Zu Joh. 3, 18.
>υἱὸς< προσηγορίαν ἐπὶ μόνου τοῦ ἐκ Μαρίας κεῖσθαι, μὴ μὴν ἐπὶ θεοῦ λόγου. [[ἰδοὺ γὰρ καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐστὶν ὁ εἰς τὸν ἀποσταλείς. ἀπεστάλη δὲ εἰς τὸν κόσμον οὐ τὸ ἐκ τῆς παρθένου ληφθὲν (ἐνταῦθα γὰρ συνέστη ἐξ αὐτῆς τεχθέν), ἀλλὰ θεὸς λόγος ὢν αληθείᾳ καὶ φῶς ἀληθινόν. περὶ γὰρ τοῦ αὐτοῦ πρεσβείαν προσάγουσι
τῷ θεῷ οἱ λέγοντες· »Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή- »θειάν σου«, καὶ πάλιν γέγραπται· »Ἐξαπέστειλεν ὁ θεὸς τὸν λόγον » αὐτοῦ καὶ ἰάσατο αὐτούς«.]]
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.