Zu Joh. 9, 16.
ἐπειδὴ γὰρ σημείων διαφοραὶ εἰσιν, ὥστε ποιεῖν , καθ’ ἅ φησιν ὁ ἀπόστολος, καὶ τὸν ἐν νόμῳ καὶ τὸν ἄνομον, ὅν ὁ κύριος ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, ἐν πάσῃ δυνάμει, σημείοις καὶ τέρασι ψεύδους, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν, τῷ » Τὰ » τοιαῦτα« εἴρηται ὡς ὑπερβαίνει τὰ διὰ Χριστοῦ γενόμενα τῷ καὶ
ἀληθῆ εἶναι καὶ μεγάλα ἐπὶ γῆς. εἰ δέ τις ὡς οὐχ ὑγιῶς λεγομένῳ τῷ » Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; « * * ἀναγινώσκων τὰς τοῦ Σαμφὼν πράζεις ἐρεῖ μηδὲ ἁμαρτήματα εἶναι τὰ ὑπὸ τοῦ Σαμψὼν γενόμενα, οἷον τὰ περὶ γυναῖκας, ἀλλ’ οἰκονομίας δηλουμένας· οὐ γὰρ πρόσκειται τὸ » Ἐποίησε τὸ πονηρὸν
» ἐνώπιον Κυρίου«.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.