμῶν ὁ διάβολος πατήρ· ὅπερ παραστήσομεν καὶ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς, ἐν ᾗ γέγραπται· »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«. εἰ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«, οἱονεὶ τοσαυτάκις ἐκ τοῦ διαβόλου γεγεννήμεθα ὁσάκις ἁμαρτάνομεν.
ταλαίπωρος οὖν οὗτός ἐστιν, ὃς ἀεὶ γεννᾶται ἐκ τοῦ διαβόλου, ὥσπερ πάλιν μακάριος ὁ ἀεὶ γεννώμενος ὑπὸ τοῦ θεοῦ. οὐ γὰρ ἅπαξ ἐρῶ 247r τὸν δίκαιον γεγεννῆσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλ’ ἀεὶ γεννᾶσθαι καθ’ ἑκάστην πρᾶξιν ἀγαθήν, ἐν ᾗ γεννᾷ τὸν δίκαιον ὁ θεός. ἐὰν οὖν ἐπιστήσω σε ἐπὶ τοῦ σωτῆρος, ὅτι οὐχὶ ἐγέννησεν ὁ
πατὴρ τὸν υἱὸν καὶ ἀπέλυσεν αὐτὸν ὁ πατὴρ ἀπὸ τῆς γενέσεως αὐτοῦ, ἀλλ᾿ ἀεὶ γεννᾷ αὐτόν, παραστήσω καὶ ἐπὶ τοῦ δικαίου παραπλήσιον. ἴδωμεν δὲ τίς ἡμῶν ἐστιν ὁ σωτήρ. »ἀπαύγασμα δόξης«. τὸ 182 ἀπαύγασμα τῆς δόξης οὐχὶ ἅπαξ γεγέννηται καὶ οὐχὶ γεννᾶται· ἀλλὰ ὅσον ἐστὶν τὸ φῶς ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται
τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ. ὁ σωτὴρ ἡμῶν σοφία ἐστὶν τοῦ θεοῦ. ἔστιν δὲ ἡ σοφία »ἀπαύγασμα φωτὸς ἀιδίου«. εἰ οὖν ὁ σωτὴρ ἀεὶ γεννᾶται, καὶ διὰ τοῦτο λέγει· »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« οὐχὶ δέ· πρὸ δὲ πάντων βουνῶν γεγέννηκέν με, ἀλλά· »πρὸ πάντων βουνῶν γεννᾷ με«), καὶ ἀεὶ γεννᾶται ὁ σωτὴρ ὑπὸ τοῦ
πατρός, οὕτως καὶ σὺ ἐὰν ἔχῃς τὸ τῆς υἱοθεσίας πνεῦμα, ἀεὶ γεννᾷ σε ἐν αὐτῷ ὁ θεὸς καθ’ ἕκαστον ἔργον, καθ᾿ ἕκαστον διανόημα, καὶ γεννώμενος οὕτως γίνῃ ἀεὶ γεννώμενος υἱὸς θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.