Zu Joh. 11, 51.
ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρός· ἢ καὶ οἰκοδομικόν τι ποιήσας ἤδη καὶ οἰκοδόμος. καί τινες μὲν βούλονται μὴ ἀπὸ τοῦ ἁγίου πνεύματος ματος τὸν καινάφαν εἰρηκέναι διὰ τὸ λέγειν τὸν Δαυεὶδ ἁμαρτήσαντα· Καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ‘ , καὶ μὴ κατοικεῖν αὐτὸ ἐν σώματι κατάχρεῳ ἀμαρτίᾳ, ἀλλ’ ὑπὸ ἐνεργείας πονηρῶν
πνευμάτων. δύνασθαι γάρ φασιν ἔστιν ὅτε προλέγειν τοὺς δαί- 1 2 3 4 5 μονας ὡς ἐπὶ Παύλου τὸ πνεῦμα τοῦ πύθωνος, καὶ ἐπὶ τοῦ σωτῆρος τὸ »Ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;« μανθάνομεν δὲ ὅτι οὐ πάντα λέγουσιν ἀφ᾿ ἑαυτῶν οἱ ἄνθρωποι, ἀλλά τινα καὶ ἐνεργούμενοι ἢ ὑπὸ κρείττονός τινος δυνάμεως ἢ ὑπὸ χείρονος. πλὴν ὥσπερ τινὲς τῶν
ἑτεροδόξων τὸν νοῦν τῆς γραφῆς ᾶρελδἐχπμται, οὕτως οἱ Φαρισαῖοι τὸ ὑπὸ Καιάφα ῥηθὲν πρὸς τὸν ἐαυτῶν ἐκλαμβάνουσι νοῦν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.