Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
λέrει, τοῦ λέγειν αὐτῷ προκειμένου ἐπὶ τῷ ἐπιστρέψαι ἀπὸ τῆς καταδίδκης τὸν καταδικασθησόμενον. τούτων μὲν παραδείγματα ἔστιν ἀπὸ τῶν γραφῶν λαβεῖν πολλά, ὀλίγα δὲ ἀρκεῖ τὰ ἐπὶ τοῦ ὑποπίπτοντα, ἕνα ἔλθωμεν καὶ ἐπὶ τὸν σκοπὸν τῶν προκειμένων ἀναγνωσμάτων. οἱ Νινευῖται γὰρ ἁμαρτωλοὶ ἐγεγόνεισαν καὶ κατεδικάσθησαν
κάσθησαν ὑπὸ τοῦ θεοῦ· ἔτι τρεῖς ἡμέραι καὶ ἔμελλε Νινευὴ >. οὐκ ἠθέλησε σιωπῶν ὁ θεὸς καταδικάσαι αὐτήν, ἀλλὰ διδοὺς αὐτοῖς τόπον μετανοίας< καὶ ἐπιστροφῆς ἔπεμψεν προφήτην, ἴνα εἰπόντος αὐτοῦ· ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται«, οἱ καταδεδικασμένοι μὴ καταδικασθῶσιν, ἀλλὰ μετανοήσαντες
τύχωσι τοῦ ἐλέους τοῦ θεοῦ. οἱ ἐν Σοδόμοις καὶ Γομόρροις ἠσαν καταδεδικασμένοι, ὡς δῆλον ἐκ τῶν λόγων τοῦ θεοῦ τῶν πρὸς τὸν Ἀβραάμ· ἀλλ᾿ ὅμως τὰ αὑτῶν πεποιήκασιν οἱ ἄγγελοι, 1 2 θέλοντες σῴζεσθαι τοὺς μὴ θέλοντας σῴζεσθαι, λέγοντες τῷ Λώτ· »εἰσί τινές σοι ὡδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες«; οὐκ ἀγνοοῦντες ὅτι οὐχ ἕπονται ἐκεῖνοι τῷ Λώτ, ἀλλὰ ποιοῦντες τὰ τῆς ἑαυτῶν ἅμα καὶ τοῦ πέμψαντος αὐτοὺς χρηστότητος καὶ φιλανθρωπίας.
Ἱερεμίας καὶ μέχρι πόσου προφητεύσας χρόνου κατέληζε προφητεύων. τί οὖν πρὸς ἐμὲ αὕτη ἡ ἱστορία; ἀνέγνων, 209r ἔμαθον 126 ὅτι ἤρξατο προφητεύειν »ἐν ἡμέραις Ἰωσίου τοῦ υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα ἕως] ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ«· εἶτα »ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ιοδυδα« προφητεύων
»ἕως τῆς συντελείας τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα«. καὶ ἔμαθον ὅτι κατὰ τρεῖς βασιλεῖς ἡ προφητεία αὐτοῦ συνεξέτεινεν »ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί«. τί οὖν διὰ τούτων διδασκόμεθα, ἐὰν προσέχωμεν τῇ ἀναγνώσει;
αὐτῆς, καὶ ἦσαν κριθέντες εἰς Αχμαλωσίαν ἐγκαταλειφθῆναι. ὅμως ὁ φιλάνθρωπος θεὸς ἐνεστηκότος τοῦ καιροῦ πέμπει καὶ τοῦτον τὸν προφήτην ἀνωτέρω τρίτης βασιλείας τῆς ἐπὶ τῆς αἐχμαλωσίας, ἵν᾿ οἱ βουλόμενοι κατανοήσαντες μετανοήσωοι διὰ τοὺς προφητικοὺς λόrους. ἐζαπέσταλκε προφήτην προφητεύειν καὶ ἐπὶ τοῦ δευτέρου
μετὰ τὸν πρῶτον βασιλέα καὶ έπὶ τοῦ τρίτου μέχρι τῶν χρόνων αὐτῆς τῆς αἰχμαλωσίας. ἐδίδου γὰρ ἀνοχὴν ὁ μακρόθυμος θεὸς καὶ πρὸ μιᾶς ἡμέρας, ὡς ἔστιν εἰπεῖν, τῆς αἰχμαλωσίας, προτρέπων μετανοεῖν τοὺς ἀκούοντας, ἵνα παύσηται τὰ τῆς αἰχμαλωσίας σκυθρωπά· ὅθεν γέγραπται ὅτι »ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ
προεφήτευοεν Ἱερεμίας ἕως τοῦ πέμπτου μηνός<. ἤρξατο ἡ καὶ ἔτι προεφήτευεν οἱονεὶ λέγων· αἰχμάλωτοι γεγόνατε, κἂν οὕτω μετανοήσατε· μετανοησáντων γὰρ ὑμῶν οὐ προκόφει τὰ τῆς αἰχμαλωσίας, ἀλλὰ τὸ ἔλεος τοῦ θεοῦ ἐπισταθήσεται ὑμῖν. ἔχομεν οὖν χρήσιμον ἀπὸ τῆς ἀναγραφῆς ἐχούσης τοὺς χρόνους τῆς προφη- 3 4 τείας, ὅτι προτρέπει κατὰ φιλανθρωπίαν ἑαυτοῦ ὁ θεὸς τοὺς ἀκούοντας μὴ παθεῖν τὰ τῆς αἰχμαλωσίας.
οὖν πηλίκον κακόν ἐστι τὸ ἁμαρτάνειν, ἵνα παραόοθῶσι τῷ σατανᾷ αἰχμαλωτίζοντι τὰς ψυχὰς τῶν ἐγκαταλειπομένων μένων ὑπὸ θεοῦ, οὐκ ἀναιτίως δὲ οὐδὲ ἀκρίτως ἐγκαταλιπόντος θεοῦ, οὓς ἐγκατέλιπε· ἐπὰν γὰρ πέμψῃ τὸν ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα, ὁ δὲ ἀμπελὼν φέρῃ ἀντὶ σταφυλῆς ἀκάνθας, τί ποιήσει ὁ θεὸς ἢ >ταῖς νεφέλαις ἐντελεῖται
τοῦ μὴ βρέξαι ὑετὸν> ἐπὶ τὸν ἀμπελῶνα; ἐπίκειται 127 διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡμῖν αἰχμαλωσία καὶ μέλλομεν παραδίδοσθαι, ἐὰν μὴ μετανοῶμεν, τῷ Ναβουχοδονόσορ καὶ τοῖς Βαβυλωνίοις, ἵνα ἡμᾶς σπαράξωσιν οἱ νοητοὶ Βαβυλώνιοι. ἐπικειμένων τούτων οἱ λόγοι τῶν προφητῶν, οἱ λόγοι τοῦ νόμου, οἱ λόγοι τῶν
ἀποστόλων, οἱ λόrοι τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσιν ἡμῖν περὶ μετανοίας, παρακαλοῦσιν ἡμᾶς εἰς ἐπιστροφήν· ἐὰν ἀκούσωμεν, πιστεύωμεν τῷ εἰρηκότι· »μετανοήσω κἀγὼ περὶ πάντων τῶν κακῶν ὡν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«. ταῦτα μὲν εἰς τὸ προοίμιον.
καὶ προσεύξεται περὶ σοῦ«, καὶ οὐκ εἶπεν πρὸς αὐτὸν ὁ θεός· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«. 210r ἀλλὰ ὑστερόν ποτε ἡγιάσθη ὁ Ἀβραάμ, ὅτε ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συrγενείας αὐτοῦ καὶ ἐκ 5 6 τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ< ἐξ ἐπαγγελίας γεγέννηται ὁ καὶ οὐχ εὕρομεν οὐδὲ πρὸς αὐτὸν τοῦτον λεγόμενον τὸν λόγον. καὶ τί με δεῖ καταλέγειν περὶ τῶν ὲξῆς; Ἱερεμίας ἐξαιρέτου ἔτυχε δωρεᾶς, τῆς »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε
ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«.
θλίβει τὸν λόγον, οὐ δυνάμενα ὡς πρὸς τοὺς πολλοὺς ἐφαρμόσαι τῷ σωτῆρι. τίνα οὐν ἐστι τὰ ἐφαρμόζοντα τῷ σωτῆρι; »πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί οοι λαλήσεις. μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐζαιρεῖοθαί σε, λέγει κύριος«. οὔπω ταῦτα ἂν
πρὸς τὸν σωτῆρα δόξειαν ἀναφέφεσθαι, τά ἑξῆς δὲ »καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥφατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν« θλίβει τὴν περὶ τοῦ Ἱερεμίου ἑρμηνείαν
ποῖα ἔθνη ἐξερρίζωσε, ποίας κατέστρεψε βασιλείας; γέγραπται γάρ’ »ἰδοὺ καθέστακά σε σήμερον έπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν«. ποίαν δὲ εἶχεν ἐξουσίαν ὁ Ἱερεμίας εἰς τὸ »ἀπολλύειν«, ὅπερ 128 εἴρηται ὡς πρὸς Ἱερεμίαν έν τῷ »καὶ ἀπολλύειν«; τίνας δὲ τοσούτους ᾠκοδόμησεν Ἱερεμίας, ἴνα λέγηται »καὶ οἰκοδομεῖν«;
Ἱερεμίας φησίν· »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείας«. πῶς οὐν δέδοται αὐτῷ τὸ »οἰκοδομεῖν καὶ καταφυτεύειν‘; πῶς ἐπὶ τὸν Ἱερεμίαν ἐφαρμόσει τὸ »καταφυτεύειν«; ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφερόμενα οὐ θλίβει τὸν ἑρημνεύοντα, 210v ὅτι ὁ Ἱερεμίας ἐν τούτοις σύμβολον τοῦ σωτῆρός ἐστιν. τὰ δὲ παρατεθηοόμενα πάνυ θλίβει
καὶ τὸν πάνυ συνετώτατον βουλόμενον δεῖξαι, πῶς καὶ ταῦτα δύναται ἁρμόζειν ἐπὶ τὸν σωτῆρα· »καὶ εἶπα· ὁ ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ 7 8 ἐπίσταμαι λαλεῖν«. ὅστις ἐ στὶν σοφία, ὅστις ἐστὶ δύναμις ἤνεγκεν ἡμῖν >τὸ πλήρωμα τῆς θεότητος, ὃ κατῴκησεν ἐν σωματικῶς< — πῶς οὖν δύναται ἁρμόζειν τὸ »οὐκ τῷ σωτῆρι; ἀλλὰ καὶ τὸ »νεώτερος ἐγώ εἰμι« ἀπαγορεύεται
τὸν σωτῆρα, ὡς λέγοντα αὐτὸν οὐ καλῶς. εἰ γὰρ αὐτῷ λέγει ὁ κύριος· μὴ λέγε τόδε, δῆλον ὅτι οὐ καλῶς λεγόμενον ἀπαγορεύει αὐτό.
ἀναφέρεται, ἐκεῖνα δὲ ἐπὶ τὸν σωτῆρα, οὐ χαλεπόν. ὁ μέντοι εὐγνώμων πάνυ θλιβήσεται ἐν τῷ τόπῳ, ορῶν ὅτι τὸ διακόψαι ἐν εἱρμῶ λόγων λόγους εἰρημένους εἴτε πρὸς τὸν Ἰερεμίαν εἴτε πρὸς τὸν σωτῆρα, καὶ λέγειν ταῦτα, <ἐπεὶ ἐλάττονά ἐστι τῷ Χριστῷ ἀλλὰ τῷ Ἱερεμίᾳ ἁρμόζειν, καὶ ταῦτα, ἐπεὶ μείζονά ἐστιν
Ἱερεμίου, οὐ τῷ Ἱερεμίᾳ ἀλλὰ τῷ Χριστῷ ἁρμόζειν, ἀγνωμόνων ἐστίν. ὅλος οὖν ἐπὶ τὸν Ἱερεμίαν ἀναφερέσθω ; καὶ ταῦτα τὰ δοκοῦντα εἶναι μείζονα Ἱερεμίου ἑρμηνευέσθω.
ἀλλὰ »ἔθνη καὶ βασιλείας‘ ἐὰν λέγηται »ἐκριζοῦν« πᾶς ὁ λαβὼν λόγους ἀπὸ θεοῦ, μὴ σωματικῶς μοι νόει τὰ ἔθνη καὶ τὰς βασιλείας, ἀλλὰ κατανοήσας τὰς ἀνθρωπίνας ψυχὰς βασιλευομένας ὑπὸ τῆς ἁμαρτίας κατὰ τὸ εἰρημένον παρὰ τῷ ἀποστόλῳ· »μὴ οὐν βασιλευέτω ἡ ἁμαρτία έν τῷ θνητῷ ἡμῶν σώματι«, βλέπων δὲ καὶ
τὰ πολλὰ εἴδη τῶν ἁμαρτημάτων, τροπολόγει καὶ τὰ ἔθνη καὶ τὰς βασιλείας, τὰ φαῦλα τὰ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντα, ἅτινα ἐκριζοῦται καὶ κατασκάπτεται ὑπὸ τῶν δεδομένων ειτε Ἱερεμίᾳ εἴτε ᾡτινιοῦν λόγων τοῦ θεοῦ. 211r καὶ δύναται καὶ τὰ πρῶτα, τὰ θλίβοντα ὡς πρὸς τὸν σωτῆρα, ἐφαρμόσαι τῷ Ἱερεμίᾳ 129 καὶ τὰ
δεύτερα τῷ εἰδότι τροπολογεῖν ἐφαρμόσαι τῷ Ἱερεμία.
σωτήρ· »οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι« καὶ τὰ ὁρᾷς ὅτι ὁ λόγος στενοχωρεῖται; τὸν σωτῆρα οἴδαμεν κύριον. ζητοῦμεν κατὰ τὴν ἀξίαν τοῦ λόγου καὶ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐπὶ τὸν σωτῆρα, ἀναγαεῖν. μάρτυρας δεῖ λαβεῖν τὰς γραφάς· ἀμάρτυροι γὰρ αἱ ἐπιβολαὶ ἠμῶν καὶ αἰ ἐξηγήσεις ἄπιστοί εἰσιν. καὶ τὸ
»ἐπὶ στόματι δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα« μᾶλλον ἁρμόζει ἐπὶ τῶν διηγήσεων ἢ ἐπὶ τῶν ἀνθρώπων, ἕνα στήσω τὰ ῥήματα τῆς ἑρμηνείας λαβὼν μάρτυρας δύο ἀπὸ καινῆς καὶ παλαιᾶς διαθήκης, λαβὼν μάρτυρας τρεῖς ἀπὸ εὐαγγελίου, ἀπὸ προφήτου, ἀπὸ ἀποστόλου· οὕτως γὰρ σταθήσεται πᾶν ῥῆμα( πῶς οὖν
δυνάμεθα ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναγαγεῖν; φέρε μάρτυρα παλαιὰν διαθήκην· »διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν«. καὶ ἄντικρυς ταῦτα περὶ τοῦ σωτῆρος ἐν τῷ Ἡσαΐᾳ λέλεκται· »ἰδοὺ ἡ παρθένος ἐν γαστρὸ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«.
καὶ ἐκεῖ ἐπιφέρεται· »πρὶν ἢ γνῶναι τὸ παιδίον.« εἰ δὲ καὶ ἀπὸ τοῦ εὐαγγελίου δεῖ λαμβάνειν παράδειγμα, Ἰησοῦς οὐκ ἀνὴρ γενόμενος, ἀλλ᾿ ἔτι παιδίον ὢν, ἐπεὶ »ἐκένωσεν ἑαυτόν«, προέκοπτεν οὐδεὶς γὰρ προκόπτει τετελειωμένος, ἀλλὰ προκόπτει δεόμενος προκοπῆς)· οὐκοῦν >προέκοπτεν ἡλικίᾳ, προέκοπτε σοφίᾳ,
χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις καταβαίνων ἐνταῦθα, καὶ κενώσας ἑαυτὸν 211v ἐλάμβανε πάλιν ἀφ᾿ ὧν »ἐκένωσεν ἑαυτὸν« ἑκὼν κενώσας ἑαυτόν, τί ἄτοπον αὐτὸν καὶ προκεκοφέναι »σοφίᾳ καὶ ἠλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις« καὶ ἀληθεύεσθαι περὶ αὐτοῦ τὸ πρὶν ἢ γνῶναι αὐτὸν
καλὸν ἢ πονηρὸν ἐκλέξεται τὸ ἀγαθὸν καὶ ἀπειθεῖ πονηρίᾳ< καὶ ἃ παρεθέμην ἀπὸ τοῦ Ἡσαΐου;
σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι«· καὶ λέγεις· οὐκ ἐπίσταται λαλεῖν; ὅρα εἰ δύνασαί 130 τι ἀξιόλογον καὶ μέγα περὶ τὸν σωτῆρα ἐν τῷ τόπῳ ἰδεῖν· ὅτι τινὰ μὴ ἐπιστάμενος, μείζων ἐστὶ μὴ ἀπιστάμενος ἢ ἐπιστάμενος αὐτά. καὶ χρῶμαι αὐτοῦ τῇ φωνῇ μαρτυροῦντος, ὅτι τινὰ οὐκ ἐπίσταται. λέγει γοῦν τοῖς φάσκουσιν αὐτῷ· »οὐ
τῷ ὀνόματί σου ἐφάγομεν, καὶ τῷ ὀνόματί σου ἐπίομεν, καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξαβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; ἀποχωρεῖτα ἀπ᾿ ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς«. ἀρα τὸ »οὐδέποτε ἔγνων ὑμᾶς« ἐκεῖ λεγόμενον ὑπὸ τοῦ σωτῆρος ἐλάττονα τὴν δύναμιν αὐτοῦ παρίστησιν ἢ μείζονα καὶ θαυμασιωτέραν, διότι τοὺς χείρονας
καὶ τοὺς ἀπολλυμένους οὐκ ἔγνω; ἔγνω γὰρ τά διαφέροντα καὶ κρείττονα, καὶ »ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ«, καὶ »εἴ τις ἀγνοεῖ, ἀγνοεῖται«. οὐκοῦν ὀ ἁμαρτωλὸς ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ. Ἐρεῖ μοί τις τῶν ἀκροατῶν· ἔδειξας ὅτι οὐκ οἶδε τοὺς ἁμαρτωλούς, ἔδειξας ὅτι οὐκ οἶδε τοὺς ἐργαζομένους τὴν ἀνομίαν· οὐ
γὰρ ἄξιοί εἰσι τῆς γνώσεως αὐτοῦ. πῶς [γὰρ] παραστήσεις μέγα ἔνδοξον εἶναι τὸ »οὐκ ἐπίσταμαι λαλεῖν‘ λεγόμενον ὑπὸ τοῦ σωτῆρος; τὸ λαλεῖν ἀνθρώπινόν ἐστι· τὸ λαλεῖν διαλέκτῳ χρή- σαθαί ἐστιν, 212r ὥστε εἰπεῖν Ἑβραίων, φέρε εἰπεῖν, φωνὴν ἢ Ἑλλήνων ἢ ἄλλωντινῶν. ἐὰν ἐὰν ἀναβῇς ἐπὶ τὸν σωτῆρα καὶ εἰδῇς αὐτὸν λόγον
»ἐν ἀρχῇ πρὸς τὸν θεόν«, ὄφει ὅτι οὐκ ἐπίσταται λαλεῖν ἀνθρωπίνου ὄντος τοῦ λαλεῖν, ἀλλ᾿ οὐκ ἐπίσταται ἐπεί ἐστι μεῖζον ὃ ἐπίσταται τοῦ λαλεῖν. ἐὰν δὲ καὶ ἀγγέλων γλώσσας συγκρίνῃς ἀνθρώπων γλώσσαις, καὶ εἰδῇς ὅτι οὑτος μείζων ἐστὶ καὶ ἀγγέλων, ὡς ἐμαρτύρησεν ἐν τῇ πρὸς Ἑβραίους ὁ ἀπόστολος ἐπιστολῇ
ἐρεῖς ὅτι καὶ τῆς ἀγγέλων γλώσσης μείζων ἦν, ὅτε θεὸς ἦν 13 14 λόγος πρὸς τὸν πατέρα<. μανθάνει οὖν καὶ οἱονεὶ ἀναλαμβάνει ἐπιστήμην οὐ μεγάλων, ἀλλ᾿ ὑποδεεστέρων καὶ μικροτέρων. καὶ ὥσπερ μανθάνω βιαζόμενος ἐμαυτὸν ψελλίζειν, ὅ ε παιδίοις διαλέγομαι (οὐ γὰρ ἐπιστάμενος παιδιστί, ἵν οὕτως εἴπ(??), λαλεῖν, βιάζομαι
τέλειος ὢν διαλέγεσθαι παιδίοις), τὸν αὐτὸν τρόπον καὶ ὁ σωτήρ, ὢν μὲν »ἐν τῷ πατρὶ« καὶ ἐν τῇ μεγαλειότητι τῆς δόξης τοῦ θεοῦ τυγχάνων, οὐ λαλεῖ ἀνθρώπινα, οὐκ οἶδε φθέγγεσθαι τοῖς κάτω. ὅτε δὲ ἔρχεται εἰς σῶμα ἀνθρώπινον, λέγει κατὰ τὰς ἀρχάς· »οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι«· νεώτερος δὲ διὰ τὴν
γένεσιν τὴν σωματικήν, πρεσβύτερος δὲ κατὰ τὸ »πρωτότοκος πάσης κτίσεως«, νεώτερος, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων‘ καὶ ὕστερον τῷ βίῳ ἐπιδεδήμηκε. λέγει οὐν τὸ »οὐκ λαλεῖν«, οἶδά τινα μείζονα τοῦ λαλεῖν, οἶδά τινα μείζονα τοῦ φθόγγου τούτου τοῦ ἀνθρωπίνου. θέλεις με λαλεῖν ἀνθρώποις; οὔπω διάλεκτον
ἀνθρωπίνην ἀνείληφα, ἔχω διάλεκτον σοῦ, τοῦ Μοῦ, λόγος εἰμὶ σοῦ, τοῦ θεοῦ, σοὶ οἶδα προσδιαλέγεσθαι, ἀνθρώποις οὐκ ἐπίσταμαι λαλεῖν,« »νεώτερός εἰμι«. 131
καὶ δίδωσιν αὐτῷ λόγους διὰ τὰς βασιλείας, ἵν᾿ ἐκριζώσῃ χρείαν δὲ εἶχεν ἐκριζούντων λόγων, ὅτε ἦν »ἐν τῷ πατρί«, οὐ εἶχε κατασκαπτόντων λόγων καὶ καθαιρούντων τὰ χείρονα· οὐδὲν γὰρ ἠν ἄξιον κατασκαφῆς ἐκεῖ, οὐδὲν ἦν ἄξιον ἐκριζώσεως. 212v μέγα ἐστιν, ὡς τὸ οὐκ οἶδα ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀνομίας«, οὕτως ὑπὸ τοῦ
σωτῆρος λεγόμενον διὰ τὸ ὑπερβάλλον μέγεθος τῆς δόξης αὐτοῦ, ἴσον δυνάμενον τῷ οὐκ ἐπίσταμαι λαλεῖν ἀνθρώπινα τὸ »οὐκ ἐπίσταμαι λαλεῖν«.
τὴν Γένεσιν καὶ τηρήσας τὰ εἰρημένα περὶ τῆς κτίσεως τοῦ κόσμου εὑρήσεις, ὅτι ἡ γραφὴ πάνυ διαλεκτικώτατα οὐκ εἶπεν ὅτι πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. ὅτε μὲν γάρ ὁ »καὶ 15 16 εἰκόνα« ἐκτίζετο, »εἶπεν ό θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«, οὐκ εἰπεν· πλάσωμεν. ὅτε δὲ ἔλαβε »χοῦν ἀπὸ τῆς γῆς«, οὐ πεποίηκε τὸν ἄνθρωπον, ἀλλ' »ἔπλασε τὸν ἄνθρωπον« καὶ >ἔθετο ἐν τῷ παραδείσῳ τὸν ἄνθρωπον ὄν ἔπλασεν,
ζεσθαι αὐτὸν καὶ φυλάσσειν καὶ πλάσεως , ὅτι ὁ κύριος εἴτε πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα οὐκ εἶπεν· >πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ σε ἀπὸ τοῦ χοῦ τῆς γῆς τοῦτο ἐν κοιλίᾳ κτίζεται.
ὄντας αὐτοῦ«, τοὺς δὲ ἀναξίους οὐκ ἐπίσταται ό θεὸς, ὡς οὐδὲ ό σωτὴρ γέγων· »οὐδέποτε ἔγνων ὑμᾶς«. ἡμεῖς ἄνθρωποι ὄντες, ὅσον προκόπτομεν, κρίνομέν τινα ἄξια ὄντα τοῦ ἐπίστασθαι ἡμᾶς αὐτά· καί τινα οὐδὲ ἀκούειν θέλομεν, ἵνα μὴ αὐτὰ ἐπιστώμεθα μηδὲ εἰδῶμεν, τινὰ δὲ θέλομεν ἐπίστασθαι. τί δὲ ὁ τῶν ὅλων θεός; θέλει ἐπίστασθαι
τὸν φαραώ, θέλει ἐπίστασθαι τοὺς Αἰrυπτίους, οὐκ εἰσὶ δὲ ἄξιοι τῆς ἐπιστήμης τοῦ θεοῦ· Μωσῆς δὲ ἄξιος, καὶ ἕκαστος τῶν προ- φητῶν τηλικοῦτος. πολλά σε δεῖ 213r κατορθῶσαι, ἵνα ὁ θεὸς ἄρξηταί σε ἐπίστασθαι. τὸν μὲν 132 γὰρ Ἱερεμίαν πρὸ τοῦ πλάσαι ἐν καοιλίᾳ< ἠπίστατο· ἄλλον δὲ ἄρχεται ἐπίστασθαι τριάκοντα ἔτη γεγονότα,
ἄλλον τεσσάρακοντα ἔτη γεγονότα.
οὐ χαλεπὸν εἰπεῖν, ὅτι πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται. ἐπὶ τὸν σωτῆρα ἐὰν ἀναφέρῃς, οὐ ·μόνον πρὶν ἐξελθεῖν ἡγίασται, ἀλλὰ καὶ ἔτι πρότερον ἡγίασται. οὑτος δὲ ὁ Ἱερεμίας πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται.
ὅτι κελεύεται προφητεῦσαι »ἐπὶ πάντα τὰ ἔθνη«, καὶ ἔστι προγραφή· »Ἃ προεφήτευσεν Ἱερεμίας ἐπὶ πάντα τὰ ἔθνη« τῇ »Αἰλὰμ«, »τῇ Δαμασκῷ«, »τῇ Μωάβ«. καὶ ἔχομεν, ὅτι »προεφήτευσεν ἐπὶ πάντα τά ἔθνη«, ὡς πρὸς τὸ ῥητὸν ὅτι »προφήτην εἰς ἔθνη τέθεικά σε« πρὸς ἐκεῖνον. ἐὰν δὲ πρὸς ἀναγωγήν , ἐὰν μὲν ἐπὶ τοῦ Ἱερεμίου, προειρήκαμεν,
ἐὰν δὲ ἐπὶ τοῦ σωτῆρος, τί δεῖ καὶ λέγειν; οὑτος ἀληθῶς ἐπὶ πάντα τὰ ἔθνη προεφήτευσεν· ἔστι γὰρ ὥσπερ ἄλλα μυρία οὕτως καὶ προφήτης. ὥς ἐστιν ἀρχιερεύς, ὥς ἐστι σωτήρ, ὥς έστιν ἰατρός, οὕτως καὶ προφήτης. Μωσῆς γοῦν προφητεύων περὶ αὐτοῦ οὐχὶ προφήτην μόνον, ἀλλὰ καὶ ἐξαιρέτως εἶπεν εἰπών· »προξήτην ἐκ τῶν
ἀδελφῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ό θεὸς ὡς ἐμέ, αὐτοῦ καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«. οὑτος οὖν έστιν ὁ καὶ προφήτης »εἰς ἔθνη« τεθειμένος καὶ ἔλαβε χάριν ἀπὸ θεοῦ ἐκχυθεῖσαν ἐν τοῖς χείλεσιν αὐτοῦ, ἴνα μὴ μόνον, ὅτε παρῆν τῷ οώματι, ἀλλὰ καὶ νῦν, ὅτε πάρεστι δυνάμει 213v καὶ τῷ πνεύματι, προφητεύῃ »ἐπὶ πάντα τὰ ἔθνη«, ὥστε ἀπὸ πάντων τῶν Μνῶν ἀνύειν αὐτοῦ τὴν προφητείαν καὶ ἕλκειν ἀνθρώπους ἐπὶ σωτηρίαν.
ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πολλάκις εἴπομεν, ὅτι ἔστι κατὰ τὸν ἔσω ἄνθρωπον εἶναι παιδίον, κἂν ἐν γεροντικῇ τις ᾖ ἡλικίᾳ σώματος· ἔστι δέ ποτε κατὰ τὸν ἔξω 19 20 ἄνθρωπον εἶναι παιδίον, κατὰ δὲ τὸν ἔσω ἄνδρα. τοιοῦτος ἦν ὁ Ἱερεμίας, ἤδη ἔχων τὴν χάριν ἀπὸ θεοῦ ἔτι ὢν ἐν τῇ τοῦ παιδίου ἡλικίᾳ κατὰ τὸ σῶμα. διό φησιν αὐτῷ ὁ κύριος· »μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι«. σημεῖον 133 δὲ τοῦ μῆ εἶναι αὐτὸν νεώτερον, ἀλλ᾿ »ἄνδρα
τέλειον«, τὸ »πρὸς πάντας οὃς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις. μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν«. οὖδεν ὁ τοῦ θεοῦ λόγος ὅτι οἱ πρεσβεύοντες τὸν λόγον κινδυνεύουσιν ἐν τοῖς ἀκούουσιν· ἐλεγχόμενοι γὰρ μισοῦσιν αὐτούς, ἐπιπλησσόμενοι διώκουσι. πᾶν ὁτιοῦν πάσχουσιν οἱ προφῆται· »οὐκ ἔστι
προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι καὶ τῇ οἰκίᾳ αὐτοῦ«. οὗ καὶ πρώην ἐμνημονεύομεν. οἶδεν οὖν ὁ θεὸς πέμπων τὸν προφήτην, ὅσους κινδύνους ἀναδέξεται, καὶ λέγει αὐτῷ· »μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύ- ριος«. ἃ πέπονθεν Ἱερεμίας, ἀναγέγραπται· εἰς λάκκον βορβόρου
βέβληται, ἔμεινεν ἐκεῖ >ἕνα ἄρτον ἐσθίων τῆς ἡμέρας< καὶ ὕδωρ μόνον πίνων, καὶ ἄλλα δὲ μυρία ἃ πέπονθεν ἡ προφητεία αὐτοῦ δεδήλωκεν. »τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν«; εἴρηται πρὸς τοὺς Ἰουδαίους. καὶ ἀναγκαῖόν ἐστι >τοὺς θέλοντας ζῆν εὐ- σεβῶς ἐν Χριστῷ Ἰησοῦ 214r πάντως ὑπὸ δυνάμεων ἀντικειμένων δι᾿ ὧν
εὑρίσκουσι σκεῦῶν διώκεσθαι<. διὰ τοῦτο μὴ ξενιζόμενοι οἱ διωκόμενοι πάντα πραττέτωσαν, μόνον εὐχόμενοι, ἵνα ἀδίκως διώκωνται καὶ μὴ δικαίως, μὴ δι᾿ ἀδικίαν, μὴ δι᾿ ἁμαρτίαν, μὴ διὰ πλεονεξίαν. ἐὰν δὲ διώκηταί ποτέ τις διὰ δικαιοσύνην, καὶ ἀκουέτω τοῦ »μακάριοί ἐστε ὅταν ὀνειδίζωσιν ὑμᾶς καὶ διώκωσι καὶ εἴπωσι πᾶν πονηρὸν
ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν«.
καὶ εἶπε κύριος πρός με«. τήρει διαφορὰς Ἱερεμίου καὶ Ἡσαΐου. ὁ Ἡσαΐας 21 22 φησίν· »ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου«. καὶ ἐπεὶ ἐξωμολογήσατο οὐκ ἔχων ἔργα ἀκάθαρτα, ἀλλὰ μόνον ῥημάτια (μέχρι γὰρ τούτου ἁμαρτωλὸς ἦν), οὐκ »ἐξέτεινε κύριος τὴν
χεῖρα αὐτοῦ«, τὸ δὲ >ἓν τῶν Σεραφὶμ ἥψατο τῇ χειρὶ αὐτοῦ τῶν χειλέων αὐτοῦ, καὶ εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου<. ἐπεὶ δὲ οὗτος ἡγιάσθη »ἐκ μήτρας«, οὐ λαβὶς αὐτῷ πέμπεται οὐδὲ »ἀπὸ τοῦ θυσιαστηρίου« ἄνθραξ (οὐκ εἶχεν οὐδὲν ἄξιον 134 τοῦ πυρός), ἀλλ᾿ αὐτὴ ἡ χεὶρ τοῦ κυρίου ἥψατο αὐτοῦ. διὸ λέγει· »ἐξέτεινε κύριος τὴν χεῖρα
αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μμου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν«.
βασιλείας κατὰ τὰς ἁμαρτίας, ἐκριζοῦν τοῖς διδομένοις ὑπὸ τοῦ θεοῦ λόγοις; 214v γέγραπται γάρ· »ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν«. ὥσπερ δὲ βασιλεῖαί εἰσιν, οὕτως καὶ ἔθνη οὐδὲ δύναται λέγεσθαι βασιλεία εἰ μὴ ἡ ἔχουσα ὑφ᾿ ἑαυτὴν ἔθνη. οἷον, βασιλεία ἐστὶ
τῆς πορνείας, ἔθνη τῆς πορνείας ἑκάστη πορνεία†. μία βασιλεία ἐστὶ αὐτὸ τὸ γενικὸν ἁμάρτημα τῆς πλεονεξίας καὶ τῆς ἀποστερήσεως, καὶ εἰσὶ πολλαὶ βασιλεῖαι ἐν τοῖς πολλὰ εἴδη ἔχουσιν ἁμαρτημάτων. 23 24 εἶτα καθ᾿ ἕκαστον τῶν ἁμαρτωλῶν νόει μοι τὰ ἔθνη τὰ ὑπὸ τὴν βασιλείαν, ὡς εἰπεῖν, ὅτι ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν πορνείαν, ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν ἀποστέρησιν, τῆς κατὰ τὴν καταλαλιάν, τῆς κατὰ τὴν ὀργήν.
ἔργον ἐστὶ τῶν λόγων τοῦ θεοῦ ἐπὶ »ἔθνη καὶ βασιλείας« ἐξαποσταλέντων »ἐκριζοῦν καὶ κατασκάπτειν«. ἐκριζοῦν τίνα; ἐδίδαξεν ὁ σωτὴρ λέγων· »πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται«. ἔστι τινὰ ἔνδον ἐν ταῖς ψυχαῖς, ἃ »οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος«· πάντες γὰρ οἱ >διαλογισμοὶ οἱ πονηροί, φόνοι,
μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι<, φυτεῖαί εἰσι πεφυτευμέναι οὐχ ὑπὸ τοῦ οὐρανίου πατρός. εἰ θέλεις δὲ ἰδεῖν, τίνος εἰσὶ φυτεῖαι οἱ τοιοῦτοι διαλογισμοί, ἄκουε ὅτι ὁ »ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν«, ὁ ἐπισπείρας τὰ »ζιζάνια ἀνὰ μέσον τοῦ σίτου«. ἐφέστηκεν οὖν ὁ θεὸς ἔχων τὰ σπέρματα, καὶ ὁ διάβολος. ἐὰν
διδῶμεν »τόπον τῷ διαβόλῳ«, »ὁ ἐχθρὸς« ἐπισπείρει φυτείαν, »ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ διαβόλῳ«, πάντως ἐκριζωθησομένην· ἐὰν μὴ διδῶμεν »τόπον τῷ διαβόλῳ«, ἀλλὰ διδῶμεν τόπον τῷ θεῷ, χαίρων ὁ θεὸς σπείρει τὰ σπέρματα αὐτοῦ ἐπὶ τὸ ἡγεμονικὸν ἡμῶν. μὴ νόμιζε τοίνυν τὸν Ἱερεμίαν σκυθρωπόν τι εἰληφέναι δῶρον ἀπὸ τοῦ θεοῦ, ὅτι καθίσταται »ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν«. ἀγαθὸς ὁ θεός ἐστι διὰ τῶν λόγων ἐκριζῶν τὰ φαῦλα, 215r τὰς ἐχθρὰς βασιλείας τῶν οὐρανῶν τῇ βασιλείᾳ, τὰ πολεμικὰ ἔθνη τῷ ἔθνει τῷ τοῦ θεοῦ.
ἔστι τις οἰκοδομὴ τοῦ θεοῦ. ἡ »ἐπὶ τὴν ἄμμον« οἰκοδομὴ τοῦ διαβόλου ἐστίν, ἐπ᾿ οὐδενὶ γὰρ ἐστήρικται ἑδραίῳ καὶ βεβαίῳ καὶ 135 ἡνωμένῳ· ἡ δὲ οἰκοδομὴ ἡ »ἐπὶ τὴν πέτραν« τοῦ θεοῦ ἐστιν. ὅρα τί λέγεται τοῖς τοῦ θεοῦ· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. οἱ λόγοι τοίνυν τοῦ θεοῦ »ἐπὶ ἔθνη καὶ βασιλείας« εἰσίν, »ἐκριζοῦν καὶ
κατασκάπτειν καὶ ἀπολλύειν«. ἐὰν ἐκριζωθῇ μέν, μὴ ἀπόληται δὲ τὸ ἐκριζωθέν, ἔστι τὸ ἐκριζωθέν. ἐὰν κατασκαφῇ μέν, οἱ λίθοι δὲ τῆς 25 26 κατασκαφῆς μὴ ἀπόλωνται, ἔστι τὸ κατασκαφέν. ἔργον οὐν ἐστι τῆς ἀγαθότητος τοῦ θεοῦ, μετὰ τὸ ἐκριζῶσαι ἀπολέομαι τὸ ἐξερριζωμένον, μετὰ τὸ καθελεῖν ἀπολέσαι τὸ καθῃρημένον. ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζουμένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα·
>τὸ δὲ ἄχυρον κατακαύσατε πυρὶ ἁσβέστῳ< καί δήσατε δέσμας ζιζάνια καὶ παράδοτε αὐτὰ πυρί< οὕτως μετὰ τὸ ἐκριζοῦσθαι ἀπόλλυται. εἰ θέλεις ἰδεῖν καὶ μετὰ καθαίρεσιν τὰ ἀπολλύμενα τῆς οἰκοδομῆς τῆς ὕλης τῆς φαύλης· χοῦς γίνεται ἡ οἰκία ἐκείνη ἡ διὰ τὴν λέπραν καθῃρη- μένη καὶ ἐκβάλλεται χοῦς γενομένη »ἔξω τῆς πόλεως«, ἵνα μηδὲ λίθος
ᾖ μένων, ὁμοίως τῷ »ὡς πηλὸν πλατειῶν λεανῶ αύτούς«· δεῖ γὰρ μηδαμῶς συνεστάναι τὰ χείρονα. κατεσκάφη τι, μὴ οἱ λίθοι ἔστωσαν χρήσιμοι πρὸς [τὴν] ἄλλην οἰκοδομήν, ἣν δύναται οἰκοδομεῖν ὁ πονηρός· ἐξερριζώθη, μὴ πόλιν ἐκ τῶν ἐξερριζωμένων εὕρῃ σπέρματα, ἕνα ἐπισπείρῃ πάλιν τὰ ζιζάνια, πάντως γὰρ ἔχων τὰ σπέρματα τῶν
ζιζανίων, ἐπέσπειρεν αὐτά. διὰ τοῦτο δήσατε τὰ ζιζάνια καὶ κατακαώσατε αὐτὰ πυρί< ἵνα μετὰ τὸ ἐκριζωθῆναι ἀπόληται, καὶ μετὰ τὸ κατασκαφῆναι ἡ τοῦ διαβόλου οἱκοδομὴ ἀπόληται.
ἀπ' ἐμοῦ τὰ φαῦλα, κατασκαφέντα τὰ χείρονα, τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τῶν ἐκριζωθέντων καταφυτευθῇ τὰ κρείττονα; τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τούτων ἀνοικοδομηθῇ τὰ διαφέροντα; διὰ τοῦτο οἱ τοῦ θεοῦ λόγοι ποιοῦσι πρῶτον ἀναγκαίως τὸ »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, μεθ’ ἃ τὸ »οἰκοδομεῖν καὶ καταφυτεύειν«. καὶ ἀεὶ
ἐν τῇ γραφῇ τετηρήκαμεν τὰ σκυθρωποφανῆ, ἵν' οὕτως όνομάσω, Πρῶτα ὀνομαζόμενα, εἶτα τὰ δοκοῦντα εἶναι ἱλαρὰ δεύτερα λεγόμενα. »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω«. οὐκ εἶπεν· »ἐγὼ ζῆν ποιήσω«, μετὰ τοῦτο· »ἀποκτενῶ« · ἀμήχανον γάρ, ὃ πεποίηκε ζῆν ὁ θεός, ὑπ' αὐτοῦ ἢ ὑπ' ἄλλου τινός. ἀλλ’ ἀλλ' ἀποκτενῶ καὶ ζῆν
ποιήσω«. τίνα ἀποκτενῶ; Παῦλον τὸν προδότην, Παῦλον τὸν διώκτην· »καὶ ζῆν ποιήσω«, ἵνα γένηται »Παῦλος ἀπόστολος Ἰησοῦ χρι- 27 28 στοῦ«. ταῦτα εἰ νενοήκεισαν οἱ ταλαίπωροι οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ἂν αὐτὰ 136 συνεχῶς προέφερον ἡμῖν λέγοντες· ὁρᾷς τὸν θεὸν τὸν τοῦ νόμου πῶς ἐστιν ἄγριος καὶ ἀπάνθρωπος καὶ λέγει· »ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω«; οὐ βλέπεις ἐν ταῖς γραφαῖς ἐπαγγελίαν ἀναστάσεως
νεκρῶν; ἢ οὐχ ὁρᾷς τὴν ἀνάστασιν τῶν νεκρῶν ἤδη προοιμιαζομένην καθ’ ἕκαστον; »συνετάφημεν« τῷ Χριστῷ »διὰ τοῦ βαπτίσματος« καὶ συνανέστημεν αὐτῷ.
ἰάσομαι«· »ὅν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται«. πρῶτον πατάσσει καὶ μετὰ τοῦτο ἰᾶται· »αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν«. οὕτω δὲ καὶ ἐνθάδε· »καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν«. πλὴν πρῶτόν 216r
ἐστιν ἐκεῖνα τὰ φαῦλα ἀφαιρεθῆναι ἀφ’ ἡμῶν. οὐ δύναται εἰς τόπον τῆς οἰκοδομῆς τῆς φαύλης οἰκοδομεῖν ὁ θεός. »τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς κοινωνία φωτὶ πρὸς σκότος«; δεῖ τὴν κακίαν ἐκ βάθρων ἐκριζωθῆναι, δεῖ τὴν οἰκοδομὴν τῆς κακίας καταναλωθῆναι ἀπὸ τῆς ψυχῆς ἡμῶν, ἵνα μετὰ ταῦτα οἱ λόγοι τοῦ θεοῦ οἰκοδομῶσι
καὶ φυτεύωσι· οὐ δύναμαι γὰρ ἄλλως νοῆσαι τὰ γεγραμμένα· »ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου«. τί ποιοῦσιν οἱ λόγοι; »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. λόγοι ἐκριζοῦσιν »ἔθνη«, λόγοι 29 30 κατασκάπτουσι βασιλείας‘ « < ἀλλ᾿ οὐ τὰς x003E; ταύτας ταύτας τὰς καὶ κοσμικάς. ἀξίως λόγων κατασκαπτόντων, ἀξίως λόγων ἐκριζούντων νόει τὰ ἐκριζούμενα ὑπὸ λόηων, τὰ κατασκαπτόμενα ὑπὸ λόγων. ἆρα ἄρτι ἐν τοῖς λεγομένοις οὐκ ἔστι δύναμις, ἐὰν ὁ θεὸς
διδῷ (κατὰ τὸ »κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις πολλῇ«), δύναμις ἐκριζοῦσα, εἴ τις ἀπιστία, εἴ τις ὑπόκρισις, εἴ τις πονηρία, εἴ τις ἀκολασία; οὐκ ἔστι κατασκάπτουσα, εἴ που εἰδωλεῖον ᾠκοδόμηται εἰς τὴν καρδίαν; ἵνα ἐκείνου κατασκαφέντος οἰκοδομηθῇ ναὸς τοῦ θεοῦ, καὶ δόξα τοῦ θεοῦ εὑρεθῇ ἐν τῷ ἀνοικοδομηθέντι ναῷ,
καὶ γένηται οὐκ ἄλσος, ἀλλὰ φυτεία παράδεισος τοῦ θεοῦ, ὅπου ὁ ναὸς τοῦ θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.