Zu Joh. 3, 14.
θηρίων ἀπιστήσαντες θεῷ, τῷ τὴν γῆν αὐτοῖς ἐπαγγειλαμένῳ, οὕτως σωθήσονται ἀτενίζοντες τῷ ὑψωθέντι ὄφει διὰ τὸν προστάξαντα τοῦτο γενέσθαι θεόν. οὐ γὰρ ἡ τοῦ κατασκευάσματος φύσις ἀλλ’ ὁ ἐντειλάμενος αὐτοῖς τοῦτο γενέσθαι τῆς σωτηρίας αὐτοῖς τὴν αἰτίαν παρέσχεν. καὶ οἱ νοητοὶ δὲ ὄφεις θανάτω τοὺς ἀνθρώπους
ὑπέβαλον δι᾿ ἁμαρτημάτων, τὸν ἐὸν αὐτοῖς τῆς ἰδίας πονηρίας ἐνιέντες. καὶ δὴ πολλοῦ τοῦ κατὰ τῶν ψυχῶν θανάτου γεγενημένου οὗτος δέ ἐστιν ὁ ἑπόμενος τῇ ἁμαρτίᾳ), παρακληθεὶς ὁ θεὸς ὑψωθῆναι τὸν ἑαυτοῦ υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες ἀπαλλάττωνται τῆς τῶν νοητῶν ὄφεων βλάβης καὶ ζωὴν αἰώνιον
ἔχωσι. ζωὴ δὲ αἰώνιός ἐστιν οὐχ ἡ κοινὴ ἥτις καὶ ἑτέροις ζῴοις ὑπάρχει, ἀλλ᾿ ἡ ἐκ τῆς πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγινομένη.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.