Ὁμιλία δ΄. Εἰς τὸ »καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου« μέχρι τοῦ »ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα«.
καὶ εἰς τὴν ὑπὸ Ῥοβοὰμ δύο φυλῶν· καὶ ἐκλήθησαν οἱ μὲν ὑπὸ τῷ Ἱεροβοὰμ Ἰσραήλ, Ἰούδα Ἰούδα οἱ ὑπὸ τῷ Ῥοβοάμ. καὶ ἔμεινεν αὕτη ἡ διαίρεσις τοῦ λαοῦ, ὅσον κατὰ τὴν ἱστορίαν, μέχρι τοῦ δεῦρο· οὐκ οἴ- 219r δαμεν γὰρ ἱστορίαν συναγαγοῦσαν τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν | τὸ αὐτό«. ἥμαρτεν οὐν πρῶτον Ἰσραὴλ πλείονα, ὁ ὑπὸ τῷ Ἱεροβοὰμ
καὶ τοῖς διαδόχοις αὐτοῦ, καὶ τοσαῦτα ἥμαρτε παρὰ τὸν Ἰούδαν ὥστε αὐτοὺς καταδικασθῆναι ὑπὸ τῆς προνοίας γενέσθαι αἰχμαλώτους > εἰς Ἀσσυρίους< ὡς λέγει ἡ γραφή, >μέχρι τῆς σήμερον<. μετὰ τοῦτο ἥμαρτον καὶ οἱ υἱοὶ Ἰούδα καὶ κατεδικάσθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα, οὐχὶ μάρι τῆς σήμερον ὡς ὁ Ἰσραήλ, ἀλλὰ ἐπὶ »ἑβδομήκοντα
ἔτη«, περὶ ὧν ὁ Ἱερεμίας προεφήτευσεν, ὧν ἐμνήσθη καὶ ὁ Δανιήλ. εἰ νοοῦμεν ταῦτα ὡς πρὸς τὸν λαὸν ἐκεῖνον τὸν τότε, ἴδε τὰς λέξεις τοῦ προφήτου, εἰ μὴ τοιοῦτό τι δηλοῦσι. κατηγορεῖ γὰρ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ὡς λόγος, καί φησιν ὅτι τοσούτων ἁμαρτημάτων γεγενημένων τῷ Ἰσραήλ, ἀκούσασα ἡ Ἰούδα συναγωγὴ τὰ ἐκείνων
πταίσματα καὶ τίνα τρόπον πεποίηκα αὐτοὺς γενέσθαι ἐν αἰχμαλωσίᾳ. οὐκ ἐπαιδεύθη ἀλλὰ προσέθηκε ταῖς ἁμαρτίαις, ὥστε διὰ τὴν προσθήκην τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἁμαρτήμασι τοῦ Ἰσραὴλ δικαιοσύνην εὑρῆσθαι ἐν τῷ Ἰσραὴλ 142 παρὰ τὸν Ἰούδαν. εἶτα ἐπὶ τούτοις κελεύεται ὁ προφήτης προφητεῦσαι, ὡς χείρονος χείρονος τοῦ 1 2 Ἰούδα παρὰ τὸν Ἰσραήλ, ἴνα μετὰ τὰ ἁμαρτήματα ἐπιστρέψῃ. μετὰ τὴν προφητείαν οὐν τὴν πρὸς Ἰσραὴλ κελεύουσαν ἐπιστρέψαι αὐτὸν προφητεύει ὁ προφήτης, ὅτι μέλλουσιν ἅμα γίνεσθαι Ἰσραὴλ καὶ Ἰούδας καὶ γίνεσθαί ποτε μίαν ἀμφοτέρων βασιλείαν. ᾡ δὴ μέλει
τῶν ἀναγνωσμάτων, λαβέτω τὰ ῥήματα τῆς ὅλης σήμερον ἀναγνώσεως καὶ τότε ὄψεται τὰ νοήματα δεδηλῶσθαι.
παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνεθσεν ἐκεῖ καὶ εἶπα μετὰ τὸ αὐτὴν πάντα ταῦτα· ἀνάστρεψον πρός με· καὶ οὐκ ἀνέστρεψε. καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς« τῆς Ἰσραὴλ συναγωγῆς »ἡ ἀσύνθετος Ἰούδα. 219v καὶ εἶδον« οἱ ἀπὸ Ἰούδα, »διότι περὶ πάντων ὡν| ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ
ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου«. δέον παιδευθῆναι τὸν Ἰούδαν — ἐξαπέστειλα γὰρ τὸν Ἰσραήλ, τὴν συναγωγὴν Ἰσραήλ, ἐξέβαλον αὐτοὺς εἰς Ἀσσυρίους »καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς« — »καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα«. μετὰ τοσαῦτα δὲ ἃ ἐποίησα τῷ Ἰσραήλ, ἐξαποστείλας αὐτόν, δοὺς βιβλίον ἀποστασίου,
δέον παιδευθῆναι τὴν Ἰούδα συναγωγὴν ἐξ ὧν πεπόνθασιν ἐκεῖνοι, οἳ δὲ οὐ μόνον οὐκ ἐπαιδεύθησαν, ἀλλὰ προσέθηκαν τοῖς ἁμαρτήμασιν, ὥστε τὰ ἁμαρτήματα τῆς Ἰσραὴλ συναγωγῆς συγκρίσει τῶν ἁμαρτημάτων τῆς συναγωγῆς τοῦ Ἰούδα δικαιοσύνην εἶναι δοκεῖν. καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη
ἡ ἀσύνθετος Ἰούδα ἡ ἀδελφὴ αὐτῆς καὶ ἐπορεύθη καὶ ἐπόρνευσε καὶ αὐτή, καὶ ἐγένετο αὐτῆς εἰς οὐδὲν ἡ πορνεία, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ᾿ ἐπί ψεύδει« ἐπέστρεψε πρός με. οὐκ ᾐδέσθῃ με ὧν πεποίηκα πεποίηκα τῷ Ἰσραήλ, ἕνα τελείως
ἐπιστρέφῃ, ἀλλὰ δέον αὐτὴν ἐπιστρέφειν ἐν ἀληθείᾳ, ἣ δὲ ἐπὶ ψεύδει ἐπέστρεψε· »καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέστρεψε πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει. καὶ εἶπεν κύριος πρός με· ἐδικαίωσε τὴν ψυχὴν αὐτῆς Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου 3 4 Ιούδα«. τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ συγκρινόμενα τοῖς πταίσμασιν Ἰούδα γέγονε δικαίωσις τῆς ψυχῆς τῆς Ἰσραὴλ συναγωγῆς. 143
ἡ κλῆσις τῶν ἐθνῶν ἀρχὴν ἔσχεν ἐκ τοῦ παραπτώματος τοῦ Ἰσραή,
| καὶ λέγουσιν οἱ ἀπόστολοι κηρύξαντες ταῖς τῶν Ἰουδαίων συναγωγαῖς ὅτι >ὑμῖν ἦν ἐξαπεσταλμένος ὁ λόγος τῆς σωτηρίας· ἐπειδὴ ἀνξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ . καὶ ὁ ἀπόστολος περὶ τούτων εἰδὼς ἃ οἶδε λέγει· »τῷ αὐτῶν παραπτώματι
ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς«. οὐκοῦν αἱ πολλαὶ ἁμαρτίαι ἐκείνου τοῦ λαοῦ πεποιήκασιν αὐτὸν ἐγκατυαλειφθῆναι καὶ ἡμᾶς ἥκειν ἐπὶ τὴν ἐλπίδα τῆς , ποὺς τοὺς τῶν διαθηκῶν, τοὺς ἀλλοτρίους τῶν . πόθεν γὰρ ἐμοὶ τῷ ὁπουποτοῦν γενομένῳ ξένῳ τῆς λεγομένης ἁγίας γῆς, νῦν περὶ τῶν
ἐπαγγελιῶν διαλέγεσθαι τοῦ θεοῦ, καὶ πιστεύειν εἰς τὸν θεὸν τῶν πατριαρχῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ Ἰησοῦν Χριστὸν τὸν < ὑπὸ τῶν προφητῶν χάριτι θεοῦ παραδέχεσθαι; εἰ νοεῖς τοὺς δύο τούτους λαούς, τὸν ἀπὸ τοῦ Ἰσραὴλ καὶ τὸν ἀπὸ τῶν ἐθνῶν, ἴδε μοι τὴν μετοικίαν τοῦ Ἰσραὴλ καὶ ἐπὶ τοῦ λαοῦ
ἐκείνου τοῦ Ἰσραήλ, καὶ περὶ ἐκείνου νόει μοι γεγράφθαι· »ἐξαπέσταλκα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου«· ἐξαπέστειλε γὰρ τὸν λαὸν ἐκεῖνον ὁ θεὸς καὶ ἔδωκεν αὐτῷ βιβλίον ἀποστασίου. ὅπερ τοιοῦτόν ἐστιν ἐπὶ τῶν γεγαμηκότων· ἐὰν δυσάρεστος ᾖ ᾗ γυνὴ τῷ ἀνδρί, λέγει ὁ Μωσέως νόμος, »βιβλίον ἀποστασίου« ἀπὸ τοῦ ἀνδρὸς
ἐγίνετο καὶ ἐξαπεστέλλετο ἡ γυνή, καὶ ἐξῆν τῷ ἀποστείλαντι τὴν προτέραν γυναῖκα διὰ τὸ δοκεῖν ἠσχημονηκέναι γαμεῖν ἑτέραν γυναῖκα. οὕτως τῷ λόγῳ ἴδε ἐκείνους λαμβάνοντας βιβλίον ἀποστασίου. καὶ ἐπεὶ ἔλαβον τὸ βιβλίον τοῦ ἀποστασίου, διὰ τοῦτο ἐγκατελείφθησαν πάντῃ. ποῦ γὰρ προφῆται ἔτι παρ᾿ αὐτοῖς; ποῦ σημεῖα ἔτι παρ᾿ αὐτοῖς;
ποῦ ἐπιφάνεια θεοῦ; ποῦ ἡ λατρεία, ὁ ναός, αἱ θυσίαι; ἐξεβλή- 5 6 θησαν ἀπὸ τοῦ τόπου ἑαυτῶν· ἔδωκεν οὖν τῷ Ἰσραὴλ »βιβλίον ἀποστασίου«.
ἡμῶν«) ἐπεστρέψαμεν πρὸς κύριον, καὶ τὰ τελευταῖα ἡμῶν, ἅπερ Με μὴ ἤδη εἴη, παραπλήσια ἔοικε γίνεσθαι τοῖς ἐκείνων τελευταίοις, εἰ μὴ ἄρα καὶ χείρονα.
ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται« καί· >ποιήσει σημεῖα καὶ τέρατα ὁ ὥστε ἀποπλανᾶσθαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς ἔσται τὰ καθ’ ἡμᾶς ὥστε τὸν σωτῆρα 144 λέγειν περὶ τῆς ἑαυτοῦ ἐπιδημίας, ὡς ἐκ τῶν τοσούτων ἐκκλησιῶν πιστοῦ ταχέως μὴ εὑρισκομένου·
»πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς«; καὶ ἀληθῶς ἐὰν κρίνωμεν τὰ πράγματα ἀλθείᾳ καὶ μὴ ὄχλοις, καὶ κρίνωμεν τὰ πράγματα προαιρέσει καὶ μὴ τῷ βλέπειν πολλοὺς συναγομένους, ὀψόμεθα νῦν ὡς οὐκ ἐσμὲν πιστοί. ἀλλὰ τότε ἠσαν πιστοί, ὅτε τὰ μαρτύρια τὰ γενναῖα ἐγίνοντο, ὅτε ἀπὸ τῶν
κοιμητηρίων προπέμψαντες τοὺς μάρτυρας ἠρχόμεθα ἐπὶ τὰς συναγωγάς, καὶ ὅλη ἡ ἐκκλησία μὴ θλιβομένη παρεγίνετο, καὶ οἱ κατηχούμενοι ἐπὶ τοῖς μαρτυρίοις κατηχοῦντο καὶ ἐπὶ τοῖς θανάτοις τῶν ὁμολογούντων τὴν ἀλήθειαν »μέχρι θανάτου«, »μὴ πτυρόμενοι« μηδὲ ταρασσόμενοι »ἐπὶ τὸν ζῶντα θεόν«. τότε οἴδαμεν καὶ σημεῖα ἑωρακότας
παράδοξα καὶ τεράστια. τότε ἦσαν πιστοὶ ὀλίγοι μὲν πιστοὶ δὲ ἀληθῶς, τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὁδὸν τὴν ἀπάγου- 7 8 σαν »εἰς τὴν ζωήν«. νῦν δὲ ὅτε γεγόναμεν πολλοί, ἐπεὶ οὐ δυνατὸν εἶναι πολλοὺς ἐκλεκτούς (οὐ γὰρ ψεύδεται ὁ εἰπὼν Ἰησοῦς· »πολλοὶ οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί«), ἐκ [γὰρ] τοῦ πλήθους τῶν μένων 221r θεοσέβειαν σφόδρα εἰσὶν ὀλίγοι οἱ καταντῶντες ἐπὶ τὴν ἐκλογὴν
τοῦ θεοῦ καὶ τὴν μακαριότητα.
πταίσματα τὰ περὶ ἐκεῖνον τὸν λαόν, δέον ἡμᾶς φοβεῖσθαι καὶ >εἰ τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον οὐδὲ ; εἰ ἐκείνους τοὺς αὐχοῦντας εἶναι »καλλιέλαιον», τοὺς ἐρριζωμένους εἰς »τὴν ῥίζαν« τῶν πατριαρχῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μὴ φεισάμενος ὁ χρηστὸς ἅμα καὶ φιλάνθρωπος θεὸς ἐξέκοψε,
πόσῳ πλέον ἡμῶν οὐ φείσεται θεοῦ«. οὐ γὰρ χρηστὸς μὲν οὐκ ἀπότομος δέ, οὐδὲ ἀπότομος μὲν χρηστὸς δὲ οὔ. εἰ γὰρ χρηστὸς μόνον ἦν, ἀπότομος δὲ μὴ ἦν, ἐπὶ πλεῖον ἂν κατεφρονήσαμεν »τῆς χρηστότητος αὐτοῦ«. εἰ ἀπότομος μὲν ἦν, χρηστὸς δὲ μὴ ἦν, τάχα ἂν καὶ ἀπέγνωμεν ἐπὶ ταῖς ἁμαρτίαις
ἡμῶν. νῦν δὲ ὡς θεὸς (χρῄζομεν γὰρ οἱ ἄνθρωποι μετανοοῦντες τῆς χρηστότητος αὐτοῦ, ἐμμένοντες δὲ ταῖς ἁμαρτίαις τῆς ἀποτομίας) καὶ χρηστός ἐστι καὶ ἀπότομος ὁ θεός, καὶ λαλεῖ ἡμῖν διὰ τῶν προφητῶν καὶ λέγει· »εἶδες ἃ ἐποίησάν μοι ἡ κατοικία τοῦ Ἰσραήλ«; τὸν Ἰσραὴλ τὸν λαόν μοι νόει ἐκεῖνον· »ἐπορεύθη ἐπὶ πάν ὄρος 145
ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου«. ἐὰν ἴδῃς τὸν Φαρισαῖον εἰς τὸ ἱερὸν ἀναβαίνοντα ἀλαζονικῶς καὶ μὴ τύπτοντα ἑαυτοῦ τὸ στῆθος μηδὲ κηδόμενον τῶν ἰδίων κακῶν, ἀλλὰ λέγοντα· 9 10 »εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγεσ, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου«, ὄψει ὅτι ἀναβέβηκεν »ἐπὶ πᾶν ὄρος ὑψηλὸν« ψεκτῶς καὶ ἀγαπήσας μεγαλοφροσύνην καὶ κατὰ τὴν
ἀλαζονείαν καὶ κατὰ τὴν ὑπερηφανίαν πάντα βουνὸν ὑψηλὸν καὶ γέγονεν »ὑποκάτω παντὸς ξύλου« οὐ καρ- πίμου, ἀλλ᾿ »ἀλσώδους«· 221v ἄλλο γὰρ τὸ ἀλσῶδες ξύλον, ἄλλο τὸ εἰς ἄλση ὅταν φυτεύωσι ξύλα, φυτεύουσιν οὐ τὰ καρποφόρα, οὐ συκῆν οὐδὲ ἄμπελον, ἀλλὰ μόνον τέρψεως χάριν ἄκαρπα
ξύλα. τοιούτους εὑρήσεις τοὺς λόγους τῶν ἑτεροδόξων καὶ τὰ κάλλη τῶν πιθανοτήτων αὐτῶν οὐκ ἐπιστρεφόντων τοὺς ἀκούοντας. ὅταν οὐν τοῖς τοιούτοις λόγοις τις ἑαυτὸν ἐπιδῷ, πεπόρευται »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«. οὐκ εἴρηκε »παντὸς ξύλου« καὶ σεσιώπηκεν, οὐδὲ πάλιν προσέθηκε· παντὸς ξύλου τοῦ καρπίμου, ἀλλ᾿ εἴρηκεν
»ὑποκάτω παντὸς ξύλου ἀλσώδους«. διὰ τοῦτο νοήσεις τί δήποτε ὁ νομοθέτης λέγει· »οὐ φυτεύσεις πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου, καὶ οὐ ποιήσεις ἄλσος( ἔχεις γὰρ καὶ τὸ ὄνομα τοῦ ἄλσους ἀπηγορευμένον.
πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα«. λελοιδορήμεθα καὶ ἡμεῖς, λέγω οἱ ἁμαρτάνοντες καὶ μὴ τηροῦντες τὰς συνθήκας τοῦ θεοῦ μηδὲ βλέποντες ὅτι ἀπολωλέκασιν ἐκεῖνοι τὴν διαθήκην εὐγενεῖς ὄντες, ἐξ Ἀβραὰμ ὄντες, ἐπαγγελίαν λαβόντες. δέον οὖν ἡμᾶς λογίζεσθαι, ὅτι ἐκπεπτώκασιν
ἐκεῖνοι τῶν εὐλογιῶν καὶ τῶν ἐπαγγελιῶν καὶ οὐδὲν ὤνησεν αὐτοὺς τὸ εἶναι ἀπὸ τῶν πατέρων, πόσῳ πλέον ἡμεῖς ἁμαρτάνοντες ἐγκαταλειφθησόμεθα. εἰ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε« λέγει αὐτοῖς ὁ σωτήρ. καὶ πάλιν ὁ Ἰωάννης· »μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὄτι πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ
ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ«· λίθους αἰνισσόμενος ἡμᾶς τοὺς λιθίνην ἔχοντας τὴν καρ- 11 12 δίαν< καὶ ἐσκληρυμμένους πρὸς τὴν ἀλήθειαν. καὶ ἀληθῶς ὁ θεὸς ἤγειρε τέκνα τῷ Ἀβραὰμ ἀπὸ τῶν λίθων, ἐὰν μείνωμεν ἐν τῇ τεκνογονίᾳ< καὶ 222r τηρήσωμεν τὸ πνεῦμα τῆς . οὖν »τὴν ἀσυνθεσίαν αὐτῆς« τῆς κατοικίας τοῦ Ἰσραὴλ »ἡ ασύνθετος
Ἰούδα«, ἡ μὴ τηρήσασα τὰς συνθήκας τὰς πρὸς τὸν 146 θεόν, καὶ εἶδεν διότι περὶ πάντων, ὡν κατελείφθη« ἐκείνη (ταῦτα γὰρ πάντα ἡμεῖς βλέπομεν ὁ Ἰούδας, ἐὰν ἀναγινώσκωμεν τὴν γραφήν) >ὅτιπερὶ ὡν κατελείφθη ἡ κατοικία τοῦ Ἰσραὴλ ἐν οἷς ἐμοιχᾶτο, ἐξαπέστειλεν αὐτὴν ὁ θεὸς καὶ ἔδωκεν αὐτῇ βιβλίον ἀποστασίου
ἡμᾶς παιδευθῆναι ἐξ ὧν ἐκείνοις ἐποίησε κρίνας αὐτοὺς κατὰ τά ἁμαρτήματα, ἐγκαταλιπὼν καὶ παραδοὺς εἰς αἰχμαλωσίαν καὶ παραδοὺς εἰς φόνον καὶ παραδοὺς τοῖς πολεμίοις· δέον ἐκ τούτων ἡμᾶς ἐπιστρέψαι καὶ ἕκαστον ἡμῶν λογίσασθαι ὅτι, εἰ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον ἡμῶν οὐ φείσεται
ἀπὸ τῶν πατέρων οὕτως ἐξέωσε γενομένους ἁμαρτωλούς, τί ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κληθέντες πεισόμεθα, ἡμεῖς οὐδὲν τούτων ἐλογισάμεθα, κληθέντες ἵνα παραζηλώσῃ ἐκεῖνος ὁ λαὸς ὁρῶν τὸν δοῦλον τετιμημένον, βλέπων τὸν ἀγενῆ προσεληλυθότα. εἰ δὲ τοσαῦτα ἐκεῖνοι πεπόνθασι, πόσῳ πλέον, ἐὰν ἁμαρτάνωμεν, ἡμεῖς
ἐγκαταλειφθησόμεθα;
ἐφοβήθη« ἐκ τῶν ἐκείνοις γεγενημένων. εἰσῆλθέ τις εἰς οἰκίαν οἰκοδεσπότου· νεώνητός ἐστι, πυνθάνεται τίνα τῶν προτέρων οἰκετῶν ἐτίμησε καὶ διὰ τί, τίνα ἠτίμασε τῶν οἰκετῶν καὶ διὰ τί. κατανοήσας, εἰ βούλεται μ εῖναι ἐν τῇ οἰκίᾳ τοῦ οἰκοδεσπότου, φυλάσσεται περιπεσεῖν, ἃ πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ ἡμαρτηκότες 13 14 καὶ ἐκβεβλημένοι καὶ κολάσει παραδεδομένοι. εἶτα μαθὼν τίνα πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ εὐδοκιμηκότες, καὶ ἐπὶ ποταποῖς ἐλευθερίας 222v τετυχήκασι, ζηλοῖ ἐκείνους. καὶ ἡμεῖς δὲ οὐκ ἠμεν δοῦλοι τοῦ θεοῦ, ἀλλὰ εἰδώλων καὶ δαιμόνων, ἐθνικοί, ἐχθὲς καὶ πρώην
προσεληλύθαμεν τῷ θεῷ, ἀναγινώσκωμεν τὴν γραφήν, ἴδωμεν τίς ἐδικαιώθη, τίς κατεδικάσθη, μιμησώμεθα τοὺς δικαιωθέντας, φυλασσώμεθα περιπεσεῖν τούτοις, οἷς περιπεπτώκασιν οἱ αἰχμαλωτευθέντες, οἱ ἐκβληθέντες ἀπὸ τοῦ θεοῦ.
ἐπόρνευσεν καὶ αὐτή«. πρότερον πορνεύσαντος τοῦ Ἰσραὴλ πεπόρνευκεν ὕστερον καὶ Ἰούδας. »καὶ ἐγένετο εἰς οὐδὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον«. ὅταν ἁμαρτάνωμεν, οὐδὲν ἄλλο ποιοῦμεν ἢ λιθοκάρδιοι γινόμενοι μοιχεύομεν »τὸν λίθον«. ὅταν ἁμαρτάνωμεν καὶ πορνεύωμεν »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«, 147
καὶ ἡμεῖς μοιχεύομεν τὸ ξύλο«. »καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύ7 νθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει«. εἰ ἐπεστρέψαμεν πρὸς τὸν θεὸν ἐλλιπῶς δέ, ἐγκαλούμεθα ὡς οὐκ »ἐξ ὅλης τῆς καρδίας« ἐπιστρέψαντες. διὸ »οὐκ ἐπεστράφη πρός με ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς«. οὐκ εἶπεν· καὶ
ἐπέστρεψεν ἡ ἀσύνθετος Ἰούδα, καὶ ἔστη, ἀλλά· »καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ ἐπὶ ψεύδει« ἐπέστρεψεν. ἡ οὖν ἀληθῶς ἐπιστροφή ἐστιν ἀναγνῶναι τὰ παλαιά, εἰδέναι τοὺς δικαιωθέντας, μιμήσασθαι αὐτούς, ἀναγνῶναι ἐκεῖνα, ἰδεῖν τοὺς μεμφθέντας, φυλάξασθαι περιπεσεῖν ταῖς μέμψεσιν
ἐκείναις, ἀναγνῶναι τὰ βιβλία τῆς καινῆς διαθήκης, τῶν ἀποστόλων τοὺς λόγους, μετὰ τὸ ἀναγνῶναι γράψαι ταῦτα πάντα εἰς τὴν καρδίαν, βιῶσαι κατ᾿ αὐτά, ἴνα μὴ καὶ ἡμῖν δοθῇ βιβλίον ἀποστασίου, ἀλλὰ δυνηθῶμεν ἥκειν ἐπὶ τὴν κληρονομίαν τὴν ἁγίαν, καὶ τοῦ πληρώματος τῶν ἐθνῶν σωθέντος δυνηθῇ τότε ὁ Ἰσραὴλ εἰσελθεῖν·
ἐὰν γὰρ τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ 15 16 σωθήσεται<, »καὶ γενήσονται μία ποίμνη, εἷς ποιμὴν« διδάσκων δοξάζειν τὸν παντοκράτορα θεὸν έν αὐτῷ τῷ Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.