Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.
ἱσχὺν αὐτοῦ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν φρόνησιν αὐτοῦ, ἐκάστῃ αὐτῶν οἰκεῖόν τι 170 ἔργον ἀπονέμει, τῇ μὲν ἱσχύϊ τὴν γῆν, τῇ δὲ σοφίᾳ τὴν οἱκουμένην, τῇ δὲ φρονήσει τὸν οὐρανόν· ἄκουε γὰρ τῆς λέξεως λεγούσης· »κύριος ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην έν τῇ σοφίᾳ αὐτοῦ,
καὶ έν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν«. καὶ ἡμεῖς δὲ πρὸς τὴν ἡμετέραν γῆν (λέλεκται γὰρ πρὸς τὸν Ἀδάμ. »γῆ χρείαν ἔχομεν τῆς ἰσχύος τοῦ θεοῦ, χωρὶς δὲ τῆς δυνάμεως τοῦ θεοῦ οὐχ οἷοί τέ ἐσμεν ἐπιτελέσαι ταῦτα, ὅσα οὐ κατὰ >τὸ φρόνημά ἐστιν τῆς σαρκός<. >νεκρωθέντων δὲ τῶν μελῶν τῶν ἐπὶ τῆς<,
ἔσται τὸ κατὰ τὸ βούλημα τοῦ πνεύματος, ἐπεὶ τῷ >πνεύματι αἱ πράξεις τῆς σαρκὸς< κατὰ τὸν ἀπόστολον θανατοῦνται. »κύριος« οὖν »ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ«. ἐὰν δὲ ἔλθῃς καὶ ἐπὶ ταύτην τὴν γῆν, εἰ δύνασαι ἰδεῖν τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον, ὡς έν τοῖς ἀκριβεστέροις ἀντιγράφοις 238v εὕρομεν, ὅτι ἔστησεν αὐτὴν »ἐπ᾿ οὐδενί«,
ὄψῃ ὅτι ἰσχυϊ θεοῦ κατὰ τὸ μεσαίτατον κεῖται.
ἔρημός έστιν. οἰκουμένη δέ ἐστιν, ὅτε πεπλήρωται θεοῦ, ὅτε ἔχει τὸν Χριστόν, ὅτε πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῇ. ταῦτα δὲ ποικίλως καὶ 1 2 διαφόρως έν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἄγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ. ὁ γοῦν Δαβὶδ ἐν τῷ ψαλμῷ τῆς ἐξομολογήσεως περὶ τούτων τῶν πνευμάτων αἰτεῖ τὸν πατέρα λέγων· »πνεύματι ἡγεμονικῷ στήριξόν με«, »πνεῦμα εὐθὲς
ἐγκαίνισον έν τοῖς ἐγκάτοις μου«, »καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς άπ΄ ἐμοῦ((. τίνα τὰ τρία πνεύματα ταῦτα; τὸ ἡγεμονικὸν ὁ πατήρ, τὸ εὐθὲς ὁ Χριστός, καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ τὸ ἄγιον ταῦτα είς τὸ παραστῆσαι τὴν οἱκουμένην οὐκ ἄλλως μένην ἢ έν τῇ σοφίᾳ τοῦ θεοῦ· »ἡ« γὰρ »σοφία βοηθήσει τῷ σοφῷ
ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας έν τῇ πόλει«. »σοφίαν δὲ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αύτοῦ«, φησὶν ἡ Σοφία ἡ ἐπιγεγραμμένη Σολομῶντος. διὰ τοῦτο ὅση δύναμις, ἐπεὶ ἀνορθοῦται ἡ οἰκουμένη έν τῇ σοφίᾳ τοῦ θεοῦ, βουλώμεθα δὴ καὶ αὐτοὶ ἀνορθωθῆναι
ἡμῶν τὴν οἰκουμένην τάχα πεσοῦσαν· πέπτωκεν γὰρ αὕτη ὴ οἰκουμένη ἡνίκα ἤλθομεν εἰς τὸν τόπον τῆς κακώσεως, πέπτωκεν αὕτη ἡ οἰκουμένη ἡνίκα »ἡμάρτομεν, ἠσεβήσαμεν, ἡδικήσαμεν«, καὶ δεῖται ἀνορθώσεως. θεὸς οὖν ὁ ἀνορθώσας τὴν οἱκουμένην ἐστίν. εἰ δὲ μὴ τοιοῦτον λαμβάνεις τὸ »ἀνορθώσας τὴν οἱκουμένην«, ἀλλὰ κοινότερον νοήσας τὴν ἰκουμένην, ζήτει πόθεν ἀνορθώσας 239r ἐστὶν τὴν οἰκουμένην, 171 ζήτει τῆς οἱκουμένης πτῶσιν, ἕνα εὑρὼν αὑτῆς τὴν πτῶσιν ἴδῃς αὐτῆς τὴν ἀνόρθωσιν. εἴ τις οὖν έστιν ἐν τῇ οἰκουμένῃ ταύτῃ, ἐὰν οὔτως νοήσῃς τὴν οἰκουμένην, πρὸ ἀνορθώσεως κεν. εἰ δὲ πέπτωκε δῆλον ὅτι δεῖται τῆς ἀνορθώσεως, οὐδεὶς δὲ
πεσὼν δεῖται τῆς ἀνορθώσεως. ݲεἰ δὲ ἀνωρθώθη, ἴδωμεν τίς δῆλον ὅτι πέπτωκεν ἕκαστος τῶν ἐν τῇ οἰκουμένῃ ἀπὸ ἀμαρτίας. καὶ κύριός έστιν ὁ ἀνορθῶν τοὺς κατερραγμένους«, καὶ »ὑποστηρίζει πάντας τοὺς καταπίπτοντας«, »ἐν τῷ Ἀδὰμ πάντες άποθνᾐσκουσιν«, καὶ οὕτως πέπτωκεν ἡ οἰκουμένη καὶ δεῖται ἀνορθώσεως,
έν »ἐν τῷ Χριστῷ πάντες« ζωοποιηθῶσιν. ὥστε διχῶς ἀποδέδωκα τὰ περὶ τῆς οἰκουμένης, πῇ μὲν ἐπὶ ἔνα ἕκαστον δεικνὺς πῶς ἐκάστη ψυχὴ ἤτοι οἱκουμένη ἐστὶν ἢ ἔρημος, πῇ δὲ ἐπ’ αὐτῆς στήσας τὸν λόγον τῆς οἰκουμένης.
ἥν μὴ ζήτει εἰ μὴ ἐν Χριστῷ Ἰησοῦ. πάντα γὰρ ὅσα τοῦ θεοῦ τοιαῦτά ἐστιν, ὁ Χριστός ἔστιν. σοφία τοῦ θεοῦ αὐτός, θεοῦ θεοῦ αὐτός, δικαιοσύνη θεοῦ αὐτός, ἁγιασμὸς αὐτός, ἀπολύτρωσις αὐτός· οὕτως φρόνησις αὐτός ἐστιν θεοῦ. ἀλλὰ τὸ μὲν ὑποκείμενον ἕν έστιν, ταῖς δὲ ἐπινοίαις τὰ πολλὰ ὁνόματα ἐπὶ διαφόρων ἐστίν. καὶ οὐ
ταὐτὸν νοεῖς περὶ τοῦ Χριστοῦ, ὅτε νοεῖς αὐτὸν σοφίαν, καὶ ὅτε νοεῖς αὐτὸν δικαιοσύνην. ὅτε μὲν γὰρ σοφίαν, τὴν ἐπιστήμην λαμβάνεις τῶν θείων καὶ ἀνθρωπίνων. ὅτε δὲ δικαιοσύνην, τὴν τοῦ κατ΄ άξίαν ἀπονεμητικὴν δύναμιν ἐν τῷ παντί· καὶ ὅτε ἁγιασμόν, τὸν περιποιη- τικὸν τοῦ ἁγίους γενέσθαι τοὺς πιστεύοντας καὶ ἀνακειμένους τῷ 239v θεῷ. οὕτως οὖν Ι καὶ φρόνησιν αὐτὸν νοήσεις, ὅτε ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων. ἐπεὶ οὐν χωρίζεται τοῖς ἐν οὐ- ρανῷ κατοικοῦσιν ἢ τοῖς τὸν οὐράνιον ἄνθρωπον φοροῦσιν † χωρίσαν- τος τὰ κακὰ ἀπὸ τῶν ἀγαθῶν, ἴνα μηκέτι μολύνηται ἐκεῖνος ὁ οὐ- ρανὸς διὰ τὸ τῇ φρονήσει τοῦ θεοῦ ἐκτετάσθαι τὸν οὐρανὸν μήτε ὁ
δίκαιος ὢν οὐρανός (ἔστιν δὲ καὶ ὁ δίκαιος οὐρανός, ὡς εἴρηται. »καὶ ἐξέτεινεν τὸν οὐρανὸν τῇ φρονήσει αύτοῦ«.
ὁ οὐρανός. καὶ ἐν ἑκατοστῷ τρίτῳ λέγεται ψαλμῷ. »ἐκτείνωνξ τὸν οὐρανὸν ὡσεὶ δέρριν«, ἐκτείνεται δὲ καὶ ἡ ψυχὴ ἡμῶν πρότερον συνεσταλμένη, ἴνα δυνηθῇ 172 χωρῆσαι τὴν σοφίαν τοῦ θεοῦ. ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἐλέγομεν περὶ τοῦ τὸν οὐρα- νὸν ἐν φρονήσει γεγονέναι. καί φαμεν ὅτι οἱ τὸν οὐράνιον ἄνθρωπον
φοροῦντες καὶ αὐτοί εἰσιν οὐρανός. εἰ γὰρ πρὸς τὸν ἁμαρτά- νοντα λέγεται. »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«, πρὸς τὸν δίκαιον οὐκ 5 6 ἂν λεχθείη, οὑ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν‘· οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἢ διὰ μὲν τὸν χοϊκὸν λεχθήσεται τῷ φοροῦντι »τὴν εἰκόνα τοῦ χοϊκοῦ«. »γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ«, διὰ δὲ τὸν οὐράνιον, ἐπὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου«, οὑκέτι ἁρμόσει
λέγεσθαι. οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἐκαστος οὖν ἡμῶν ἔχει ἔργα οὑράνια καὶ ἐπίγεια. ἐπίγειά ἐστιν ἔργα, ἅ ἐπὶ τὴν συγγενῆ αὐτοῖς γῆν κατάγει τὸν θησαυφίζοντα αὐτὰ ἐπὶ τῆς γῆς, καὶ μὴ θησαυρίζοντα ἐν . πάλιν ἐπὶ τὰ συγγενῆ τοῖς ἔργοις χωρία τὰ ἐν τῷ οὐρανῷ 240r ἀνάγει τὸν θησαυρίξοντα ἐν , τὸν φορέσαντα
«τὴν εἰκόνα τοῦ ἐπουρανίου« τὰ πραττόμενα κατ΄ ἀρετήν.
δὲ ἐπιλαθομένοις ἢ μὴ παρατετυχηκόσιν εἰς σαφήνειαν τούτου, εἴτε ἀποκαλυπτομένου καὶ φανεροῦ γενομένου εἴτε ὁπώσποτε νοουμένου. ἐλέγομεν δὲ τοὺς ἀγίους εἶναι νεφέλας. τὸ γὰρ »ἡ ἀλήθειά σου τῶν νεφελῶν« οὐ δύναται ἀναφέρεσθαι ἐπὶ τὰς ἀψύχους νεφέλας· ἀλλὰ ἡ ἀλήθεια τοῦ θεοῦ ἕως τῶν νεφελῶν ἐστιν, αἵτινες ἀκούουσιν
ἐντολῆς θεοῦ καὶ οἴδασιν, ποῦ ἐκπέμπωσιν ὑετὸν καὶ ἀπὸ τίνων κωλύσωσιν· ὡς οὐσῶν γὰρ νεφελῶν, αἶς ἐντέλλεται ὁ θεὸς μὴ βρέχειν ἢ βρέχειν, γέγραπται »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ αὐτὸν ὑετόν«. ἐπὶ μὲν οὖν τούτων τῶν νεφελῶν, ἐὰν μὴ ὑετὸς οὐκ ἐντέλλεται ὁ θεὸς ταῖς νεφέλαις τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀμπελῶνα
ἢ τὴν χώραν ὑετόν, ἀλλ' ὅλως οὐ φαίνεται νεφέλη, ὡς ἐν τῇ τρί τῃ τῶν Βασιλειῶν γέγραπται. ὅπου παρὰ τὸν καιρὸν τῆς ἀβροχίας νεφέλη οὐκ ἐφαίνετο, ἡνίκα δὲ κατὰ τὸν λόγον τῆς προφητείας τοῦ 7 8 Ἠλίου ἔμελλεν ὁ ὑετὸς γίνεσθαι, ἴχνος ἐφάνη νεφέλης »ὡς ἴχνος ἀνδρὸς« καὶ ἐγένετο νεφέλη ποιοῦσα τὸν ὑετόν. ὡς δὲ ὑπαρχουσῶν μὲν τῶν νεφελῶν, κελευομένων δὲ μὴ ὕειν ὅταν ἀ ναξία ἡ ψυχὴ τοῦ ὑετοῦ τυγχάνῃ, λέγεται τὸ »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν«. 240v οὐκοῦν ἕκαστος τῶν ἁγίων νεφέλη ἐστίν. Μωσῆς νεφέλη ἦν καὶ ὡς νεφέλη ἔλεγεν· »πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα στόματός μου. προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου. εἰ μὴ ἡν νεφέλη, οὐδέποτ' ἂν εἶπε. ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ 173 καταβήτω ὡς δρόσος τὰ
ῥήματά μου«. ὡς νεφέλη λέγει· »ὡσεὶ ὅμβρος ἐπ' ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου έξλακεσα«. οὕτως ὡς νεφέλη καὶ Ἡσαΐας λέγει· »ἄκουε, οὐρανέ, καὶ ἐνωτίξου, γῆ, ὅτι κύριος ἐλάλησεν«. καὶ ἐπειδήπερ καὶ αὐτὸς ἡν νεφέλη, νεφέλη, ὄλεγεν νεφέλας τοὺς συμπροφητεύοντας αὐτῷ, φησὶν προφητεύων· »ταῖς νεφέλαις ἐντελοῦμαι
τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν«.
τούτῳ τῷ κκόσμῳ. διό φησιν· »δοκῶ γάρ, ὁ θεὸς θεὸς τοὺς ἀποστό- λους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις«. εἴ τις οὖν οὖν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὑτος γίνεται νεφέλη. καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ
τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων· »μακάριοι« γὰρ »οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ«. ὁρᾷς πῶς ἀπὸ τῶν ἐσχάτων ἀνάγει ὁ θεὸς καὶ σωματοποιεῖ τὰς νεφέλας; διὰ τοῦτο εἰ βουλόμεθα γενέσθαι νεφέλαι, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια τοῦ θεοῦ,
ἔσχατοι πάντων γενώμεθα καὶ εἴπωμεν ἔργοις καὶ διαθέσει τὸ »δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν( κἂν μὴ ἀπόστολος ὦ, ἔξεστί μοι γενέσθαι ἐσχάτῳ, ἵνα ὁ θεὸς ἀνάγων νεφέλας 241r | ἀπ' »ἐσχάτου τῆς γῆς« ἀναγάγῃ με.
γίνεσθαι καὶ ἐπὶ τῶν νεφελῶν φασιν. προσκρουομένων τῶν νεφελῶν κατὰ τοὺς χειμῶνας γίνεται ἡ ἀστραπή. διὸ ὡς ἐπίπαν ἡ άστραπὴ ἅμα βροντῇ γίνεται, τῆς μὲν βροντῆς ἐμφαινούσης τὸν ἡχον τοῦ συγ- κρουσμοῦ τῶν νεφελῶν, τῆς δὲ ἀστραπῆς γεννώσης τὸ φῶς.
νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν. αὐται δὴ ὁμιλοῦσιν ἀλλή- λαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν. διαλέγονται πρὸς ἀλλήλους, ἡλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται. καὶ ἐν 174
τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἡσαν. ἡλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή.
ὑφίσταται; ἀλλ’ εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, »πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, »πνεῦμα γνώσεως καὶ εὐσεβείας‘ «, »πνεῦμα φόβου θεοῦ«, »πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ«. καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν αγαγεῖν τοὺς ἀνέμους τούτους. τὰ πνεύματα 241v ταῦτα ἐν θησαυροῖς
ἐστιν· οἱ θησαυροὶ τίνες εἰσίν; »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«; οὐτοι οἱ θησαυροὶ έν Χριστῷ εἰσιν. ἐκεῖθεν οὖν ἔρχονται οἱ ἄνεμοι οὑτοι, τὰ πνεύματα ταῦτα, ἵν ὁ μέν τις ᾐ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἄναλαβὼν χάρισμα θεοῦ· »ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος
σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἐτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι«.
καὶ ἐπεὶ μὴ ὡς ἔτυχεν συμφύρεται τὰ τάγματα, τόδε τὸ τάγμα ἔσται ἔν τινι θησαυρῷ θεοῦ καὶ τόδε τὸ τάγμα ἐν ἑτέρῳ θησαυρῷ θεοῦ καὶ τρίτον ἕτερον τάγμα ἔσται ἐν ἄλλῳ θησαυρῷ. οὗτοι μέντοιγε πάντες οἱ θησαυροὶ ἕνα ἔχουσιν θησαυρόν, ἐν ᾦ κατοικοῦσιν. διὸ παρὰ τῷ Παύλῳ λέλεκται· »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ καὶ τῆς σοφίας
καὶ τῆς γνώσεως ἀπόκρυφοι«. καὶ ὥσπερ κτῶμαι τὸν »ἕνα πολύτι- μον μαργαρίτην(( διὰ τῶν πολλῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων, ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ· »ἐξήγαγεν« γὰρ »ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ».
καταλαμβάνων 175 τῶν πραγμάτων. ἐκ τοῦ ἐναντίου δὲ νοήσεις τὸ »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. ἔστιν ἁμαρτήματα τῆς Ιερουσαλήμ, ἁμαρτήματα καὶ Σοδόμων, ἀλλὰ συφκρίσει τῶν χειρόνων ἁμαρτημάτων τῆς Ἱερουσαλὴμ δικαιοσύνη ἐστὶν τὰ Σοδόμων ἁμαρτή- ματα· »ἐδικαιώθη« γάρ φησι »Σόδομα ἐκ σοῦ«. ὥσπερ οὐν οὐχὶ δικαιοσύνη
τὰ Σοδόμων ἁμαρτήματα ἀλλὰ ἀλλὰ ὡς πρὸς τὴν πλείονα δὲ ἀδικίαν δικαιοσύνη ἐστίν, οὕτως ἐκ τοῦ τοῦ γνῶσις, ἡ Παύλῳ γνῶσις, ὡς πρὸς τὴν γνῶσιν ἐκείνην τὴν οὖσαν έν τοῖς οὐρα- νοῖς, ὡς πρὸς τὴν τελείαν γνῶσιν μωρία ἐστίν. διὰ τοῦτο »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. τοιοῦτόν τι οἶμαι καταλαμβάνων
ὁ Ἐκκλησιαστὴς ἔλεγεν. »εἶπα. σοφισθήσομαι. καὶ αὐτὴ ἐμακρύνθη ἀπ ἐμοῦ μακρὰν ὑπὲρ ὅ ἠν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό«;
μὲν εἰρημένων τῶν νομιξομένων καὶ αὐτοῖς καλῶν, τούτου δὲ ὡς 242v οἴονται οὐ Ι καλῶς εἰρημένου κατηγορήθην, διότι εἶπον »τὸ μωρὸν τοῦ θεοῦ«; νυνὶ δὲ Παῦλος ὡς σοφὸς καὶ ἐξουσίαν ἔχων ἀποστολικὴν ἐτόλμησεν εἰπεῖν πᾶσαν τὴν ἐπὶ γὴν σοφίαν, καὶ τὴν ἐν αὐτῷ καὶ τὴν ἐν Πέτρῳ καὶ τοῖς ἀποστόλοις, πᾶσαν τὴν
ἐπιδημήασαν τῷ κόσμῳ εἰναι »τὸ μωρὸν τοῦ θεοῦ«. ὡς γὰρ πρὸς ἐκείνην τὴν σοφίαν, ἣν οὐ χωρεῖ ἐπὶ γῆς τόπος, ὡς πρὸς ἐκείνην τὴν σοφίαν τὴν ὑπερουράνιον, τὴν ὑπερκόσμιον, τοῦτο τὸ ἐπιδημῆσαν μωρὸν τοῦ θεοῦ. ἀλλὰ τοῦτο »τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν«. ποίων ἀνθρώπων; οὐ τῶν μωρῶν λέγω, ἀλλὰ
σοφώτερόν ἐστι καὶ τῶν σοφῶν ἀνθρώπων. κἂν τοὺς σοφοὺς εἴπῃς τοῦ αἰῶνος τούτου εἴτε ἄρχοντας εἴτε προφήτας, τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου »τὸ μωρὸν τοῦ θεοῦ«, ὅ διηγησάμην, »σοφώτερον τῶν ἀνθρώπων ἐστίν«.
μωρία παρὰ τῷ θεῷ ἐστιν«, καὶ »ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου«. ἀρα ἐν σοφίᾳ ἐφώρανει. τὴν σοφίαν τοῦ κόσμου; καὶ δύναται χωρῆσαι τὴν σοφίαν, ἱν ἐλεγχθῇ μωρὰ εἶναι, ἡ τοῦ κόσμου σοφία; ἀγωνίζεται γὰρ ἡ σοφία τοῦ θεοῦ πρὸς τὴν σοφίαν τοῦ κόσμου, ἵνα ἐλεγχθῇ πρὸς αὐτήν; 176 ἀλλ' ὀλίγου τινὸς χρεία ἐστὶν ὅπερ ὀλίγον
μωρὸν τοῦ θεοῦ έστιν, ἵνα τούτῳ τῷ βραχεῖ μωρῷ τοῦ θεοῦ μωρανθῇ ἡ σοφία τοῦ κόσμου καὶ ἐλεγχθη οὐ γὰρ ἔφερεν ἡ σοφία τοῦ κόσμου τούτου τὴν σοφίαν τοῦ θεοῦ. οἷον ἐπὶ παραδείγματος, ἵνα νοήσῃς ὅτι »τὸ μωρὸν τοῦ θεοῦ« »ἐμώρανεν τὴν σοφίαν τοῦ κόσμου«, δεδόσθω με ἀγωνίξεσθαι, δοκοῦντά με εἰδέναι πολλὰ καὶ πλείονα, πρός
τινα ἀνόητον καὶ ἀπαίδευτον καὶ μηδὲν συνιέντα καὶ μὴ ἀγωνιξόμενον ὑπὲρ λόγων γενναίων ὁποιωνδήποτε. ἆρα χρείαν ἔχω διαλεκτικῆς | 243r πρὸς ἐκεῖνον ἢ θεωρημάτων βαθυτέρων, ἐὰν ᾖ μωρὰ αὐτοῦ τά νοή- ματα; οὐχ ἑνός μοι λεξιδίου χρεία ἐστὶν ὀλίγῳ δριμυτέρου παρὰ τὴν 15 16 ἐκείνου λέξιν,, ἵνα ἐλέγξαι δυνηθῶ τὴν ἐκείνου μωρίαν; οὕτως ἕνα μωρανθῇ ἡ σοφία τοῦ κόσμου τούτου, οὐ χρεία τῆς σοφίας τοῦ θεοῦ ἀγωνιζομένης πρὸς αὐτήν αὐτὴ γὰρ κάτω ἐστίν), ἀλλὰ ἀρκεῖ τὸ μωρὸν τοῦ θεοῦ, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων
ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν((. καὶ πάντα τὰ ἐναντία ὁ σωτήρ μου καὶ κύριος ἀνείληφεν, ἵνα τοῖς ἐναντίοις λύσῃ τὰ ἐναντία, καὶ ὴμεῖς ἰσχυροποιηθῶμεν ἀπὸ τῆς ἀσθενείας Ἰησοῦ καὶ σοφισθῶμεν ἀπὸ τοῦ μωροῦ τοῦ θεοῦ καὶ εἰσαχθέντες ἐν τούτοις δυνηθῶμεν ἀναβῆναι ἐπὶ τὴν σοφίαν, ἐπὶ τὴν
ἰσχὺν τοῦ θεοῦ, Χριστὸν Ἰησοῦν, ᾦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Άμήν.
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.