Zu Joh. 3, 31.
ὡς ὄντων ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς φωνούντων· τοῦ ἄνωθεν ἐρχομένου θεοῦ λόγου ἐπάνω πάντων ὑπάρχοντος καὶ λαλοῦντος ἃ ἑώρακεν καὶ ἤκουσεν. ἀλλὰ καὶ οἱ προφῆται, ἔχοντες τὸν ἄνωθεν ἐρχόμενον πρὸς αὐτοὺς λόγον, ἃ εἶδον διανοίᾳ καὶ ἤκουσαν τοῖς ὠσὶ τοῦ ἴσω ἀνθρώπου λαλοῦσιν οὐράνια καὶ θεϊκά. ἕκαστος γὰρ αὐτῶν ἐρεῖ·
»Τάδε λέγει Κύριος‘· καὶ »Ἐγένετο λόγος Κυρίου πρός με«, λέγων. φανερώτερον περὶ τούτου φησὶν ὁ Σολομὼν ε3ἰπών· »Οἱ ἐμοὶ λόγοι »εἴρηνται ὑπὸ θεοῦ.« διὸ γέγραπται· » Πολυμερῶς καὶ πολυτρόπως »πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχά- »του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν τυγχά-
»νουσιν, ἐν υἱῷ «.]] ἀμέλει γοῦν ἃ ἑώρακε καὶ ἤκουσε ταῦτα διδακτι- 1 2 3 4 5 κῶς τοῖς ἀνθρώποις ἐλάλει. ταῦτα δὲ ἐφαρμόζει τῇ οἰκονομίᾳ· περὶ γὰρ τῆς θεότητος ταῦτα οὐκ ἀκόλουθον ἐκλαμβάνειν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.