Zu Joh. 3, 18, 19.
»τὸν κόσμον«. καὶ ἐν αὐτῷ τούτῳ τῷ εὐαγγελίῳ Ἰησοῦς λέγει· »Εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθα«. λυτέον οὖν τὸ ἐπαπορηθέν. κἂν ἀμφότερα Ἰησοῦς ἐληλυθὼς ποιῇ , τό τε κρῖναι τὸν κόσμον καὶ τὸ σώζειν αὐτόν, ἀλλὰ θάτερον διὰ θάτερόν ἐστιν. εἰς κρίμα γὰρ ἐλήλυθεν εἰς τὸν κόσμον ἴνα σώσῃ αὐτόν (οὐ γὰρ σώζει ἵνα κρίνῃ),
καὶ ὥσπερ ἰατρὸς πρὸς κάμνοντα ἔρχεται ἕνα ὑγιάσῃ αὐτόν. τοῦτο γὰρ τέλος τῆς τοῦ ἰατροῦ ἀφίξεως, κἂν ἄλλα τινὰ γίνηται, οἶον τομὴ ἢ καῦσις. οὐ γὰρ προηγουμένως ἐπὶ τῷ τεμεῖν * * ἡ ἀλλ᾿ ἐπὶ τῷ ὑγιάσαι. ἐξῆς ἐπὶ τούτοις τὸ »Ὁ πιστεύων εἰς αὐτὸν »οὐ κρίνεται«. ὁ γὰρ διὰ πίστεως ἐπὶ τὴν τελείαν σωτηρίαν φθάσας
οὐχ υποκειται κρίσει. ο μέντοι μη πιστευσας αυτοκατακριτος ων ἤδη κέκριται.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.