Zu Joh. 9, 8.
τοὺς ἀπὸ τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν Ἑλλήνων καὶ βαρβάρων οἱονεὶ αἰτοῦντας ὠφέλειαν , ἀπορίᾳ πρέποντος πορισμοῦ † τῷ λογικῷ τῆς ἀληθείας ἀπεριστάτως πλουσίων θεωρημάτων. ἀλλ ἀπαγορεύων τὴν τοιαύτην διαζήτησιν ὁ λόγος φησί που· Τέκνον, ζωὴν ἐπαιτήσεως † μὴ βιώσῃ, ὡς κρεῖττον ἀποθανεῖν ἢ ἐπαιτεῖν«.
ἐπαιτεῖν δὲ αἰσχύνεται ὁ ἐν τοῖς εὐαγγελίοις οἰκονόμος τῆς ἀδικίας, καὶ διὰ τοῦτο τῷ μὲν ὀφείλοντι ἑκατὸν κόρους σίτου ἔλεγε· » Δάξαι σου τὸ γράμμα καὶ γράφε ἑξήκοντα«, τῷ δὲ ἑκατὸν βάτους ἐλαίου· »Δέξαι σου τὸ γράμμα καὶ ποίησον ὀγδοήκοντα«, προκρίνας τοῦ μετ αἰσχύνης ἐπαιτεῖν τὸ λαβεῖν ἀπὸ τοῦ ὀφείλοντος τῷ κυρίῳ , καὶ
διὰ τοῦτο ἐπαινεθείς. οὐ μόνον τοίνυν ὁ Ἰησοῦς ἀπήλλαξε τὸν ἀπὸ γενετῆς τῆς τυφλότητος, ἀλλὰ καὶ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τῷ βλέπειν καὶ θεωρίαν πῶς ποριστέον αὐτῷ ἔσται τὰ πρὸς σωτηρίαν ψθχῆς ἀναγκαῖα. ἐνταῦθα μὲν οὐν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πεάξεσιν ἡ χωλότης, ὡν ὁ ἀπαλλαγεὶς
οὐ προσαιτήσει ἔτι.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.