Zu Joh. 11, 38.
»ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον( πάλιν δὲ ἐπιτιμᾷ τῷ πάθει, ἵνα μάθωμεν ὅτι ἄνθρωπος γέγονεν ἀτρέπτως ὡς ἡμεῖς. »Ἠν δὲ σπή- λαιον καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτοῦ«. ἐτέθη γὰρ οὐκ ἐν οἰκοδο- 1 2 3 4 5 6 μητῷ τινι μνημείῳ ἀλλ’ ἐν λαξευτῷ. καὶ τάχα διὰ τοῦτο οὐαὶ τοῖς οἰκοδομοῦσι τάφους ἢ μνημεῖα. οἰκοδομεῖσθαι γὰρ δεῖ οἰκίας, καὶ ναόν, καὶ εἴ τι τοῖς ζῶσίν ἐστι χρήσιμον. εἶτά φησιν· »Ἄρατε τὸν λίθον«· ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἠν, οὐχ ἥψατο αὐτὸς τοῦ λίθου, ἀλλ᾿ ἑτέροις ἐπέτρεψεν ἀραι τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον.
τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος ἐν τῇ Γενέσει καὶ ἐμποδίζοντος τὰ πρόβατα τοῦ πίνειν, ἀφ’ ὧν ἔμελλε γενέσθαι τὰ ἐπί σημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει ἐπιλαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτόν. καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ἰακώβ, ἔξω δὲ τοῦ σπηλαίου
στῆναι τὸν ἰησοῦν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.