Ὁμιλία γ΄. Εἰς τὸ »μὴ μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραήλ« 140 μεχρι του »η γη κεχερσωμενη«;
οὖν γενόμενος έν τῷ τόπῳ οὐκ ἂν ζητήσαι ἐξετάζων τὸ βούλημα τοῦ γεγραμμένου; ἔστω, ὁ θεὸς ἐν τῷ Ἰσραὴλ οὐ γέγονεν ἔρημος, οὐ γέγονεν έν τῷ Ἰσραὴλ γῆ κεχερσωμένη· ἆρα οὖν ἔρημος γέγονεν ὁ κύριος τῷ Ἰσραὴλ σήμερον ἢ γῆ κεχερσωμένη νῦν αὐτῷ ἐστιν; τί δέ: ὅτε τῷ Ἰσραὴλ ἠν οὐκ ἔρημος οὐδὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσιν
ἦν ἔρημος καὶ γῆ κεχερσωμένη; εἰ γὰρ πᾶσιν ἀεὶ οὐκ ἔρημός ἐστι καὶ πᾶσιν ἀεί ἐστιν οὐ γῆ κεχερσωμένη, τίς χρεία τοῦ ἰδίως πρὸς τὸν Ἰσραὴλ κατ᾿ ἐξαίρετον λεχθῆναι· »μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραὴλ ἢ γὴ κεχερσωμένη«; ἀλλ’ ἔστιν ἐλθεῖν ἐπὶ τὰς καθολικὰς εὐεγεσίας τοῦ θεοῦ, εἶτα μετὰ τὰς καθολικὰς εὐεργεσίας αὐτοῦ ἐπὶ
τὰς ἰδικάς.
ἔχῃ ἐρρωμένα »τὰ αἰσθητήρια«; ἔστιν οὐν οὐδενὶ ἔρημος ὡς πρὸς τὸν καθόλου λόγον ὁ θεός. ὡς δὲ πρὸς τὸν ἰδικόν, ἔρχομαι ἐπὶ τὸ τοῦ Ἰσραὴλ πράγματα καὶ λέγω· οὔτε ἔρημος οὔτε γῆ κεχερσωμένη ἦν, ὅτε ἐν Αἰγύπτῳ ἐποίει τὰ σημεῖα καὶ τὰ τέρατα τῷ λαῷ. εἰ δέ τις καιρὸς γέγονεν ὅτε ἐγκατελείφθησαν, οἱονεὶ ἔρημος αὐτοῖς, οὐκ
ἔρημος ὢν αὐτός, ἐγένετο. ὅτε μέντοι ἦν τῷ Ἰσραὴλ οὐκ ἔρημος οὐδὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσι κατὰ τὸν ἰδικὸν λόγον ἔρημος καὶ γῆ κεχερσωμένη ἦν. ὅτε δὲ ἀπεστράφη τὸν Ἰσραὴλ καὶ γέγονε τῷ Ἰσραὴλ ἐκείνῳ ἔρημος καὶ γῆ κεχερσωμένη, τότε ἐξεχύθη ἡ χάρις ἐπὶ τὰ ἔθνη, καὶ γέγονε νῦν ἡμῖν Χριστὸς Ἰησοῦς οὐκ ἔρημος ἀλλὰ πλήρης, καὶ
οὐ γῆ κεχερσωμένη ἀλλὰ καρποφοροῦσα· »πολλὰ« 141 γὰρ »τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα( καὶ ἀπειλεῖ αὐτοῖς, οἷς οὐ γέγονεν ἔρημος οὐδὲ γῆ κεχερσωμένη, λέγων· ἐγὼ μὲν οὐ γέγονα ὑμῖν »ἔρημος« οὐδὲ »γῆ κεχερσωμένη«, ὑμεῖς δὲ εἰρήκατε· »οὐ κυριευθησόμεθα, οὐχ ἥξομεν πρός σε ἔτι«. ἆρα εἰρήκασιν οἱ υἱοὶ Ἰσραὴλ ἀπονενοημένως
κατὰ τὴν λέξιν· »οὐ κυριευθησόμεθα«
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.