Zu Joh. 3, 19.
δὲ μὴ τοῦτο δηλούσθαι, τὸ ἀμφότερα αὐτοὺς ἀγαπῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν, ἢ μᾶλλον τὸ φῶς ἀγαπᾶν, ἁλλὰ τοιαύτην εἶναι τὴν διάνοιαν· α'ὐτεξούσιοι ὄντες οἱ ἄνθρωποι, τῷ προαίρεσιν ἐλευθέραν ἔχειν, ὀφείλοντες τὸ φῶς ἀποδέχεσθαι καὶ τὸ σκότος φεύγειν ἀνάπαλιν πεποιήκασιν οἱ ἔχοντες ἔργα πονηρά, ὡς τὸ σκότος ἀγαπῆσαι, μηδαῶς
μῶς δὲ τὸ φῶς. συγκριτικῶς δὲ ἀκούειν οὐ χρὴ τοῦ πλεῖον ἠγαπηκέναι αὐτοὺς τὸ σκότος ὑπὲρ τὸ φῶς· οὐδ᾿ ὅλως γὰρ αὐτὸ ἠγάπησαν, μισήσαντες αὐτό. καὶ ὅτι αὕτη ἡ νόησις ὀρθῶς ἔχει ἐξ αὐτοῦ τοῦ προκειμένου παρίσταται. διὰ τοῦτο γὰρ αὐτοὺς ἠγαπηκέναι τὸ σκότος λέγει ἢ τὸ φῶς ἐπείπερ φαῦλα πράσσοντες μισοῦσι τὸ φῶς.
εἰ δὲ μισοῦσιν αὐτό, οὐ συγκριτικῶς ἀγαπῶσι τὸ σκότος. εἰς τοῦτο λήψει καὶ τὸ γραφόμενον ὑπὸ τοῦ ἀποστόλου περὶ τῶν πονηρῶν ἀνθρώπων, ὡς εἶεν »φιλήδονοι μᾶλλον ἢ φιλόθεοι«. καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει δηλοῦται ὅτι μόνην τὴν ἡδονὴν ἀλλ' οὐ θεὸν φιλοῦντες μᾶλλον φιλήδονοι ἢ φιλόθεοι εἴρηνται. καὶ ἐν Ψαλμοῖς δὲ περὶ φαύλου
τινὸς γέγραπται· »Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην«. οὐ γὰρ ἀμφότερα ἀγαπῶν μᾶλλον τὴν κακίαν ἠγάπησεν.]]
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.