Zu Joh. 3, 13.
[[ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθῆναι διδάξας]]. οὐδὲν γὰρ τούτων ἐπίγειον ἀλλ’ ἕκαστον οὐράνιον. ῥηθείη δ’ ἂν πρὸς τοῦτο ὅτι οὐκ ὁ Ἰησοῦς· Εἰ τὰ γήϊνα εἶπον ὑμῖν, ἀλλὰ »Τὰ ἐπίγεια«· ἐπίγεια λέγων ἃ τοῖς ἐπὶ γῆς ἔτι διατρίβουσιν ἀνθρώποις δύναται ὑπάρξαι τε καὶ νοηθῆναι. οὐ γὰρ παρὰ τὴν ἑαυτῶν φύσιν ἐπίγεια ἀλλ᾿ ἐπουράνια
ὄντα δωρεᾷ θεοῦ τοῖς ἀνθρώποις δέδοται. [[ὅτι δὲ τὰ τοῖς ἐπὶ ἀνθρώποις διδόμενα ἄνωθεν καὶ οὐράνιά ἐστιν ὁ Ἰάκωβος γράφει· »Πᾶσα δόσις ἀγαθὴ καὶ πάν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον »παρὰ τοῦ πατρὸς τῶν φώτων( τοῦτο δὲ εἶπεν παρὰ τοῦ σωτῆρος αὐτὸ μαθὼν εἰρηκότος· » Δώσει ὁ πατὴρ ἐξ οὐρανοῦ ἀγαθὰ τοῖς
»αἰτοῦσιν αὐτόν.«]] εἶτα ἐπεὶ τῶν ἐκ θεοῦ χορηγουμένων τὰ μὲν οἷά τέ ἐστιν ὑπαχθῆναι τοῖς ἐκ μέρους γινώσκουσι, τὰ δὲ τοῖς ἐπὶ τελειότητα φθάσασιν ἐν τῷ μέλλοντι αἰῶνι, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται ἐλθόντος τοῦ τελείου, πάνυ ἁρμοδίως εἴρηται· Μῶς ἐὰν εἴπω »ὑμῖν τὰ ἐπουράνια πιστεύσετε«; ὅτι ὁ ἐκ μέρους μὴ πιστεύων οὐδὲ τοῖς τελείοις πιστεύσει.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.