Ὁμιλία ε΄.
223r
Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες,
καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.
καταγγέλλοντες αὐτοῖς, ὡς συγγενέσι διὰ τὸν Ἀβραὰμ καὶ Ἰσαὰν καὶ Ἰακώβ, τῶν γεγραμμένων τὰ περὶ τῆς παρουσίας Ἰησοῦ Χριστοῦ. ὅτε δὲ ἐκείνων τὰ λεγόμενα μὴ δεχομένων ἔδει ἑτέρους εἶναι τοὺς ἀκροατὰς τῶν λεγομένων, τότε ἀπολογησάμενοι ἐκείνοις κατελίμπανον αὐτούς· γέγραπται γὰρ ὅτι »ὑμῖν ἔδει καταγγελθῆναι τὸν λόγον
τοῦ θεοῦ· ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθην«. τοῦτο δὲ σαφῶς εἰρημένον έν ταῖς Πράξεσι τῶν ἀποστόλων δυνάμει πολλαχοῦ καὶ τῶν προφητῶν λέλεκται· καὶ γὰρ προηγουμένως μὲν λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον ἅγιον τῶν προφητῶν τοῖς ἀπὸ τοῦ λαοῦ ἐκείνου, εἰ δέ ποτε μετὰ 148 τὸ πολλὰ εἰρηκέναι οὐκ
ἠκούσθη, προφητεύει τὸν λόγον τὸν κηρυσσόμενον τοῖς ἔθνεσι.
Ἰσραήλ, λέγει κύριος«. καὶ ὅτε προηγουμένως ταῦτα εἴρηται τὰ περὶ τοῦ Ἰσραὴλ καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ· »ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν«, ἑξῆς [καὶ] τὸ πνεῦμα τὸ ἅγιον μετατίησι τὸν λόγον ἐφ’ ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν καί φησιν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοτες, καὶ ἰάσομαι τὰ συντρίμματα 1 2 ὑμῶν«. ἡμεῖς γὰρ ἐσμεν οἱ πεπληρωμένοι συντριμμάτων, ἕκαστος εἴποι ἄν, εἰ καὶ νῦν κεκαθάρισται καὶ ἴαται ἀπὸ τῶν συντριμμάτων· »ἦμεν γὰρ καὶ ἡμεῖς ἀνόητοι, ἀνόητοι, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς πολλαῖς καὶ ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διά- γοντες, στυγητοί, μισοῦντες ἀλλήλους· ὅτε δὲ ἡ χρηστότης 223v καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, διὰ λουτροῦ παλιγγενεσίας ἐπέχεε τὸν ἔλεον αὐτοῦ ἐφ᾿ ἡμᾶς( καίτοιγε κἀκεῖνο τὸ ἀποστολικὸν ἅπαξ μνησθεὶς σαφέστερον πειράσομαι παραστῆσαι. οὐ γὰρ εἴρηκεν· ἦμεν γάρ ποτε ἀνόητοι, ἀπειθεῖς· ἀλλὰ Παῦλος, ὁ ἀπόστολος,
ὁ ἀπὸ τοῦ Ἰσραήλ, ὁ »κατὰ τὴν ἐν νόμῳ διακαιοσύνην γενόμενος ἄμεμπτος« λέγει· »ἠμεν γὰρ καὶ ἡμεῖς ποτε (οἱ ἀπὸ τοῦ Ἰσραὴλ) ἀπειθεῖς, ἀνόητοι«· ἀλλ’ οὐ μόνον οἱ ἀπὸ τῶν ἐθνῶν ἀνόητοι ἦσαν οὐδὲ μόνοι οἱ ἀπὸ τῶν Μνῶν ἀπειθεῖς οὐδὲ μόνοι ἐκεῖνοι ἁμαρτωλοί, καὶ ἡμεῖς δὲ οἱ τὸν νόμον δεδιδαγμένοι τοιοῦτοι ἐτυγχάνομεν
πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ. λέγεται οὖν μετὰ τὰ εἰρημένα τῷ Ἰσραὴλ πρὸς ἡμᾶς τοὺς ἀπὸ τῶν Μνῶν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν«.
πολλά, ἀλλ’ εὐθύς, ὅπου βούλεται πρὸς τὸν Ἰσραὴλ λέγειν τὰ περὶ ἐπιστροφῆς, προστίθησι τὸ τοῦ Ἰσραὴλ ὄνομα. ἑξῆς γοῦν λέγεται· »ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει κύριος, πρός με, καὶ ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῆ· ζῇ κύριος μετὰ ἀληθείας
καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθην«. τὰ πρῶτα τοίνυν εἴρηται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν· ἐθνῶν· ἐπεὶ ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ 149 σωθήσεται<, κατὰ τά εἰρημένα παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. πρόσχες τίνα τρόπον ὁ μὲν θεὸς προτρέπει ἡμᾶς ἐπιστρέφοντας τελείως
ἐπιστρέφειν, ἐπαγγελλόμενος ὅτι ἐὰν »ἐπιστρέφοντες« ἐπιστρέψωμεν πρὸς αὐτόν, ἰάσεται ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ »τὰ συντρίμ- ματα«· ἡμεῖς δὲ ἀποκρινόμενοι, οἱ μὴ μέλλοντες μηδὲ 224r βραδύνοντες περὶ τῆς σωτηρίας ὡς ἐκεῖνος ὁ Ἰσραήλ, φαμέν· »οἵδε ἡμεῖς ἐσόμεθά σοι«. ὁ μὲν θεὸς εἶπεν· ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσο- 3 4 μαι τὰ συντρίμματα ὑμῶν«· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν· >δοῦλοι ἐσόμεθα ἡμεὶς<, οὐ πρότερον ὄντες »σοί«, ἀλλὰ δαιμόνων ὄντες, ἀλλὰ δυνάμεων ἀντικειμένων τυγχάνοντες. >ὅτε< γὰρ >διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθημεν ἡμεῖς οὐ μερίς σου οὐδὲ μετὰ τοῦ λαοῦ Ἰακώβ σχοίνισμα
κληρονομίας , ἀλλὰ γεγόναμεν ἄλλων μερίδες· ὅμως δὲ ἡμεῖς οἱ γενόμενοι ποτὲ ποτὲ μερίδες, σοῦ εἰπόντος ἡμῖν »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἐάσομαι τὰ συντρίμματα ὑμῶν« ἀποκρινόμεθα· »οἵδε ἡμεῖς«· τοῦτο γὰρ περιεμένομεν, τὴν κλῆσιν, οὐχ ὡς ἐκεῖνοι ἐκλήθησαν καὶ παρῃτήσαντο, οὕτω καὶ ἡμεῖς καλούμενοι
παραιτούμεθα. ἔχομεν γὰρ ἐν ταῖς τοῦ εὐαγγελίου παραβολαῖς, ὅτι τινῶν κεκλημένων προηγουμένως >ὁ μέν τις ἔλεγε· γυναῖκα ἔχε με παρῃτημένον, ὁ δέ τις· ζεύγη βοῶν ἠγόρασα πέντε, πορεύομαι δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον<. οὐχ οὕτως οὖν ἡμεῖς, οἱ ἀπὸ τῶν Μνῶν, ἐκλήθημεν καὶ παραιτούμεθα. διὰ τί; περὶ ποῖον
ἀγρὸν ἵνα καταγενώμεθα; περὶ ποίαν γυναῖκα σοφήν; ἀλλὰ περὶ τί ἄλλο ἀσχοληθῶμεν;
καὶ λέγομεν· »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν«. ἐπακούσαντες οὖν καὶ εἰπόντες »ἐσόμεθά σοι« μνημονεύωμεν, ὅτι ὑπεσχόμεθ θεῷ, λέγοντες αὐτῷ τὸ »ἐσόμεθά σοι«· καὶ εἰπόντες αὐτῷ τὸ »ἐσόμεθά σοι« μηδενὸς ἄλλου γενώμεθα, μὴ πνεύματος ὀργῆς, μὴ πνεύματος λύπης, μὴ πνεύματος ἐπιθυμίας, μὴ τοῦ διαβόλου
γενώμεθα, μὴ τῶν ἀΠέλων αὐτοῦ· ἀλλὰ κληθέντες καὶ εἰπόντες· 224V »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι«, δείξωμεν τοῖς ἔρηοις, ὅτι | γενέσθαι αὐτοῦ, οὐδενὶ ἄλλῳ ἢ αὐτῷ ἑαυτοὺς ἀνεθήκαμεν. καὶ λέγομεν· »ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ«· οὐδένα 150 γὰρ θεὸν ἡμεῖς ὁμολογοῦμεν (οὐ τὴν κοιλίαν ὡς οἱ γαστρίμαργοι, »ὧν ὁ θεὸς ἡ κοιλία«· 5 6 οὐ τὸ ἀργύριον ὡς οἱ φιλάργυροι, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, οὐδὲ ἄλλο τι ἐκθεοῦμεν καὶ θεοποιοῦμεν, ὡν οἱ πολλοὶ θεοποιοῦσιν, ἀλλὰ ἡμῖν ὁ ἐπὶ πᾶσι θεός, >ὁ ἐπὶ πάντων, ὁ διὰ ὁ ἐν πᾶσι< θεός ἐστιν, καὶ ἐπεὶ ἠρτήμεθα τῆς
πρὸς τὸν θεόν ἡ γὰρ ἀγάπη κολλᾷ ἡμᾶς θεῷ) θεῷ) λέγομεν· οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν«.
ψευδῆ ἦν καὶ οὐδὲν ἐτύγχανεν), λέγομεν ἐπιστρέφοντες· »ὔντως εἰς ψεῦδος ἠσαν οἱ βουνοί«, καὶ ἡμεῖς καταγνόντες τῶν προτέρων ὑψηλῶν καὶ τῶν προτέρων θαυμασίων. καὶ τάχα ἐὰν φιλοτεχνῶμεν, εὑρήσομεν τὴν διαφορὰν τῶν ἐν τοῖς ἔθνεσι βουνῶν καὶ ὀρέων, ἅτινα καταλιπόντες οἱ εἰπόντες· »ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι ὅτι κύριος
ὁ θεὸς ἡμῶν εἶ«, κατηγοροῦσιν αὐτῶν ὡς ψευδῶν, καὶ τῶν βουνῶν καὶ τῶν ὀρέων. τίς οὐν ἡ διαφορὰ τῶν ἐν τοῖς ἔθνεσιν ὀρέων καὶ βουνῶν, ὡν κατεγνωκότες λέγομεν· »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«; τοῦτο λέγομεν ἡμεῖς καταγνόντες τῶν προτέρων. τὰ προσκυνούμενα παρὰ τοῖς ἔθνεσι τὰ μὲν προσκυνεῖται
ὡς θεοί, τὰ δὲ ὡς ἥρωες. ὁμολογοῦσι γὰρ καὶ αὐτοὶ περί τινων, ὅτι ἀνθρωποι πρότερον ἠσαν καὶ ἀπεθεώθησαν. Ἡρακλέα προσκυνοῦσιν οὐχ ὡς γεγεννημένον θεόν, ἀλλ᾿ ὡς ἐξ ἀνθρώπου εἰς θεὸν μεταβληθέντα· Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι’ ἀρετὴν εἰς θεὸν μεταβεβληκότα. ὅταν δὲ προσκυνῶσι τοὺς πατέρας τούτων
ὀνομαζομένους παρ᾿ αὐτοῖς θεούς, προσκυνοῦσιν οὐχ ὡς μεταβαλόν- τας 225r ἐξ ἀνθρώπων εἰς θεούς, ἀλλ’, ὡς ἐκεῖνοι οἴονται, θεοὺς ἀρχῆθεν ὄντας. ἔσονται μὲν οὖν οἱ ἀρχῆθεν μὲν θεοὶ νομιζόμενοι 7 8 ἔθνεσιν τὰ ὄρη καὶ »ἡ δύναμις τῶν ὀρέων«, οἱ δὲ νομιζόμενοι παρ’ αὐτοῖς νῦν μὲν εἶναι θεοί, πρότερον δ᾿ ἄνθρωποι γεγονέναι, οὑτοί εἰσιν »οἱ βουνοί«.
»ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων‘. οὐ γὰρ ὑπολαμβάνουσιν οἱ αὐτοῖς λατρεύοντες, ὅτι ψευδῆ ἐστι ταῦτα. διόπερ οἴονται τοὺς χρησμοὺς καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν πάσης δυνάμεως καὶ σημείων καὶ 151 τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένωντὸ
πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραλὴ σωθήσεται Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ δὲ ἃ ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας. ἃ δὲ ἐποίουν οἱ Αἰγύπτιοι σημεῖα μὲν ἦν καὶ τέρατα, ἀλλὰ ψεύδους. οὕτως δὲ καὶ ἃ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν ὁ μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας
καὶ νομίζεσθαι αὐτὸν εἶναι δύναμιν θεοῦ, καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους. ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέγομεν οἱ κατεγνωκότες· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«.
μέχρι τὸ πλήρωμα ἡμῶν εἰσέλθῃ, ἴσμεν δὲ ὅτι ἐὰν >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσεται<, διὰ τοῦτό φαμεν πρῶτον μὲν τὸ »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ 225v καὶ ἠ δύναμις τῶν ὀρένω«, δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ μετὰ τὸ πλήρωμα τῶν Μνῶν· πλὴν διὰ κυρίου θεοῦ ἡμῶν
ἡ σωτηρία τοῦ Ἰσραήλ«. ἐπεὶ δὲ ἅπαξ ἐμνήσθημεν τοῦ ἀποστολικοῦ ῥητοῦ λέγοντος ὅτι τῷ παραπτώματι, ᾧ παρέπεσεν ὁ Ἰσραήλ, ἡ σωτηρία γέγονε τοῖς ἔθνεσιν<, καὶ ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, ἔξω μένοντος τοῦ Ἰσραήλ, μετὰ τὸ εἰσερχόμενον πλήρωμα τῶν ἐθνῶν >τότε πᾶς Ἰσραὴλ σωθήσεται<, φέρε τὰ κατὰ τοὺς τόπους
τούτους ἀναπτύξωμεν. ἦν Ἰσραὴλ σῳζόμενος. ἐξέπεσεν ὁ πολὺς Ἰσραήλ, ἀλλὰ »λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«, περὶ οὗ λείμμα- 9 10 τος μυστικῶς »ἐν Ἠλίᾳ‘ λέλεκται· »κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτνες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ«. καὶ ἑρμηνεύων περὶ τοῦ λείμματος τούτου ὁ ἀπόστολός φησιν· »ἄρ᾿ οὗν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«. οὐκοῦν Ἰσραὴλ κἂν
λεῖμμα σῳζόμενον, καταλειφθέντος τοῦ Ἰσραήλ. ταῦτα τὰ δύο τάγματα, εἰ δυνατὸς εἶ, μετάγαγέ μοι καὶ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. οὐ γὰρ εἶπεν· ὅταν πάντα τὰ ἔθνη σωθῇ, τότε πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ’ >ὅταν τὸ πλήρωμα τῶν ἐΜῶν εἰσέλθῃ, τότε οὐ τὶς Ἰσραὴλ σωθήσεται μετὰ πάντα τὰ ἔθνη, ἀλλὰ μετὰ
»τὸ πλήρωμα τῶν ἐθνῶν«. εἴ τις δύναται, τὸ λοιπὸν ὥσπερ εὑρεν τὸν Ἰσραὴλ σῳζόμενον μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν, διαβὰς τῷ λόγῳ κατανοησάτω, πότε πάντες δουλεύσουσιν< κατὰ τὰ ἐν τῷ εἰρημένα >τῷ θεῷ ὑπὸ ζυγὸν ἕνα καὶ ἐκ περάτων Αἰθιοπίας θυσίας · ὅτε, ὡς ἐν ἑξηκοστῷ ἑβδόμῳ λέλεκται Ψαλμῷ·
152 »Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ«, καὶ ταῖς βασιλείαις »τῆς γῆς« προστάσσει ὁ λόγος λέγων· »ᾄσατε τῷ κυρίῳ, ψάλατε τῷ θεῷ Ἰακώβ«.
εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«· περὶ δὲ τοῦ μεθ’ ἡμᾶς σωθησομένου Ἰσραήλ· »πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ οἴκου Ἰσραήλ«. εἶτε ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων, ἐν οἷς καὶ οἱ πατέρες ἡμῶν γεγόνασιν καὶ ἡμεῖς αὐτοὶ εἰδωλολατροῦντες, φαμέν· »ἡ δὲ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν
πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν«. »ἡ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν«, καὶ τάδε τὰ εἰρημένα. οὐκοῦν εἰ μέλλει καταναλίσκεσθαι ὁ μοχθηρὸς μόχθος καὶ τὸ ψευδὲς ἔργον τῶν πατέρων, αἰσχύνην δεῖ γενέσθαι· πρὶν γὰρ αἰσχύνης
οὐ καταναλίσκεται ὁ μόχθος τῶν πατέρων < καὶ τὰ ἐπιφερόμενα. διὰ τοῦτο κατανοήσωμεν ἁμαρτανόντων διαφοράς. εἰσὶν ἁμαρτάνοντες καὶ οὐκ αἰσχυνόμενοι οὐδὲ αἰδούμενοι ἐπὶ ταῖς ἁμαρ- 11 12 τίαις αὐτῶν οὐδὲ ἐρυθριῶντες. τοιοῦτοί εἰσιν οἱ ἀπηλγηκότες καὶ ἑαυτοὺς παραδόντες πάσῃ ἀσελγείᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ᾿ ὅτε καταλέγουσιν τὰς προνείας πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐδὲ αἰδούμενοι
ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα. ὅσον οὐκ αἰσχύνονται, οὐκ ἀναλίσκονται αὐτῶν οἱ μόχθοι. οὐκ ἀναλίσκεται αὐτῶν τὰ ἁμαρτήματα. ἀρχὴ ἀγαθῶν ἐστιν τὸ αἰσχυνθῆναί σχυνθῆναί τινα ἃ οὐκ ᾐσχύνετο. διὰ τοῦτο ἐγὼ οὐ κατάραν νομίζω ἐν τοῖς προφήταις λέγεσθαι ἐν τῷ »αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν 226v
πάντες οἱ μισοῦντες Σιών«. εὔχεται γὰρ τοὺς ἀναισθήτους τῶν αἰσχύνης ἔργων εἰς συναίσθησιν ἔρχεσθαι, ἵνα αἰσχυνθέντες δυνηθῶσιν ἀναλῶσαι τοὺς μόχθους καὶ τὰ ἁμαρτήματα αὐτῶν.
ψεκτά, ὥσπερ τὰ πρόβατα τῶν πατέρων τῶν ἡμαρτηκότων· ἔστιν δέ τινα ἄλογα ἐπαινετά, οἷον· »τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούουσιν«. πρόβατα ἠν καὶ ταῦτα, οἷς ἀνάλογον ἔχομεν τὸν λόγον. ἔχοντες τὸν ποιμένα τὸν καλὸν ἐν ταῖς ψυχαῖς ἡμῶν. ἐπὰν γὰρ λέγῃ ὁ σωτήρ· »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός«· οὐκ ἀκούω μόνον
ὡς πάντες ἀκούουσιν, ὅτι ποιμήν ἐστιν τῶν πιστευόντων 153 (καὶ τοῦτο μὲν γὰρ καὶ ὑγιὲς καὶ ἀληθές), ἀλλὰ καὶ ἐν τῇ ἐμῇ ψυχῇ ὀφείλω ἔχειν ἔνδον μου τὸν Χριστόν, ἔνδον μου τὸν καλὸν ποιμένα. ποιμαίνοντα τὰ ἐν ἐμοὶ ἄλογα κινήματα, ἵνα μηκέτι ἐπὶ τὴν νομὴν ὡς ἔτυχεν ἐξέρχηται, ἀλλ᾿ ἀγόμενα ὑπὸ τοῦ ποιμένος ταῦτα τὰ ἀλλότριά
ποτε τυγχάνοντα αὐτοῦ ἴδια γένηται αὐτοῦ. διὰ τοῦτο νῦν, ἐὰν ποιμὴν, ᾖ ἐν ἐμοί, ἄρχει μου τῶν αἰσθήσεων· οὐκέτι εἰσὶν ὑπὸ νοῦν ἀλλότριον, ἢ ὑπὸ Φαραώ, ἢ ὑπὸ Ναβουχοδονόσορ, ἀλλὰ ὑπὸ τὸν καλὸν ποιμένα.
μόχθος· ἀλλὰ μόχθος ἐστὶν ἀφ᾿ ὡν τὰ πρωτότοκα ἀναφέρεται ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θεοῦ. »τοὺς υἱοὺς αὐτῶν καὶ τὰς αὐτῶν« λέγουσιν οὑτοι. τίνων »αὐτῶν« ἢ »τῶν πατέρων« οἱ υἱοὶ ἀναλίσκονται 227r ὑπὸ τῆς αἰσχύνης αὐτῶν καὶ αἱ πολλάκις εἴπομεν τὰ τῆς ψυχῆς γεννήματα, ὅτι τὰ νοήματα μέν εἰσιν
υἱοί, τὰ δὲ ἔργα καὶ αἱ πράξεις αἱ διὰ τοῦ σώματος θυγατέρες. ἐπεὶ οὖν ἐστί τινα νοήματα μοχθηρά, ὁποῖα ἐνόησαν οἱ ἀπὸ τῶν ἐθνῶν, ἔστιν δὲ καὶ ἔργα μοχθηρά, διὰ τοῦτο υἱοὶ καὶ θυγατέρες ἀναλίσκονται ὑπὸ τῶν πεποιηκότων, ἐὰν αἰσχύνη αὐτοῖς ἐγγένηται περὶ τῶν ἡμαρτημένων. ἡμᾶς δὲ μὴ εἴη ποιεῖν υἱοὺς καὶ θυγατέρας
ἀναλώσεως τῆς ἀπὸ τῆς αἰσχύνης.
κύριον. δι᾿ ὃ κάλυμμα Πὰν ἀναγινώσκηται Μωσῆς«, ὁ ἁμαρτωλὸς οὐ νοεῖ αὐτόν· »κάλυμμα« γὰρ »εἰς τὴν καρδίαν αὐτοῦ κεῖ ται«. δι᾿ κάλυμμα, ἐὰν ἀναγινώσκηται ἡ παλαιὰ διαθήκη, οὐ συνήσει ὁ ἀκούων. δι᾿ ὃ κάλυμμα καὶ τὸ εὐαγγέλιον τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον ἐλέγομεν τοίνυν περὶ τοῦ καλύμματος ὅτι ἡ αἰσχύνη ἐστὶ τὸ
κάλυμμα. ὅσον γὰρ ἔχομεν »τὰ ἔργα τῆς αἰσχύνης», δῆλον ὅτι ἔχομεν τὸ κάλυμμα κατὰ τὸ εἰρημένον που ἐν τεσσαρακοστῷ καὶ τρίτῳ Ψαλμῷ· »καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με«. παρεθέμην ὅτι ὁ μὴ ἔχων αἰσχύνης ἔργα οὐκ ἔχει κάλυμμα· ὁποῖος ἠν 154 ὁ Παῦλος 15 16 λέγων· »ἠμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα«. Παῦλος οὐν ἀνακεκαλυμμένον ἔχει τὸ πρόσωπον· οὐ γὰρ ἔχει αἰσχύνης ἔργα. ὁ μὴ ὡς Παῦλος ὢν κεκαλυμμένον ἔχει τὸ πρόσωπον. ὡς οὖν ἐκεῖ »ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν
με« εἴρηται έν τεσσαρακοστῷ καὶ τρίτῳ ψαλμῷ, τὸν αὐτὸν τρόπον εἴρηται ἐνθάδε· »ἐκάλυψεν »φησὶν« ἡμᾶς ἡ ἀτιμία ἡμῶν( 227v ὅσον ἀτιμίας ἔργα ἐργαζόμεθα, κάλυμμα ἔχομεν ἐπὶ τὴν καρδίαν ἡμῶν κείμενον. εἰ θέλομεν τὸ κάλυμμα τὸ ἀπὸ τῆς ἀτιμίας ἀποθέσθαι, ἐπὶ τὰ τῆς τιμῆς ἔργα καταντήσωμεν καὶ νοήσωμεν ἐκεῖνο τὸ ὐπὸ τοῦ σωτῆρος
εἰρημένον· »ἵνα πάντες τιμῶσι τὸν τὸν καθὼς τιμῶσι τὸν πατέρα«, νοήσωμεν καὶ τὸ παρά τῷ ἀποστόλῳ εἰρημένον· »διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις. ὁ δίκαιος ὡς τιμᾷ τὸν πατέρα τιμᾷ τὸν υἱόν<. ἡ ἀτιμία, ὅταν ἀτιμάζω τὸν υἱόν (αὐτὴ καθ᾿ ἣν ἀτιμάζω τὸν πατέρα ἢ τὸν υἱόν), ἐπικάλυμμα γίνεται τοῦ προσώπου
μου, καὶ λέγω· »καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία«. διὰ τοῦτο νοήσαντες τὸ κάλυμμα τὸ ἐπικείμενον ἀπὸ τῶν τῆς αἰσχύνης ἔργων, ἀπὸ τῶν τῆς πράξεων, περιελώμεθα περιελώμεθα τὸ κάλυμμα. ἐφ᾿ ἡμῖν ἐστιν περιαιρεθῆναι τὸ κάλυμμα, οὐδενὸς ἄλλου ἐστίν. <ἡνίκα> γὰρ <ἐπέστρεφεν πρὸς κύριον Μωσῆς, περιῃρεῖτο τὸ κάλυμμα>. ὁρᾷς ὡς
Μωσῆς ποτε λαμβάνεται καὶ ἐπὶ τοῦ λαοῦ; ὅσον οὐκ ἐπέστρεφεν πρὸς κύριον σύμβολον ὢν τοῦ λαοῦ τοῦ μὴ ἐπιστρέφοντος πρὸς κύριον, κάλυμμα εἶχεν ἐπικείμενον αὐτοῦ τῷ προσώπῳ· ὅτε δὲ ἐπέστρεφεν πρὸς κύριον σύμβολον γινόμενος τῶν ἐπιστρεφόντων πρὸς κύριον, τότε »περιῃρεῖτο τὸ κάλυμμα«. καὶ οὐχ οἷον ὁ θεὸς αὐτῷ ἐκέλευεν·
περίθου τὸ κάλυμμα (οὐ γὰρ εἶπεν ὁ κύριος πρὸς Μωσῆν· περίθου τὸ κάλυμμα), ἀλλ᾿ ἰδὼν Μωσῆς, ὅτι οὐ δύναται ὁ λαὸς ἰδεῖν τὴν δόξαν αὐτοῦ, τότε ἐπετίθει »τὸ κάλυμμα ἐπὶ τὸ πρόσωπον«, καὶ οὐ περιέμενεν θεὸν λέγοντα· περιελοῦ τὸ κάλυμμα, <ἡνίκα ἂν ἐπέστρεφεν πρὸς κύριον>.
παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν«. ἐὰν περιέλωμεν τὴν ὀργήν, περιείλομεν τὸ κάλυμμα, ἐὰν τὰ πάθη πάντα. ὅσον δὲ ταῦτά ἐστιν ἐν τῷ νῷ ἡμῶν, ἐν τῷ λογισμῷ ἡμῶν, ἐπίκειται τῷ ἔνδον προσώπῶ, τῷ ἡγεμονικῷ ἡμῶν, τὸ κάλυμμα καὶ ἡ ἀτιμία, τοῦ μὴ βλέπειν ἡμᾶς τὴν δόξαν τοῦ θεοῦ λάμπουσαν. οὐκ
ἔστιν ὁ θεὸς ὁ ἀποκρύπτων αὑτοῦ τὴν δόξαν ἀφ᾿ ἡμῶν, ἀλλ᾿ ἡμεῖς τὸ κάλυμμα ἀπὸ τῆς κακίας ἐπιτιθέντες τῷ ἡγεμονικῷ.
τῷ ἁμαρτάνομεν· ὁ μὲν γὰρ ἔτι ἐν ἁμαρτίᾳ ὢν μὴ λεγέτωἡμάρτομεν, ὁ δὲ προαμαρτήσας, ἀκριβῶς δὲ μετανοήσας λεγέτω ἡμάρτομεν, ὡς καὶ ἐν τῷ Δανιὴλ γέγραπται ἐξομολόγησις τῶν μηκέτι ἁμαρτανόντων λεγόντων· »ἡμάρτομεν, ἠνομήσαμεν«, καὶ ἐν Ψαλμοῖς· »μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων« φησὶν ὁ προφήτης. καὶ ἡμεῖς
οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τρι θημερινάς, ἀλλ᾿ εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγνημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ᾿ ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη. εἰ δὲ χθὲς ἡμάρτομεν, οὔπω ἀξιόπιστοί ἐσμεν ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων ἡμῶν· οὐδὲ χώραν 228v ἔχει ἀπαλειφ θῆναι τὰ ἁμαρτήματα ἡμῶν ταῦτα. »διότι ἡμάρρας ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἔως τῆς ἡμέρας ταύτης«. ἐκεῖνα μὲν ἄλλως λελέχθω εἰς διδασκαλίαν τὴν περὶ τρόπου ἀρίστου ἐξομολογήσεως· ταῦτα δέ ἐστιν κατηγορία τοῦ ἐκ πολλοῦ ἁμαρτάνειν. »ἀπὸ νεότητος« φησὶν »ἕως τῆς ἡμέρας ταύτης,
καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν«· ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν ἕως τοῦ παρόντος. εἶτα ἐπιστρέφαντες καὶ ἀρχὴν ἔχοντες ἐπιστροφῆς λέγουσιν τὸ >ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν<. οὐδὲ γὰρ ἅμα τῷ θέλειν ὑπακοῦσαι ἤδη εὐθέως ὑπακούομεν· καὶ γὰρ ἔτι χρόνου δεῖ, ὥσπερ ἐπὶ τῶν τραυμάτων πρὸς τὴν ἴασιν, 19 20 οὕτως καὶ ἐπὶ τῆς ἐπιστροφῆς, πρὸς τὸ τελείως καὶ καθαρῶς ἐπιστρέψαι πρὸς τὸν θεόν.
ἐπιστρέψῃ, καὶ ἐπιστραφήσεται ἐπιστροφῇ, οὐκ ἐὰν οἱονεὶ ἄρξηται ἐπιστρέφειν. εἶτά φησι· »καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα 156 αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. ἐὰν τάδε ποιήσωσιν, »εὐλογήσου σιν ἐν αὐτῷ
ἔθνη«. τίνα δὲ τάδε ποιήσωσιν, ἵνα εὐλογήσωσιν ἐν αὐτῷ ἔθνη; »ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ«. τί δὲ τὸ περιελεῖν τὰ βδελύγματα ἐκ τοῦ στόματος< ὅσα κακῶς λέγομεν, βδελύγματά εἰσιν ἐν τῷ στόματι ἡμῶν. περιέλωμεν τοίνυν τὰ βδελύγματα ἐκ τοῦ στόματος, ἡμῶν, περιαιροῦντες καταλαλιάς, λόγους
ματαίους, ἀργοὺς λόγους καὶ μέλλοντας ἡμᾶς ποιεῖν ἐγκαλεῖσθαι »ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ«. 229r εἴπερ οὖν θέλομεν ἀπαντῆσαι ἡμῖν τὸ »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ«, ποιήσωμεν τὰ ἀπ᾿ ἀρχῆς εἰρημένα. ποῖον δὲ πρῶτον; περι-
ελεῖν »τὰ βδελύγματα ἐκ τοῦ στόματος« ἡμῶν. ἑξῆς ἐστιν καὶ τὸ »ἀπὸ τοῦπροσώπου μου εὐλαβηθήσῃ«. δεύτερον τοῦτο ποιήσωμεν, οὐχ ἁπλῶς, ἵνα εὐλαβθῶμεν· τάχα γάρ ἐστιν εὐλάβεια γινομένη, οὐκ ἀπὸ προσώπου δὲ τοῦ θεοῦ. οἱ γοῦν οὐκ ἐπιστημόνως φοβούμενοι, προτιθέμενοι δὲ φοβεῖσθαι, οὐκ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβοῦνται·
ὅσοι δὲ μετ᾿ ἐπιστήμης εὐλαβοῦνται, τῷ ἀεὶ βλέπειν καὶ ἀναζωγραφεῖν ἑαυτοῖς τὸ >πρόσωπον τοῦ θεοῦ γινόμενον ἐπὶ τοὺς ποιοῦντας τὰ κακά, τοῦ ἐξολοθρευθῆναι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν<, οὗτοί εἰσιν οἱ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβούμενοι.
καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. ἴδωμεν ἡμεῖς ἑαυτοὺς οἱ ὀμνύοντες, τίνα τρόπον οὐκ ἐν κρίσει ὀμνύομεν ἀλλ᾿ ἀκρίτω, ὥστε γενέσθαι ἡμῶν τοὺς ὅρκους ἔθει μᾶλλον ἢ κρίσει. συναρπαζόμεθα γοῦν, καὶ τοῦτο ἐλέγχων ὁ λόγος φησίν· »καὶ ἐὰν ὀμόσῃ· ζῇ κύριος
ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. οἴδαμεν ἐν τῷ εὐαγγε- 21 22 λίῳ εἰρημένον ὑπὸ τοῦ κυρίου πρὸς τοὺς μαθητάς· »ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως«, ἴδωμεν δὲ καὶ τοῦτο τὸ ῥητόν· καὶ ἐὰν διδῷ θεός, συνεξετασθήσεται τὰ ἀμφότερα. τάχα γὰρ πρῶτον δεῖ ὀμόσαι »ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιρσύνῃ«, ἵνα μετὰ τοῦτο προκόψας
τις ἄξιος γένηται τοῦ μὴ ὀμνύειν ὅλως, ἀλλ᾿ ἔχειν »ναὶ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι τοῦτο, καὶ ἔχειν αὐτὸν »οὒ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι αὐτὸ 157 ἀληθῶς »οὔ«. »καὶ ὀμόσῃ« οὖν »ζῇ κύριος ἐν ἀληθίᾳ«. ἐν τῷ ὀμνύοντι πρῶτον ζητῶ τὸ μὴ ψεῦδος, ἀλλὰ τὸ ἀληθές, 229v ἵνα μετὰ ἀληθείας ὀμόσῃ· ἡμεῖς δὲ οἱ τάλανες καὶ
ἐπιορκοῦμεν. ἀλλ᾿ ἔστω »μετὰ ἀληθείας« οὐδὲ οὕτως καλῶς ὅρκος γίνεται, ἀλλ᾿ »ἐν κρίσει«. δεδόσθω γάρ, ἔθει ὀμνύω· οὐκ ὀμνύω »ἐν κρίσει«. εἰ δέοι παραλαμβάνειν εἰς, τὸν τοιοῦτον ὅρκον τὸν θεὸν τὸν τοῦ παντός, καὶ τὸν Χριστὸν αὐτοῦ ἐπὶ τόδε τὸ πρᾶγμα, πηλίκον δεῖ εἶναι τὸ πρᾶγμα, ἵνα γόνατα θῶ καὶ ὀμόσω; πρὸς τὴν ἀπιστίαν
γενομένην ἔν τισιν περὶ τοῦ λόγου μου θεραπεύων τοῦτο ποιήσαιμί ποτε, εἰ δὲ ὡς ἔτυχεν, εἰ οὕτως ὀμνύοιμι, ἁμάρτοιμι ἄν.
εἶπεν περὶ τῶν ἐθνῶν, εἶπεν καὶ περὶ τοῦ Ἰσραήλ.
πρώην εἰρημένων περὶ τοῦ Ἰούδα καὶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ τροπολογιῶν. κατοικοῦμεν γὰρ ἡμεῖς, ἐὰν ὁ θεὸς διδῷ, ἐν τῇ Ἱερουσαλήμ. ἐπεὶ >ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία< ἐὰν θησαυρίζωμεν ἐν οὐρανῷ, καὶ ἔχομεν τὴν καρδίαν ἐν Ἱερουσαλὴμ τῇ ἄνω, περὶ ἧς ὁ ἀπόστολός φησιν· »ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν,
ἥτις ἐστὶν μήτηρ ἡμῶν, ὡς γέγραπται« καὶ τὰ ἑξῆς.
καλὴν καὶ ἀγαθὴν< τούτων ἀκουόντων, τότε σπείροντες οὐ ἐπ' ἀκάνθαις. ἐὰν δὲ πρὸ τοῦ ἀρότρου καὶ πρὸ τοῦ νεώματα ποιῆσαι έν τῷ ἡγεμονικῷ τῶν ἀκουόντων, λάβῃ τις τὰ σπέρματα τὰ ἅγιαι. τὸν περὶ τοῦ πατρὸς λόγον, τὸν περὶ τοῦ υἱοῦ, τὸν περὶ τοῦ ἁγίου πνεύματος, τὸν λόγον τὸν περὶ ἀναστάσεως, τὸν λόγον τὸν
περὶ κολάσεως, τὸν λόγον τὸν περὶ ἀναπαύσεως, τὸν περὶ νόμου, τὸν περὶ προφητῶν, καὶ ἁπαξαπλῶς ἑκάστου τῶν γεγραμμένων, καὶ σπείρῃ, παραβαίνει τὴν λέγουσαν ἐντολὴν πρῶτον »νεώσατε ἑαυτοῖς νεώματα«, δεύτερον »καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις«.
ταύτῃ τῇ ἐντολῇ. καὶ σὺ γεωργὸς γενοῦ σεαυτοῦ, καὶ μὴ σπείρῃς ἐπ ἀκάνθαις, ἀλλὰ νέωμα ποίησόν μοι τὸ χωρίον, ὃ πεπίστευκέν σοι ὁ θεὸς τῶν ὅλων. κατανόησον τὸ χωρίον, ἴδε ποῦ εἰσιν ἄκανθαι, ποῦ >μέριμναι βιωτικαὶ καὶ πλούτου ἀπάτη καὶ φιληδονία. καὶ κατανοήσας τὰς ἀκάνθας τὰς ἐν τῇ ψυχῇ σου ζήτησον τὸ λογικὸν ἄροτρον, περὶ οὑ
ὁ Ἰησοῦς φησιν τὸ »οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ( ζητήσας αὐτὸ καὶ εὑρών, ἀπὸ τῶν γραφῶν συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας τοὺς καθαρούς, ἀροτρίασον καὶ νέωσον τὴν γῆν, καὶ ἵνα μηκέτι ᾐ παλαιά, ποίησον αὐτὴν νέαν >ἐκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς
αὐτοῦ καὶ ἐναυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν ποιήσεις σεαυτῷ νέωμα, καὶ ἐὰν ποιήσῃς τὸ νέωμα, λάβε σπέρματα ἀπὸ τῶν διδασκόντων, λάβι σπέρματα ἀπὸ τοῦ νόμου, λάβε ἀπὸ τῶν προ- φητῶν, ἀπὸ τῶν 230v εὐαγγελικῶν γραφῶν, αὐτοῦ ἀποστολικῶν λόγων, καὶ λαβὼν ταῦτα τὰ σπέρματα σπεῖρον τὴν ψυχὴν διὰ τῆς μνήμης
καὶ τῆς μελέτης. αὐτόματα ταῦτα δόξει ἀνατέλλειν· τὸ δ᾿ ἀληθὲς οὐκ 25 26 αὐτὰ ἀνατελεῖ μετὰ τὴν μνήμην αὐτῶν, ἀλλ' ὁ θεὸς αὐτὰ αὐζήσει· »ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὕξησεν«. καὶ εἴ τίς γε δεδύνηται κατανοῆσαι τὰς γραφάς, οὑτος πεποίηκεν νέωμα καὶ ποιήσας νέωμα ἔσπειρεν οὐκ ἐν ἀκάνθαις. ταῦτα τὰ σπέρματα οἰκονομεῖται
ὑπὸ θεοῦ οὐκ αἰφνίδιον γενέσθαι στάχυς, ἀλλ᾿ ὡς ἐν τῷ κατά Μάρκον εὐαγγελίῳ >πρῶτον χόρτος, εἶτα στάχυς, εἶτα γίνεται πρὸς x003C;. ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται οἱ ἐπὶ τὸν θερισμὸν ἐξαποστελλόμενοι· ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται πρὸς οὓς ὁ λόγος φησίν· ἐπάρατε
τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«. φησὶν οὐν ἡμῖν· »νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις«. ἐὰν δὲ πρὶν καθάρῃς σου τὴν ψυχὴν ἔτι ἔχων ἀκάνθας προ σίῃς τῷ διδάσκειν ἢ δυναμένῳ ἢ νομιζομένῳ ἢ καὶ αἰτῇς μαθήματα καὶ σπέρματα πνευματικά, παραβαίνεις
τὴν λέγουσαν ἐντολήν· »μὴ σπείρετε ἐπ' ἀκάνθαις«.
κατὰ τὸ αἰσθητὸν λέγω, οὐ μόνον οἱ ἐκ περιτομῆς κατὰ τὸν Μωσέως νόμον, ἀλλὰ καὶ ἄλλοι πολλοί. τῶν Αἰγυπτίων εἰδώλοις] οἱ ἱερεῖς περιτέμνονται, ἀλλ' ἐκείνη ἡ περιτομὴ εἰδώλοις περιτομή ἐστιν καὶ οὐκ ἔστιν τῷ θεῷ γινομένη περιτομή· ἡ δὲ Ἰουδαίων τάχα, πάντως δὲ τότε τῷ θεῷ ἐγίνετο. ἐὰν οὖν 231r λέγῃ ὁ λόγος· »περιτμήθητε τῷ
θεῷ ὑμῶν«, νοήσας τὸ ῥητὸν μετάβηθι καὶ ἐπὶ τὴν τροπολογίαν, ἵνα εὕρῃς πῶς τῶν περιτεμνομένων τροπολογιῶν (ὥστ᾿ ἂν εἰπεῖν τάχα τινὰς αὐτῶν· >ἡμεῖς ἐσμεν ἡ περιτομή<) οἱ μὲν περιτέμνονται τῷ θεῷ, οἱ δὲ περιττέμνοναι μέν. οὐ τῷ θεῷ δέ. εἰσὶν γε καὶ ἄλλοι λόγοι παρὰ τὸν λόγον τὸν τῆς ἀληθείας, παρὰ τὸν λόγον τὸν τῆς ἐκκλησίας.
περιτέμνονται τὰ ἤθη καὶ τὴν καρδίαν ὥς τε εἰπεῖν σωφρονίζουσιν οἱ φιλοσοφοῦντες, σωφρονίζουσιν οἱ ἀπὸ τῶν αἱρέσεων καὶ γίνεται αὐτοῖς περιτομή. ἀλλὰ περιτομὴ μέν, οὐ τῷ θεῷ δέ· περιτομὴ γὰρ λόγῳ ψευδεῖ παρ' ἐκείνοις γίνεται. ὅταν δὲ κατὰ τὸν ἐκ- 27 28 κλησιαστικὸν κανόνα, κατὰ τὴν πρόθεσιν τῆς ὑγιοῦς διδασκαλίας κοινωνικὸς ᾐς, οὐ περιτέτμησαι μόνον, ἀλλὰ περιτέτμησαι »τῷ θεῷ«.
οὐκοῦν έ)στιν τις ἀκροβυστία τῆς καρδίας καὶ ταύτην δεῖ περιτέμνεσθαι. ὁ ἀκριβώσας τὸν λόγον τοιαῦτα ςητῶν ἐν τῷ τόπῳ ἐξετάσει· ἡ ἀκροβυστία συγγεννᾶται, ἡ περιτομὴ ἐπίκτητός ἐστιν, καὶ ὅπερ ἐκ γενέσεως ἐλήλυθεν, τοῦτο περιαιρεῖ ἡ περιτομή. εἰ τοίνυν περιαιρεῖσθαι κελεύει ὁ λόγος »τὴν ἀκροβυστίαν τῆς καρδίας«, ὀφείλει τι εἶναι
συγγεγεννημένον τῇ καρδίᾳ, ὃ λέγει ἀκροβυστίαν, ὅπερ περιαιρεθῆναι δεῖ, ἵνα τις περιτετμῆται »τὴν ἀκροβυστίαν τῆς καρδίας«. ἐάν τις νοήσῃ τὸ »ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ ολιποί«, ἐάν τις νοήσῃ »τὸ σῶμα τῆς ταπεινώσεως‘ ἐν ᾠ γεγεννήμεθα, ἐάν τις νοήσῃ τὸ »οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ· ἀριθμητοὶ δὲ 231v μῆνες αὐτοῦτ, ὄψεται τίνα τρόπον γεγεννήμεθα μετὰ ἀκαθαρσίας καὶ ἀκροβυστίας τῆς καρδίας ἡμῶν.
ἐν τῇ ψυχῇ· οὐ γὰρ οἶόν τέ ἐστιν ἀρχῆθεν ἀληθῆ δόγματα καὶ λαβεῖν τὸν ἄνθρωπον. προενοήσατο δὲ ὁ θεῖος λόγος ἱστορίας καὶ γραφῆς τῆς κατὰ τὸ ῥητόν, ἵνα θρέψῃ τὸν κατὰ σάρκα γεγεννημένον τῷ Ἀβραὰμ ἐν τοῖς κατὰ σάρκα πρῶτον λόγοις καὶ γένηται πρῶτος x003E; ἐκ τῆς x003C;, εἰς τὸ δυνηθῆναι μετὰ τοῦτον γεννηθῆναι
τὸν x003E; ἐλευθέρας καὶ τὸν διὰ τῆς ἐπαγγελίας τοῦτο διὰ τί παρελήφθη , δύναται νοεῖσθαι ἡ ἀκροβυστία τῆς καρδίας προγινομένη τῆς περιτομῆς. χρεία οὖν ἡμῖν τὸν λόγον παραλαβεῖν τὸν καθαίροντα τὰ δόγματα καὶ περιαιροῦντα πάντα τὰ γενόμενα κατὰ ψευδοδοξίαν ἐν ἡμῖν. τοῦτο οὖν έστιν τὸ ἀποθέσθαι
τὴν ἀκροβυστίαν τῆς καρδίας ἡμῶν· εἰ γὰρ καρδία ἐστὶν ἔχουσα καθ' ἡμᾶς τὸ ἡγεμονικόν, ἔνθα ἐστὶν τὰ νοήματα, ὅθεν οἱ >διαλογισμοὶ ἐξέρχονται οἱ x003C;, ὁ περιαιρούμενος τοὺς διαλογισμοὺς 29 30 τοὺς πονηροὺς »τὴν ἀκροβυστίαν τῆς καρδίας« περιαιρεῖται, ὁ ἀποτιθέμενος τὴν ψευδοδοξίαν περιτέτμηται »τὴν ἀκροβυστίαν τῆς καρδίας« αὐτοῦ καὶ γίνεται ἀνὴρ Ἰούδα καὶ κατοικῶν Ἱερουσαλήμ<, περιτεμνόμενος. ἐὰν δέ τις μὴ ἀποθῆται »τὴν ἀκροβυστίαν
τῆς καρδίας« αὐτοῦ, ἴδωμεν τί ἀπειλεῖ αὐτῷ ὁ λόγος· »μή πως ἐξέλθῃ« φησὶν »ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων«. ἐξέρχεται οὖν ὡς πῦρ ὁ θυμὸς τοῦ κυρίου 161 ἐπὶ τοὺς μὴ περιτμηθέντας τῷ θεῷ, ἐπὶ τοὺς μὴ ἀποθεμένους »τὴν ἀκροβυστίαν τῆς καρδίας« 232r αὐτῶν, »καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας
ἐπιτηδευμάτων« αὐτῶν. τὸ πῦρ ἐκεῖνο ὕλην ἔχει τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν. ὅπου οὐκ ἔνι πονηρία ἐπιτηδευμάτων, οὐκ ἔχει τὸ πῦρ ὅπου νεμηθῇ. ὅτι δὲ ἡ ὕλη ἐκείνου τοῦ πυρὸς ἧ πονηρία ἐστὶν τῶν ἐπιτηδευμάτων, ἄκουε τοῦ προφήτου λέγοντος· »καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων
ὑμῶν«.
ὁ σωτὴρ ἡμῶν«.
παραλαμβάνεται σάλπιγξ. ἐν τοῖς Ἀριθμοῖς ὁ τοιοῦτος λόγος σάλ- πιγξ ἐστίν· οἷον ἐμοὶ κελεύει ὁ λόγος καὶ εἴ τινι ἄλλῳ δέδοται δὲ τῷ βουλομένῳ καὶ ζητήσαντι τὸν νοῦν τῶν γραφῶν) κελεύει ποιῆσαι »σάλπιγγας ἀργυρᾶς ἐλατάς«. οὕτω φησὶν ὁ λόγος· »σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς, καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν
εἰς τὰς πόλεις τὰς τειχήρεις«. εἰς ἀτείχιστον πόλιν οὐ βούλεται ἡμᾶς εἰσελθεῖν ὁ λόγος τοῦ θεοῦ, ἀλλ’ εἰς ἡ ἐκκλησία τοῦ ζῶντος < τετειχισμένη ὑπὸ τῆς < τοῦ λόγου οὗτος 31 32 γάρ ἐστιν τὸ τεῖχος) † ἐν τῷ ἑπτακαιδεκάτῳ κεῖται Ψαλμῷ, ὅτι καὶ τεῖχός ἐστιν ὁ θεός.
σπεύσατε ἐπὶ τὸ Σκοπευτήριον, »ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην«· τῶν ἐπαγομένων κακῶν »ἀπὸ βορρᾶ«, βορρᾶ τοῦ ἀντικειμένου, ὡς πολλάκις λέλεκται, ὃς ἐὰν εὑρεθῇ μὴ σπεύσας μηδὲ εἰσελθὼν » εἰς τὰς πόλεις τὰς τειχήρεις«, μὴ γενόμενος ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ«, ἀλλ᾿ ἔξω ἑστηκώς, αὐτὸς ὑπὸ τῶν
πολεμίων καταληφθεὶς ἀναιρεθήσεται. τίς δέ ἐστιν ὁ πολέμιος; ἴδωμεν ἐκ τῶν ἑξῆς τίνα τρόπον λέγεται· »ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν«. οὑτός ἐστιν ὁ πολέμιος, ὃν δεῖ ἡμᾶς φυγεῖν. λέων 162 ἡμᾶς καταδιώκει. τίς οὑτος; Πέτρος Πέτρος διδάσκει λέγων· »ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ
ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει«· καὶ κατὰ τὸν ἔνατον Ψαλμὸν »ἐνεδρεύει ἐν ἀποκρύφῳ, ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ«. καὶ ἐνεδρεύει οὑτος ὁ λέων οὐχ ἡμέρας, ἀλλ’ ἐπὰν γένηται νύξ· κατὰ γὰρ τὸν ἑκατοστὸν τρίτον Ψαλμόν· »ἒθου σκότος καὶ ἐγένετο νύξ. έν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ
δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς«.
κρείττων γὰρ εἶ αὐτοῦ, ὁποῖος ἐὰν ᾖς· ἐκεῖνος διὰ τὴν κακίαν κάτω ἐστίν. »ἀνέβη« οὖν »λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν«· ἀναβὰς »ἐκ τῆς μάνδρας αὐτοῦ«, τόπου τοῦ οἰκείου τῇ κολάσει ἑαυτοῦ, »ἐξολοθρεύων ἔθνη ἐξῆρεν· ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν( βούλεται 33 34 σου εἰς τὴν γῆν, περὶ ἡς 233r πρὸ βραχέως ἐλέγομεν. ἕκαστον ἡμῶν βούλεται νεμηθῆναι. ἔρχεται οὐν »τοῦ θεῖναι τὴν γῆν σου εἰς ἵνα καταπατήσῃ τὰ σπέρματα ὁ λέων , ἵνα ποιήσῃ ἔρημόν σου τὴν γῆν. »καὶ πόλεις σου καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι
αὐτάς. ἐπὶ τούτοις περιζώσασθε σάκκους«. ἐπεὶ οὖν ἀνέβη λέων καὶ ἀπειλεῖ σοι λέων καὶ βούλεταί σου ἀφανίσαι τὴν γῆν, περίζωσαι σάκκον, κλαῖε καὶ πένθει, διὰ τῶν εὐχῶν παρακάλει τὸν θεόν, ἵνα τοῦτον τὸν λέοντα ἐξολοθρεύσῃ ἀπὸ σοῦ καὶ μὴ ἐμπέσῃς αὐτοῦ εἰς τὸ στόμα. »ὃν πρόπον« γὰρ »ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος
λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου«· οὗτος ὁ λέων ζητεῖ τῶν ὤτων σε λαβεῖν, ἴνα διὰ τῆς λιχνείας σου λόγους ψευδεῖς σοι παραβαλὼν ἐκστήσῃ σε ἀπὸ τῆς ἀληθείας, βούλεταί σου ἀπὸ τῆς ἀληθείας ἁρπάσαι τοὺς πόδας καὶ καταφαγεῖν. ἀλλὰ σὺ περίζωσαι σάκκους καὶ κόπτου καὶ κλαῖε καὶ ἀλάλαζε βλέπων τὸν πολέμιον τὸν ἐνεστηκότα,
ἵνα ἀποστραφῇ »θυμὸς ὀργῆς κυρίου« ἀπὸ σοῦ, καὶ ἀποστραφέντος τοῦ θυμοῦ δυνηθῇς ἐν ἀμεριμνίᾳ γενόμενος, μηκέτι τοῦ λέοντος ὑπεισερχομένου σοι, τῷ σε εἰσεληλυθέναι εἰς τὴν τειχήρη πόλιν, δοξάζειν τὸν ῥυόμενόν σε θεὸν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Jeremiam (Homiliae 1-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.