Zu Joh. 3, 31. 34.
ἑτέρου λέγοντες θεοῦ καὶ ἑτέρου τὴν καινὴν διαθήκην τιθέντες, 1 2 3 4 5 φασὶ τὸν Ἰωάννην περὶ ἑαυτοῦ καὶ τῶν ἑτέρων προφητῶν εἰρηκέναι τὸ »Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ«, περὶ δὲ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ· »Ὃν γὰρ ἐπέστειλεν ὁ θεὸς τὰ ῥήματα αὐτο·ῦ »λαλεῖ«, ἐλεγκτέον αὐτοὺς ψευδῶς μᾶλλον δὲ ἀσεβῶς τοῦτο δογματίζοντας. [[ αὐτὸς γὰρ ὁ βαπτιστὴς περὶ ἑαυτοῦ λέγει· »Ὁ πέμψας
»με βαπτίζειν ἐν τῷ ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ »πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, † ἐκεῖνός ἐστιν ὁ βαπτί- »ζων έν πνεύματι ἁγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός »ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«. εἰ γὰρ ὁ πέμψας αὐτὸν βαπτίζειν ὁ πατήρ ἐστι, λέγων αὐτῷ περὶ τῆς καθόδου τοῦ πνεύματος, καὶ ὡς ὁ
χριστὸς υἱὸς αὐτοῦ τυγχάνει, πῶς λέγων ἃ παρὰ τοῦ πατρὸς τοῦ χριστοῦ ἤκουσεν ἐκ τῆς γῆς λαλεῖ; ἅμα καὶ τοῦ εὐαγγελιστοῦ γράφοντος περὶ αὐτοῦ· »Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, »ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἠλθεν εἰς μαρτυρίαν , ἵνα μαρτυρήσῃ »περὶ τοῦ φωτός«.]] εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου πρφῆται ἐκ
τῆς γῆς ἐλάλουν , πῶς περὶ Χριστοῦ μαρτυροῦσιν; ὡς περὶ τῶν γραφῶν αὐτῶν ὁ σωτὴρ εἶπεν· »Αὑταί εἰσιν αἱ μαρτυροῦσαι περὶ »ἐμοῦ».
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.