Zu Joh. 3, 31.
εἰληφότων τὴν μαρτυρίαν αὐτοῦ, [[ὡς αὐτὸς πάλιν ὁ Ἰωάννης ἐπιφέρει, φάσκων· »Ὁ λαβὼν τὴν αὐτοῦ μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀλη- »θής ἐστι«.]] πῶς δὲ οἶόν τε εἶναι ἀληθές, λαμβανόντων αύτοῦ τὴν μαρτυρίαν τινῶν, τὸ Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει«; λυτέον οὖν τὸ ἠπορημένον οὕτως· Ἰησοῦς, ἄνωθεν ἐληλυθὼς λαλῶν
τε ἃ ἤκουσε καὶ εἶδεν, ὑψηλοτάτην καὶ πάνυ μεγάλην τὴν μαρτυρίαν λέγει περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ· καὶ οὐδεὶς λαμβάνει ταύτην τὴν μαρτυρίαν ὡς αὐτὸς αὐτὴν λέγει, τῷ τοὺς ἀκροατὰς ἀρχὴν τοῦ λαμβάνειν ἔχοντας πολὺ ἀπολείπεσθαι τοῦ μεγέθους τῆς μαρτυρίας. ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως,
ἀλλ᾿ οὐν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερχομένους τῇ πίστει. ὅθεν οὐ μάχεται τὸ »Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν« τῷ μηδένα αὐτὴν εἰληφέναι, τῷ ἑτέρως μὲν μὴ λαμβάνεσθαι αὐτήν, * * * οἳ καὶ ἐκ τοῦ εἰληφέναι τὴν Ἰησοῦ μαρτυρίαν σφραγίζουσι καταθέσει βεβαίᾳ τὸν θεὸν ἀληθῆ εἶναι, μαθόντες ὅτι ὁ παρ’ αὐτοῦ ἀποσταλεὶς τοῦ θεοῦ τὰ ῥήματα λαλεῖ· ἐπείπερ οὐκ ἐστὶν ἐκ τῆς γῆς, οὐδὲ ἐκ ταύτης φθέγγεται. οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα ὁ θεός.]]
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.