Zu Joh. 9, 14.
οἱ ὀφθαλμοί, ἀλλ' ὅτι ἐνέβλεψε. δι’ ὅλου δὲ τοῦ περὶ τοῦ τυφλοῦ τόπου τηρήσεις ἀμφότερα, τῶν μὲν τοῦτο λεγόντων τῶν δὲ ἐκεῖνο, καὶ σχίσματος γενομένου. τηρήσεις δὲ καὶ ἐν τῷ Ἡσαίᾳ προφητεύοντι περὶ Χριστοῦ ἐπιδημίας ὅτι ἐρχεται ὀφθαλμοὺς τυφλῶν 1 2 3 ἀνοῖξαι. ἑξῆς δὲ ἔστιν ἰδεῖν καὶ τὸν ἀποκρινάμενον πῶς μὲν τοῖς προτέροις πῶς δὲ τοῖς δευτέροις ἀποκρίνεται τοῖς μὲν προτέροις ἀκριβέστερον, ὡς γείτοσι καὶ θεωροῦσιν αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἠν, τοῖς δὲ Φαρισαίοις οὔτε τὰ περὶ τοῦ Σιλωὰμ διηγήσατο,
οὔθ' ὅτι ὁ σωτὴρ τὸν πηλὸν ἐποίησεν, οὔθ' ὅτι προσέταξέ τι αὐτῷ. καὶ τάχα ὁρῶν ὁ θεραπευθεὶς τῶν μὲν προτέρων ἐχομένην τὴν πεῦσιν πεῦσιν τῶν δὲ δευτέρων κακοηθείας, οὕτως ἑκατέροις ἀποκρίνεται.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.