Zu Joh. 3, 34.
»Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα«. ὁ δέ γε σωτὴρ ἀποσταλεὶς ἐπὶ τῷ τὰ ῥήματα τοῦ θεοῦ λαλεῖν οὐκ ἐκ μέρους δίδωσι τὸ πνεῦμα. οὐ γὰρ λαβὼν αὐτὸς ἑτέροις παρέχει, ἀλλ᾿ ἀποσταλεὶς ἄνωθεν καὶ ἐπάνω πάντων ὑπάρχων δίδωσιν αὐτό, τυγχάνων αὐτοῦ πηγή. ἑρμηνεύσομεν δὲ καὶ ἑτέρως τὸ »Τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς
»λαμβάνει«. ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυρούσας περὶ Χριστοῦ. οὐδεὶς τῶν ἀνεξετάστως ἐντυγχανόντων ταῖς γραφαῖς ἰουδαίων ἐλάμβανε τὴν [ περὶ αὐτοῦ] μαρτυρίαν· μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν· »Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ »οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν« λαμβάνοντος τὴν περὶ
μαρτυρίαν καὶ σφραγίζοντος ὅτι ὁ θεὸς ἀληθής ἐστιν, προεπαγγειλάμενος τὸ εὐαγγέλιον διὰ τῶν προφητῶν. φέρεται δὲ καὶ ἐν ἑτέροις ἀντιγράφοις· »Οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα« σημαινούσης καὶ ταύτης τῆς γραφῆς μὴ μέτροις 〈προσ〉έχειν τὸν ἀποσταλέντα, ὥστε πεφεισμένως καὶ ἐκ μέρους παρέχειν καὶ εὐαριθμήτοις τισίν, ἀλλὰ
δαψιλῶς καὶ πλουσίως πᾶσι τοῖς εὑρισκομένοις τοῦ λαβεῖν ἀξίοις.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.