Zu Joh. 3, 19.
κόσμον καὶ ἠγάπησαν. οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Εἰ γὰρ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἶχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι οἱ μὴ πράξαντες αὐτά, [[ ὡς ἂν οἱ τὰς κακίας ἐνεργοῦντες τόπον ἀπολογίας εἶχον, φάσκοντες μὴ ἐγνωκέναι αὐτὰ ὄντα κακά]]. ἀλλ’ ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης
πεπλανημένης ἀπολογίας φυγαδευομένης κρίσις ἔσται ἐξεταστικὴ τῶν πράξεων καὶ τοῦ φρονήματος [ἐξ] ἑκάστου· ὡς ἀποδεχθῶναι 1 2 3 4 βασιλείας θεοῦ τυχεῖν τοὺς τὸ φῶς ἀγαπήσαντας, ἐκ τῆς πρὸς αὐτὸ ἀγαπήσεως φῶς καὶ αὐτοὺς γεγενημένους δι’ εἴργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς ὡς μισῆσαι τὸ σκότος τοῦτο δέ ἐστιν ἡ κακία καὶ ἡ ἀσέβεια), τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης
πάροχον θεὸν κολάσεων αἰωνίων πειρασθῆναι· ἐπείπερ σπουδάζοντες ἔχειν ἔργα πονηρὰ ἐμίσησαν τὸ φῶς, διὰ φανερώσεως ἐλέγχον αὐτῶν τὰ φαῦλα ἔργα· »Πᾶς γὰρ ὁ φαῦλα πράσσων μιμεῖ »τὸ φῶς«, οὐδ’ ὅλως προσελθεῖν αὐτῷ βουλόμενος, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ ὄντα πονηρά, κρύπτειν αὐτὰ βουλόμενος ἵνα μὴ παρ’
ἄλλους καταγνωσθῇ· ἀλλ’ εἰ καὶ οὗτος μισεῖ τὸ φῶς, ἀλλ᾿ οὖν ὁ τῆς ἀληθείας ἐργάτης ἔρχεται πρὸς τὸ φῶς, φανερωθῆναι θέλων τὰ ἔργα ἃ ποιεῖ ὅτι ἐν θεῷ ἐστιν ἐπιτελούμενα. καλῶς εἶπεν· »Ὁ »τὰ φαῦλα πράσσων« καὶ »Ὁ ποιῶν τὴν ἀλήθειαν«, οὔτε Ὁ Ὁ ποιήσας
ἀποστῆναι μὲν τῆς κακίας † ἰδεῖν δὲ πρὸς τὸ καλόν· καὶ τὸν τῇ ἀληθείᾳ χαίρειν ἐπαγγελλόμενον νεῦσαί ποτε πρὸς τὸ χεῖρον. διὸ εἶπε τὸ »Πράσσων« καὶ τὸ »Ποιῶν«. οὔτε γὰρ ἔνεστι περὶ τὴν κακίαν διακείμενον χαίρειν τῷ καλῷ, καὶ ὁ τῆς ἀληθείας ἐραστὴς πάντως ἐστὶ τῶν καλῶν ἐπιθυμητής.]] τὸ δὲ ἔρχεσθαι καὶ μὴ ἔρχεσθαι πρὸς
τὸ φῶς οὐ τοπικῶς ἀλλ’ ἐνεργητικῶς ἐκλαβεῖν δεῖ, ἐρχομένου πρὸς αὐτὸ παντὸς τοῦ κατ᾿ ἀρετὴν πράττοντος. ὁ γὰρ φαῦλος, ἐνεργῶν τὴν κακίαν, παραιτεῖται φωτὶ συνεῖναι· ἀσυνύπαρκτα γὰρ τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ φῶς καὶ τὸ σκότος· [[ταὐτὸν δὲ ἐν τούτοις φῶς καὶ τὸ ἀγαθόν, τὸ σκότος καὶ τὸ κακόν]]. ἀλλ᾿ ἐπεὶ οἱ ἀπὸ
τῶν αἱρέσεων οἴονται φύσει τινὰς εἶναι ἐν σκότει καὶ ἀγαπᾶν αὐτό, ἐπίστησον τοῖς εἰρημένοις ὅτι αὐτῶν ἕκαστος προαιρέσει έν σκότει ἐστὶ καὶ ἀγαπᾷ αὐτό· »Ἠγάπήσαν, γάρ φησιν, οἱ ἄνθρωποι † τὸ » σκότος μᾶλλον ἢ τὸ φῶς«, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. οὐ γὰρ διὰ τὸ σκότος εἶναι πονηρὰ ἔχουσιν ἔργα· ἀλλ᾿ ὅτι πονηρὰ ἔχουσιν 5 6 7 ἔργα, τὸ σκότος ἀγαπῶσι. καὶ πάλιν οὐ τῷ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς φαῦλα πράττουσιν· ἀλλὰ τῷ φαῦλα πράττειν οὐκ ἔρχονται πρὸς τὸ φῶς. [[ἐφ᾿ ἡμῖν δὲ τὸ πράττειν τὰ φαῦλα ἢ τὸ φῶς καὶ ποιεῖν τὴν ἀλήθειαν.]]
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.