Zu Joh. 3, 26f.
»βάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδόμενον ἐκ τοῦ οὐρανοῦ‘· τουτέστιν Οὐ δύναται ἄνθρωπος ἔχειν τι χάρισμα θεῖον, ἐὰν μὴ ᾖ δοθὲν αὐτῷ ἐκ τοῦ οὐρανοῦ. δίδοται δὲ τὰ ἐκ θεοῦ χαρίσματα τοῖς πίστει καὶ ἀρετῇ πρὸς τὸ λαβεῖν αὐτὰ παρεσκευασμένοις. μάθετε τοίνυν ὡς κἂν ἐγὼ λαβὼν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχω τὸ βαπτίζειν δι᾿ ὕδατος εἰς μετάνοιαν,
πολὺ ἀπολείπομαι τοῦ δεδωκότος μοι αὐτό. καὶ ὅτι οὐ νῦν ἀλλὰ πρότερον ταῦτα λέγω, ἡμᾶς ἔχω μάρτυρας ὡν εἶπον τοῖς ἐρωτήσασιν εἰ ἐγώ εἰμι ὁ χριστός. παρῆτε γὰρ λέοντός μου ὡς τοῦ χριστοῦ πρόδρομός εἰμι, καὶ οὐκ αὐτὸς ὁ χριστός. μὴ προσκοπτέτω δέ τις ὡς οὐκ ὀρθῶς εἰρημένῳ τῷ »Οὐ δύναται ἄνθρωπος λαμβάνειν
»οὐδέν«.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.