Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.
καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«. <»ὁ πατὴρ« δὲ »ὁ ἐν διδάσκει ἤτοι καθ᾿ 247v αὑτὸν ἢ διὰ τοῦ Χριστοῦ ἢ ἐν ἁγίῳ πνεύματι ἢ διὰ Παύλου, φέρ’ εἰπεῖν, ἢ διὰ Πέτρου ἢ διά τινος τῶν ἄλλων ἁγίων, μόνον θεοῦ πνεῦμα καὶ θεοῦ λόγος ἐπιδημείτω καὶ διδασκέτω.
ταῦτά μοι πρὸς τί εἴρηται; ἐπειδήπερ φησὶν ὁ προφήτης· »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι«· οὐ γὰρ γνώσομαι, ἐὰν μὴ σύ μοι γνωρίσῃς ἐὰν δὲ γνωρίζοντός σου ἐμοὶ γνῶ, »τότε« ὄψομαι τὰ ἐπιτηδεύματα αὐτῶν« καὶ νοήσω, ὃ ἕκαστος πράττει καὶ ποίας ἐστὶν προαιρέσεως.
λέγει· »ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. ὡς φησὶν καὶ ὁ προφήτης Ἡσαΐας, Χριστὸς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς 183 ἐναντίον
τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ«. ἐκεῖ μὲν οὖν περὶ αὐτοῦ Ἡσαΐας λέγει, ἐνταῦθα δὲ ὁ Χριστὸς περὶ αὑτοῦ 1 2 »ἐγὼ« φησὶν ὡς ἀρνίου ἄκακον ἐπὶ σφαγὴν ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων«. οὐκ εἶπεν τί οὐκ ἔγων. οὐ γὰρ εἴρηκεν· οὐκ ἔγνων κακά, οὐκ εἴρηκεν· οὐκ ἔγνων ἀγαθά, οὔτε εἴρηκεν· οὐκ ἔγνων ἁμαρτίαν, ἀλλ᾿ ἁπλῶς »οὐκ ἔγνων«. σοὶ οὐν καταλέλοιπεν ἐξετάξειν τίοὐκ
ἔγνω. καὶ μάνθανε τί οὐκ ἔγνω ἀπὸ τοῦ »τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν«· γνῶναι γὰρ ἁμαρτίαν ἁμαρτῆσαί ἐστιν, ὡς γνῶναι δικαιοσύνην δικαιοπραγῆσαί ἐστιν. ὁ οὖν ἀπαγγέλλων τὰ περὶ δικαιοσύνης καὶ μὴ δικαιοπραγῶν οὐκ ἔγνω δικαιοσύνην.
αὐτοῦ ἐν τώ λαῷ ἠθέλησαν τὸ σκάνδαλον έν] τῇ διδασκαλίᾳ αὐτοῦ προσθεῖναι διὰ τοῦ σταυρῶσαι αὐτόν, εἶπον· »βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅταν γὰρ τῷ λόγῳ τῆς Ἰησοῦ διδασκαλίας προσάπτηται τὸ ἐσταυρῶσθαι τὸν διδάσκαλον, εἰς τὸν ἄρτον αὐτοῦ ξύλον ἐμβέβληται. ἐκεῖνοι μὲν οὖν ἐξ ἐπιβουλῆς βουλευσάμενοι λεγέτωσαν· »δεῦτε
καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ἐγὼ δὲ παραδοξότερον ἐρῶ· τὸ ξύλον ἐμβληθὲν εἰς τὸν ἄρτον αὐτοῦ κρείττονα τὸν ἄρτον πεποίηκεν. παράδειγμα λαμβάνω ἀπὸ τοῦ Μωσέως νόμου· τὸ ξύλον βληθὲν εἰς τὸ πικρὸν ὕδωρ ἐποίησεν αὐτὸ . οὕτως τὸ ξύλον τοῦ πάθους Ἰησοῦ Χριστοῦ ἐλθὸν εἰς τὸν λόγον πεποίηκεν τὸν ἄρτον
αὐτοῦ γλυκύτερον. πρὶν ἔλθῃ γοῦν εἰς τὸν ἄρτον αὐτοῦ τὸ ξύλον, ὅτε ἄρτος μόνον ἦν καὶ ξύλον οὐκ ἦν ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, »εἰς πᾶσαν τὴν γῆν« οὐκ »ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ«. ἀλλ᾿ ἐπεὶ προσ- 3 4 έλαβεν δύναμιν ὁ ἄρτος διὰ τοῦ ξύλου τοῦ βληθέντος εἰς αὐτόν, διὰ τοῦτο ὁ λόγος τῆς διδασκαλίας αὐτοῦ νενέμηται ὅλην τὴν οἰκουμένην. καὶ τότε τὸ ξύλον [ὃ] σύμβολον ἦν τοῦ πάθους Ἰησοῦ, δι᾿ οὗ τὸ πικρὸν ὕδωρ γλυκὺ γίνεται· ἐγὼ γὰρ λέγω ὅτι ὁ νόμος μὴ
νοούμενος πικρὸν ὕδωρ ἐστίν, ἐὰν δὲ ἔλθῃ τὸ ξύλον Ἰησοῦ καὶ ἡ διδασκαλία τοῦ σωτῆρός μου ἐπιδημήσῃ, γλυκάζεται καὶ ἥδιστος γίνεται ὁ Μωσέως 248v νόμος ἀναγινωσκόμενος καὶ γινωσκόμενος.
ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. οὕτως αὐτὸν ἀπέκτειναν, ὡς ἐξαφανίζοντες αὐτοῦ τὸ ὄνομα. ἀλλὰ ὁ Ἰησοῦς οἶδεν πῶς ἀποθνῄσκει καὶ διὰ τί. διό φησιν· »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«· ὥστε ὁ θάνατος τοῦ Ἰησοῦ στάχυς σίτου γίνεται ποιῶν πολλαπλασίονα
καὶ πολύχουν τὸ ἐσπαρμένον. ὡς εἰ καθ᾿ ὑπόθεσιν μὴ ἐσταύρωτο μηδὲ τεθνήκει, ἔμεινεν ἂν μόνος ὁ κόκκος τοῦ σίτου, καὶ πολλοὶ οὐκ ἐγένοντο ἐξ αὐτοῦ. πρόσχες οὐν αὐτοῦ τῇ λέξει, εἰ μὴ τοῦτο βεβούληται λέγειν· »ὁ κόκκος τοῦ σίτου ἐὰν μὴ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν
φέρει«. ὁ θάνατος τοῦ Ἰησοῦ τούτους πάντας ἐκαρποφόρησεν, εἰ δὲ ὁ θάνατος το σούτους ἐκαρποφόρησε, πόσους καρποφορήσει ἡ ἀνάστασις;
ταῦτα εὔχεται, ἰδεῖν τὴν παρὰ τοῦ θεοῦ ἐκδίκησιν ἐξ αὐτῶν· >κεκύκλωται γὰρ ὑπὸ στρατοπέδων ἡ Ἱερουσαλήμ, καὶ ἤλλισεν ἡ ἐρήμωσις αὐτῆς< καὶ εἴρηται αὐτῇ· »ἰδοὺ αὐφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. »ἴδοιμι« οὖν »τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας
Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προ- 5 6 φητεύσῃς ἐν ὀνόματι κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ᾿ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ. καὶ 249r ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν,
ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν«. προσχήματος ἕνεκεν τὸ ὄνομα τῆς Ἀναθὼθ ἐνθάδε λαμβάνεται. ὅλον δὲ τὸ Ἰουδαΐκὸν μυστήριον τροπικῶς ἐν αὐτῇ εἴρηται· ἑρμηνεύεται γὰρ Ἀναθὼθ Ἐπακουσμός. ἐπεὶ οὖν ἐπακουσμὸς τοῦ θεοῦ ἐν ἐκείνῳ ἦν τῷ λαῷ, ὡς καὶ ἡ βασιλεία τοῦ θεοῦ, καὶ γέγονεν ἐπὶ τῆς βασιλείας
τὸ »ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, κατὰ τοῦτο γέγονεν καὶ τὸ »τοὺς ἄνδρας Ἀναθώθ«, τοὺς ὄντας ἐν τῷ Ἐπακουσμῷ, ζητεῖν τὴν ψυχὴν« οὐχ Ἱερεμίου (οὐδὲ γὰρ ἡ ἱστορία λέγει ὅτι ἄνδρες Ἀναθὼθ ἐζήτησαν τὴν ψυχὴν Ἰερεμίου. ἔχομεν τὰς Βασιλείας, μέμνηται ἡ
γραφὴ ἐκεῖ τοῦ Ἱερεμίου, οὐδὲν τοιοῦτον ἐν αὐταῖς εἴρηται οὐδ᾿ ἐν ταῖς Παραλειπομέναις· ἔχομεν γὰρ αὐτὴν τὴν βίβλον τοῦ προφήτου, οὐδὲν εἰρήκασιν οἱ ἄνδρες Ἀναθώθ), 185 ἀλλὰ ταῦτα λέγεται περὶ Χριστοῦ.
»εἰ δὲ μὴ, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ«. οὐ τότε τετελευτήκασιν ἐν ῥομφαίᾳ, ἀλλὰ μετὰ τὴν παρουσίαν νῦν λιμὸς ἠλθεν ἐπ’ αὐτούς, >οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ
λόγον κυρίου< οὐκέτι γὰρ »τάδε λέγει κύριος παντοκρότωρ« λέγεται παρ᾿ αὐτοῖς. αὕτη ἡ λιμός, ἵνα ἡ προφητεία μηκέτι ᾐ, καὶ τί λέγω 7 8 προφητεία; οὐδὲ διδασκαλια. κἂν μυριάκις χρηματίζωσιν παρ' αὐτοῖς σοφοί, οὐκ ἔστιν 249v λόγος κυρίου ἔτι ἐν αὐτοῖς, ἐπεὶ πεπλήρωτο τὸ »ἀφελεῖ κύριος ἀπὸ τῆς Ἱουδαίας καὶ ἀπὸ τῆς Ἰερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ
δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν«. οὐκέτι ἔστιν παρ' αὐτοῖς δυνάμενος εἰπεῖν· »ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα( μετέβησαν οἱ ἀρχιτέκτονες, ἦλθον ἐπὶ τὴν ἐκκλησίαν, ἔθηκαν τὸν θεμέλιον Ἰησοῦν Χριστόν.
τούτῳ ἐποικοδομοῦσιν καὶ οἱ μετ' ἐκείνους.
οἱ ἀθετοῦντες ἀθετήματα«; ἔτι ζητοῦμεν, εἰ ἀγαθὸς ὁ θεός ἐστιν ὁ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκώς, ὁρῶντες ὅτι »ὁδὸς ἀσεβῶν εὐοδοῦται« καὶ οὐ κολάζει τοὺς ἀσεβεῖς. »εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα«. αὐτοὶ οἱ κατὰ τοῦ δημιουργοῦ λέγοντες, δυσφημοῦντες αὐτὸν »εὐθήνησαν, ἐφυτεύθησαν καὶ ἐρριζώθησαν, ἐτεκνοποίησαν
〈καὶ ἐποίησαν〉 καρπόν«. πόσος καρπὸς Μαγκίωνος τεκνοποιήσαντος, πόσος Βασιλείδου, πόσος Οὐαλεντίνου; τοῦτο γάρ ἐστι τὸ περὶ τῶν ἀσεβῶν προφητευόμενον καὶ λεγόμενον ἐν τῷ »ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν«. »ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν 250r νεφρῶν αὐτῶν« ὀνομάζουσι τὸ Ἰησοῦ ὄνομα, 9 10 οὐκ ἔχουσι δὲ τὸν Ἰησοῦν· οὐ γàρ ὁμολογοῦσιν αὐτὸν ὡς χρή. »καὶ σύ, κύριε, γινώσκεις με, εἶδές με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν«. τί ποιήσω, ἵνα 186 ταῦτα σαφηνίσω; τὰς κολάσεις ἁγνισμὸν λέγει τῶν κολαζομένων·
»ἅγνισον« γὰρ αὐτοὺς εἰς ἡμέραν« φησὶν »σφαγῆς αὐτῶν«. διὰ τοῦ σφαγῆναι αὐτοὺς ἄγνισον αὐτούς· »ὃν γàρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται«.
γῆς καὶ ἐνταῦθα διαλέγεται ό προφήτης λέγων τὴν γῆν πενθεῖν διὰ τὴν κακίαν τῶν ἐπιβαινόντων ἐπ' αὐτήν. καθ' ἕκαστον οὗν ἡμῶν ἡ γῆ ἤτοι πενθεῖ ἢ εὐφραίνεται· ἢ γὰρ πενθεῖ »ἀπὸ κακίας τῶν ἐνοικούντων ἐν αὐτῇ« ἢ εὐφραίνεται ἀπὸ ἀρετῆς τῶν ἐνοικούντων έν αὐτῇ«. ἐφ' ἑκάστου οὖν ἡμῶν αὐτὸ τὸ στοιχεῖον ἢ εὐφραίνεται ἢ
πενθεῖ. εἰ δὲ τάχα καὶ τάχα καὶ τὰ λοιπὰ στοιχεῖα. ὁμοίως ἐρῶ καὶ ὕδωρ καὶ ὁ ἐπὶ τοῦ ὕδατος τεταγμένος ἄγγελος, ἵνα διηγήσωμαι καὶ τὴν γῆν πενθοῦσαν ἢ μὴ πενθοῦσαν· οὐ γὰρ τοῦτο τὸ σῶμα, »ἡ γῆ«, πενθεῖ »ἀπὸ τῶν κατοικούντων έν αὐτῇ«, ἀλλὰ ἀλλὰ νόει μοι πρὸς τῇ διατάξει τοῦ παντὸς τεταγμένον τινὰ τινὰ ἐπὶ τῆς γῆς καὶ ἄλλον
τεταγμένον ἐπὶ τῶν ὑδάτων καὶ ἄλλον ἐπὶ τοῦ ἀέρος καὶ τέταρτον ἐπὶ τοῦ πυρός. οὕτως ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὴν διάταξιν πᾶσαν τὴν έν ζώοις, τὴν έν τοῖς τὴν ἐν τοῖς οὐρανίοις ἄστροις. ἄγγελός τις τέτακται καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης ἄλλος, ἄλλος ἐπὶ τῶν ἄστρων· 250v οὑτοι δὴ οἱ ἄγγελοι, μεθ’ ὧν ἐσμεν ὅσον ἐσμὲν
γῆς, ἤτοι εὐφραίνονται ἐὰν δικαιοπραγῶμεν, ἢ πενθοῦσιν ἐξ' ἡμῖν ὅταν ἁμαρτάνωμεν. πενθεῖ, φησίν, ἡ γῆ ἀπὸ τῶν κατοικούντων έν αὐτῇ. ὁμωνύμως εἶπεν τὸν ἄγγελον γῆν αὐτῇ τῇ γῇ. ὥσπερ γὰρ »τὸ χειροποίητον ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό«, οὐχ 11 12 ὅτι ἐπικατάρατον αὐτὸ τὸ ἄψυχον, ἀλλ' εἴρηται χειροποίητον τὸ προσκαθεζόμενον τῷ ἀψύχῳ ἀγάλματι καὶ χρηματίζον ἐκείνῳ τῷ ὀνόματι· οὕτως δὴ ἐρῶ καὶ γῆν λέγεσθαι τὸν τὸν γῆς τεταγμένον ἄγγελον, καὶ ὕδωρ λέγεσθαι τὸν ἐπὶ ὕδατος τεταγμένον ἄγγελον,
καθ’ ὃ λέλεκται· »ἴδοσάν σε ὕδατα, ὁ θεός, ἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι πλήθους ἤχους ὑδάτων, φωνὴν ἕδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται«.
τὸν »ἐν μορφῇ θεοῦ« ὑπάρχοντα ὄντα έν τοῖς οὐρανοῖς, ἴδε αὐτοῦ τὸν οἶκον ὑπερουράνιον. εἰ βούλει καὶ ὑψηλότερον ἰδεῖν (ὅτι έν τῷ πατρί«), ἴδε αὐτοῦ οἶκον ὄντα τὸν θεόν. καταλείπει »τὸν πατέρα καὶ τὴν μητέρα«, τὴν »ἄνω Ἱερουσαλήμ«, καὶ ἔρχεται εἰς τὸν περίγειον τόπον τόπον καί 187 φησιν· »ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα
τὴν κληρονομίαν μου«. ἐκείνη γὰρ ἦν ἡ κληρονομία αὐτοῦ, τὰ χωρία τὰ μετὰ τῶν ἀγγέλων, ἡ τάξις ἡ μετὰ τῶν ἀγίων δυνάμεων. »ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς«. παρέδωκεν αὐτοῦ τὴν ψυχὴν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τῆς ψυχῆς, εἰς χεῖρας Ἰουδαίων τῶν ἀποκτεινάντων αὐτόν, εἰς χεῖρας ἀρχόντων συναχθέντων κατ' αὐτοῦ, εἰς χεῖρας βασιλέων, 251r ὅτε »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἑπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«.
διὰ τοῦτο ἐμίσησα αὐτήν. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου 251v ἐμοί«; | προφητεύει περὶ τῆς κληρονομίας ταύτης· ἡ κληρονομία μήτι σπήλαιον ὑαίνης γέγονεν, σπήλαιον ὑαίνης, τῆς ἀγριωτάτης, τῆς νεκροβόρου, τῆς περὶ τὰ μνημεῖα, τῆς ἐσθιούσης τὰ θνησιμαῖα σώματα; »μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί«;
αὐτῶν τὰς καρδίας διεσθιομένας ὑπὸ τῶν δυνάμεων τῶν ἀντικειμένων. εἰ ἐκείνων ὀ Ἰησοῦς οὐκ ἐφείσατο ἀλλὰ εἶπεν· »βαδίζετε, συναγάγετε τὰ θηρία«, πόσῳ πλέον ἡμῶν οὐ φείσεται; ἐὰν μὴ ποιῶμεν τὸν νόμον τοῦ θεοῦ, τὸν λόγον τοῦ εὐαγγελίου, ἐρεῖ πάλιν· βαδίσατε, συναγάγετε τὰ θηρία καὶ παράδοτε αὐτήν. ἀλλ᾿ ἡμεῖς παρρησίαν
ἔχομεν, ἵνα εἴπωμεν ἐν ταῖς εὐχαῖς· »μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι«. ἐξομολογησώμεθα περὶ τῶν παραπτωμάτων μετανοοῦντες, καὶ τοῖς θηρίοις οὐ παραδοθησόμεθα, ἀλλ’ ἀγγέλοις ἁγίοις τιθηνοῖς ἐσομένοις, ἐπὶ κόλπων βαστάζουσιν, μεταβιβάζουσιν ἡμᾶς ἀπὸ τοῦ 188 αἰῶνος τούτου ἐπὶ τὸν μέλλοντα ἐν Χριστῷ
Ἰησοῦ, ᾠ ἐστιν τὸ κράτος καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.