Ὁμιλία β΄. Εὶς τὸ »πῶς ἐσιράφης εἰς πικρίαν, ἡ ἅμπελος ἡ ἀλλοτρία«;
137
μέχρι τοῦ »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ
πόαν, κεκηλίδωμαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος«.
τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐδὲ ᾄδου βασίλειον ἐπὶ γῆς«. 216v εἶτα ὀλίγον ὑπερβὰς τὸ ῥητὸν ἐρῶ, πόθεν θάνατος εἰσῆλθεν· »φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον«. εἴ τι οὖν ἄριστον περὶ ἡμᾶς, ὁ θεὸς πεποίηκεν, ἡμεῖς δὲ ἑαυτοῖς ἐκτίσαμεν τὴν κακίαν καὶ τὰς ἁμαρτίας. διὰ τοῦτο καὶ ἐν- 1 2 θάδε ἡ ἀρχὴ τοῦ ἀναγνώσματος ἡ ἐν τῷ προφήτῃ οἶον ἐπαπορητικῶς ἔλεγεν πρὸς τοὺς πικρότητα ἐσχηκότας ἐν τῇ ψυχῇ ἐναντίαν τῇ γλυκύτητι, ἣν ὁ θεὸς κατεσκεύασεν αὐτῇ· »πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;« ὡσεὶ ἔλεγε· χωλότητα οὐκ ἐποίησεν ὁ θεός,
ἀλλ' ἀρτίποδας πεποίηκε πάντας, τίς αἰτία δὲ γεγένηται τοῦ τοὺς κεχωλωμένους; καὶ πεποίηκεν ὁ θεὸς τὰ μέλη πάντα προηγουμένως ὑγιαίνοντα, γέγονε δὲ τίς αἰτία τοῦ παθεῖν τινα; τὸν αὐτὸν τρόπον ἡ ψυχὴ οὐ τοῦ πρώτου μόνου γέγονε »κατ' εἰκόνα«, ἀλλὰ παντὸς ἀνθρώπου. τὸ γὰρ ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα
καὶ καθ’ ὁμοίωσιν ἡμετίραν« φθάνει ἐπὶ πάντας ἀνθρώπους. καὶ ἔστι πρεσβύτερον ὥσπερ ἐν τῷ Ἀδὰμ ἐκεῖνο ὃ οἱ πολλοὶ νοοῦαι τὸ κατ' εἰκόνα τοῦ προσειλημμένου αὐτῷ, ὅτε ἐφόρεσε διὰ τὴν ἁμαρτίαν »τὴν εἰκόνα τοῦ χοϊκοῦ«, οὕτως ἐν πᾶσι πρεσβύτερον τὸ κατ' εἰκόνα θεοῦ τῆς εἰκόνος τῆς χείρονος. »ἐφορέσαμεν« ἁμαρτωλοὶ ὄντες »τὴν
εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν« μετανοοῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου«. πλὴν ἡ κτίσις γέγονεν ἐν εἰκόνι τοῦ ἐπουρανίου. Ἀπορεῖ οὖν ἐνθάδε πρὸς τοὺς ἁμαρτάνοντας ἐλεγκτικῶς λέγων ὁ λόγος· »πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ« γὰρ »ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«. ἐν τοῖς
πρὸ τούτων λέλεκται, καὶ ἐπαναλαβὼν ὀλίγα πείσω 138 ὑμᾶς, ὅτι θεὸς μὲν καλὴν ἄμπελον ἐφύτευσε τὴν τοῦ ἀνθρώπου ψυχήν, ἕκαστος δὲ στραφεὶς γέγονεν ἐναντίος τῷ βουλήματι τοῦ κτίσαντος. »ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν«, οὐκ ἐκ μέρους »ἀληθινήν« οὐδὲ τὴν μὲν ἀληθινὴν τὴν δὲ ψευδῆ, ἀλλ' »ἐγὼ ἐφύτευσά σε ἄμπε-
λον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης«, >ἐμοῦ σε 217r πᾶσαν ἀληθινὴν ἄμπελον, σὺ πῶς ἐστράφης εἰς πικρίαν καὶ γέγονας ἀλλοτρία ἄμπελος;
ἀπὸ γῆς λαβὼν καὶ ἀποπλυνάμενος καὶ ἀποσμηξάμενος καθαρθῆναι τὴν ψυχήν, ὅτι λέγει ἐνταῦθα ὁ λόγος τῇ στραφείσῃ εἰς πικρίαν καὶ γενομένῃ ἀλλοτρίᾳ ἀμπέλῳ· »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος((; ἀλλὰ χρὴ εἰδέναι, ὅτι ὁ λόγος πᾶσᾳν δύναμιν ἔχει·
καὶ ὥσπερ πάσης γραφῆς δύναμιν ἔχει, οὕτως ὁ λόγος ἔχει παντὸς φαρμάκου δύναμιν καὶ παντὸς τοῦ καθαρίζοντος δύναμίς ἐστι καὶ σμηκτικώτατος· »ζών γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον«. καὶ ὃ ἐὰν εἴπῃς, οὖ ἐστι χρεία, τοῦτό ἐστιν ἔν τῇ δυνάμει τοῦ λόγου. ἔστιν οὖν τις λόγος
νίτρον καὶ ἕστι τις λόγος πόα, ὅστις τοὺς τοιούτους ῥύπους καθαίρει λαληθείς. ἐπεὶ δὲ ἀπὸ τοῦ τοιούτου λόγου ὅστις ἐστὶ νίτρον καὶ ἀπὸ τοῦ τοιούτου δὲ λόγου ὅς ἐστι πόα οὐ πᾶσα ἁμαρτία θεραπεύεται. ἀλλ’ ἔστιν ἁμαρτήματα οὐ δεόμενα νίτρου οὐδὲ πόας, λέγεται πρὸς τὴν οἰομένην ἁμαρτήματα ἔχειν ὡς δυνάμενα ἀποπτῆναι ἐν νίτρῳ
καὶ πόᾳ, τὸ »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ έν ταῖς ἀδικίαις σου, λέγει κύριος». καὶ ὥσπερ τῶν τραυμάτων τινά ἐστιν ἃ μαλάγματι θεραπεύεται, καὶ ἅλλα ἐλαίῳ θεραπεύεται, καὶ ἄλλα δεῖται καταδέσμου καὶ οὕτως ὑγιάζεται, ἄλλα δέ ἐστι τραύματα ἐφ’ οἶς λέγεται· »οὐκ ἔστι
μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους· ἀλλὰ ἡ γῆ ὑμῶν ἕρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι«· 217v οὕτως ἔστι τινὰ ἁμαρτήματα. ἃ ῥυποῖ τὴν ψυχήν, καὶ δεῖται ὁ ἄνθρωπος ἐπὶ τούτοις τοῖς ἁμαρτήμασι λόγου νίτρου, λόγου πόας· ἔστι δέ τινα ἁμαρτήματα, ἅ οὐχ· οὕτως θεραπεύεται, οὑδὲ γὰρ ῥύπῳ παραβάλλεται. διὰ τοῦτο τὰς
διαφορὰς 139 τῶν ἁμαρτημάτων ἐπιστάμενος ὁ ἐν τῷ Ἡσαἱᾳ κύριος ὅρα πῶς λέγει τὸ »ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἶμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι 5 6 κρίσεως καὶ πνεύματι καύσεως‘. ῥύπον καὶ αἶμα· ῥύπον πνεύματι κρίσεως, αἶμα πνεύματι καύσεως. εἰ οὐ »πρὸς θάνατον« πλὴν ἥμαρτες, ῥερύπωσαι. »ἐκπλυνεῖ« οὐν κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἶμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν«.
εἶτα ἀνταπόδοσις πρὸς μὲν »τὸν ῤύπον« »πνεύματι κρίσεως« πρὸς δὲ »τὸ αἶμα« »πνεύματι καύσεως· καὶ δεόμεθα οἱ πολλοί, χείρονα ἁμάρτωμεν, οὐ νίτρου οὐδὲ τοῦ πληθῦναι πόαν, ἀλλὰ τοῦ πνευματος της καυσεως.
»ἐν πνεύματι [καὶ] ἁγίῳ καὶ πυμί«. οὐχ ὅτι τὸν αὐτὸν »ἐν πνεύματι ἁγίῳ καὶ πυρί«, ἀλλὰ τὸν μὲν ἅγιον »ἐν πνεύματι ἁγίῳ«, τὸν δὲ μετὰ τὸ πιστεῦσαι, μετὰ τὸ ἀξιωθῆναι ἁγίου πνεύματος, πάλιν ἡμαρτηκότα λούει ἐν »πνρί«’ ὡς μὴ τὸν αὐτὸν εἰναι βαπτιζόμενον ὑπὸ Ἱησοῦ »ἐν πνεύματι ἀγίῳ καὶ πυρί«. μακάριος οὖν ὁ βαπτιζόμενος ἐν ἁγίῳ πνεύματι
καὶ μὴ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός. τρισάθλιος δὲ ἐκεῖνος, ὅστις χρείαν ἔχει βαπτίσασθαι τῷ πυρί. πλὴν ἀμφότερα ἔχει ὁ Ἰησοῦς. »ἐξελεύσεται« γὰρ »ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται«. »ῥάβδος« ἐπὶ τοὺς κολαζομένους »ἄνθος« ἐπὶ τοὺς όικαίους. οὕτως »ὁ θεὸς πῦρ καταναλίσκον« ἐστί, καὶ »ὁ θεὸς
φῶς ἐστι«· πῦρ καταναλίσκον τοῖς ἁμαρτωλοῖς, φῶς τοῖς δικαίοις καὶ ἁγίοις. καὶ >μακάριος ὁ ἕχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ ὀ τηρήσας τὸ βάπτισμα τοῦ ἀγίου πνεύματος. τίς ἐστιν ὁ ἐν ἑτέρᾳ 7 8 σῳζόμενος ἀναστάσει; ὁ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός, ὅταν 218r ἔλθῃ ἐπὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὸ πῦρ αὐτὸν δοκιμάζῃ, καὶ εὕρῃ τὸ πῦρ ἐκεῖνο ξύλα, χόρτον καὶ , ὥστε αὐτὰ κατακαῦσαι. διὰ τοῦτο τούτων λεγομένων, ὅση δύναμις συναγαγόντες τοὺς λόγους
τοὺς τῶν γραφῶν, εἰς τὴν καρδίαν ἀποτιθώμεθα αὐτοὺς καὶ κατ’ αὐτοὺς πειραθῶμεν ζῆν, ἐὰν ἄρα δυνηθῶμεν πρὸ τῆς ἐξόδου καθαροὶ γενέσθαι, καὶ ἑτοιμάσαντες εἰς τὴν ἔξοδον τὰ ἔργα ἡμῶν ἐξελθόντες ἐν αὐτοῖς τοῖς ἀγαθοῖς παραληφθῆναι καὶ ἐν Χριστῷ Ἰησοῦ σωθῆναι, ᾣ έστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.